← 阿庇安

内战记

§41295-41297

卡西乌斯痛斥三巨头的屠杀与暴政

演说者痛斥三巨头推行血腥的公敌宣告、残害士庶名流、强取豪夺与横征暴敛,并将这种残暴统治与己方军队的虔敬、正义及捍卫共和的合法立场作对比。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41295

νῦν μὲν γὰρ ὡς ἔχουσιν, ἴστε. προγράφονται χωρὶς δίκης, καὶ τὰ ὄντα αὐτοῖς δημεύεται, καὶ κτείνονται χωρὶς καταδίκης ἐν οἰκίαις, ἐν στενωποῖς, ἐν ἱεροῖς, ὑπὸ στρατιωτῶν, ὑπὸ θεραπόντων, ὑπὸ ἐχθρῶν, ἐκ μυχῶν ἀνασπώμενοι καὶ διωκόμενοι πανταχῇ, τῶν νόμων τὸν ἐθέλοντα φεύγειν ἐώντων.1 ἐς δὲ τὴν ἀγοράν, ἐς ἣν οὐδενὸς πολεμίου κεφαλήν, ἀλλὰ ὅπλα μόνα καὶ ἔμβολα νεῶν ἐφέρομεν, ὑπάτων ἄρτι καὶ στρατηγῶν καὶ δημάρχων καὶ ἀγορανόμων καὶ ἱππέων κεφαλαὶ πρόκεινται· καὶ γέρα τούτων ἐστὶ τῶν κακῶν ὡρισμένα. τοῦτο γὰρ ἐπανάστασίς τίς ἐστι πάντων, ὅσα τέως ἦν ὕπουλα, καὶ ἀνδρολήψια αἰφνίδια καὶ μύση ποικίλα γυναικῶν τε καὶ υἱῶν καὶ ἀπελευθέρων καὶ οἰκετῶν. ἐς τοσοῦτον ἤδη καὶ τοὺς τρόπους ἡ πόλις ἐπιτέτριπται. καὶ τῶνδε τοῖς πονηροῖς ἡγεμόνες εἰσὶν οἱ τρεῖς ἄνδρες, αὐτοὶ πρὸ τῶν ἄλλων ἀδελφοὺς καὶ θείους καὶ ἐπιτρόπους προγράψαντες. λέγεταί ποτε πρὸς τῶν ἀγριωτάτων βαρβάρων ἡ πόλις ἁλῶναι· καὶ οὐδενὸς ἀπέτεμνον οἱ Κελτοὶ κεφαλὰς οὐδὲ ἐνύβριζον ἀνῃρημένοις οὐδὲ πολεμοῦσιν ἔτι λαθεῖν ἢ φυγεῖν ἐφθόνουν. οὐδʼ αὐτοί πω πόλιν οὐδεμίαν ὧν δορὶ ἐλάβομεν, τοιαῦτα διεθήκαμεν οὐδὲ ἑτέρους ἐπυθόμεθα διαθεῖναι, οἷα νῦν οὐκ ἰδιῶτις πόλις, ἀλλʼ ἡγεμονὶς ἀδικεῖται πρὸς τῶν αὐτὴν ἁρμόσαι καὶ διορθῶσαι τὰ κοινὰ κεχειροτονημένων.2 τί τοιοῦτον εἰργάσατο Ταρκύνιος; ὃν διὰ μιᾶς γυναικὸς ὕβριν, ἐξ ἔρωτος γενομένην, βασιλέα τε ὄντα ἐξέβαλον καὶ βασιλεύεσθαι διὰ ἓν ἔργον οὐκέτι ὑπέστησαν.

因为他们如今境况如何,诸位是心知肚明的。他们未经审判便被列入公敌宣告,其财产被没收,且在未经定罪的情况下,于宅邸中、窄巷里、神庙内,遭士兵、仆从与仇敌屠戮;尽管法律本允许愿者逃亡流放,他们却被从密室深处强行拽出,在各处遭人追捕。在那座我们昔日从未带入任何敌人首级、而仅运回战利武器与战舰舰艏的广场上,如今却陈列着执政官、大法官、保民官、市政官与骑士们的头颅;且对这些罪恶行径皆明码标价予以悬赏。这实乃一切昔日包藏之祸患的总爆发,充斥着突如其来的绑掠,以及妻子、儿子、被释奴和家奴所犯下的种种背叛之恶。城邦的道德风尚如今竟已败坏至此。而在这场恶行中充当恶徒首领的,正是那三巨头本人,他们甚至抢在所有人之前,将自己的兄弟、舅叔与监护人列入公敌名单。相传这座城邦曾一度被最凶残的蛮族攻破;然而即便高卢人亦未曾割下任何人的头颅,未曾凌辱被杀者,亦未曾剥夺仍在战斗之人藏匿或逃亡的机会。即便是我们自己,对于任何以刀枪攻占的城邦,亦未曾施以如此手段;我们亦未曾听闻有任何人施加过这般暴行——如今遭受侵害的并非某个普通的城邦,而是首善之都本身,而施暴者恰恰是那些当选以规整国家、整顿公共事务之人。塔克文曾犯下过何种能与之比拟的罪行?只因出于欲念对一名妇人施加暴行,他虽贵为君王仍被逐出,他们因这一桩罪行便再不愿忍受君王统治。

§41296

καὶ τάδε, ὦ πολῖται, πράσσοντες οἱ τρεῖς ἡμᾶς ἐναγεῖς λέγουσι, καί φασι μὲν ἀμύνειν Καίσαρι, προγράφουσι δὲ τοὺς οὐδʼ ἐπιδημοῦντας, ὅτε ἀνῃρεῖτο. ὧν καὶ οἵδε εἰσὶν οἱ πλέονες, οὓς ὁρᾶτε, διὰ πλοῦτον ἢ γένος ἢ γνώμην δημοκρατικῆς διανοίας προγεγραμμένοι. ᾧ λόγῳ καὶ Πομπήιος μεθʼ ἡμῶν προεγράφη, πόρρω μὲν ὢν περὶ Ἰβηρίαν, ὅτε ἡμεῖς ἐδρῶμεν· ὅτι δέ ἐστι δημοκρατικοῦ πατρός, διὰ τὴν αὐτὴν αἰτίαν ὑπὸ μὲν τῆς βουλῆς κατεκλήθη τε καὶ θαλασσοκράτωρ ἐγένετο, ὑπὸ δὲ τῶν τριῶν προεγράφη. τί δὲ γυναῖκες ἐπὶ Καίσαρι συνέγνωσαν αἱ ἐς ἐσφορὰς προγεγραμμέναι; τί δὲ ὁ δῆμος ὁ μέχρι δέκα μυριάδων τιμᾶσθαι τὰ ὄντα κεκελευσμένος ὑπὸ μηνύμασι καὶ ζημίαις, ᾧ τέλη καινὰ καὶ ἐσφορὰς ἐπιγράφουσι; καὶ τάδε πράσσοντες οὐδʼ ὣς ἀνεπλήρωσαν τοῖς στρατευομένοις σφίσι τὰς δωρεάς. ἡμεῖς δέ, οἷς ἀσεβὲς οὐδὲν εἴργασται, καὶ τὰ ἐπηγγελμένα δεδώκαμεν καὶ ἕτερα ἕτοιμα ἔχομεν ἐς ἀμοιβὰς μείζονας. οὕτως ἡμῖν καὶ τὸ δαιμόνιον, ὡς δίκαια πράσσουσι, συνεπιλαμβάνει.

公民们啊,那三个人一边做着这些勾当,一边却将我们斥为罪大恶极之人;他们口口声声称是在为恺撒复仇,却将恺撒被杀时根本不在城中的人也列入公敌名单。诸位所见的这些人中,多数也在其列,他们是因其财富、门第或拥护共和的志向而遭到通缉的。基于同样的理由,庞培亦与我们一同被列入通缉名册;我们起事之时,他远在伊比利亚一带,然而仅因他是共和派父亲之子,出于完全相同的原因,他被元老院召回并委任为海军统帅,却被那三人定为公敌。那些被列入名册强征特别资产税的妇女们,究竟与针对恺撒的谋逆有何牵连?那些在告密者与惩罚的威吓下财产下至十万德拉克马亦被勒令申报估价、并被横加新税与征发款的平民,究竟又有何过错?他们虽行此种种掠夺,却依然未能足额兑现给予自身士卒的赏赐。然而我们这些未曾犯下任何不义之举的人,不仅如约发放了应允之物,更备妥了其他资财用于更丰厚的回报。因此,神明亦将我们视为行义之人而施以襄助。

§41297

ἐπὶ δέ γε τῷ δαιμονίῳ καὶ τὰ πρὸς ἀνθρώπων ὁρᾶν ἔχετε, ἐς τοὺς ὑμῶν πολίτας ἀποβλέποντες, οὓς εἴδετε μὲν στρατηγοῦντας ὑμῶν πολλάκις καὶ ὑπατεύοντας καὶ ἐπαινουμένους, ὁρᾶτε δὲ πρὸς ἡμᾶς ὡς εὐαγεῖς καὶ δημοκρατικοὺς καταπεφευγότας καὶ τὰ ἡμέτερα ᾑρημένους καὶ συνευχομένους ἡμῖν ἐς τὰ λοιπὰ καὶ συναιρομένους. πολὺ γὰρ δικαιότερα ἡμεῖς γέρα τοῖς περισώσασιν αὐτοὺς ἐκηρύξαμεν ὧν ἐκεῖνοι τοῖς ἀναιροῦσιν· οὐδὲ ὁρῶσιν ἡμᾶς Γάιον μέν, ὅτι ἠξίου μόνος ἄρχειν, ἀνῃρηκότας, τοὺς δὲ τὴν ἐκείνου περιποιουμένους ἀρχὴν ὑπερορᾶν μέλλοντας3 καὶ μὴ ἐς ἑαυτούς, ἀλλʼ ἐς τὸ μέσον τῷ δήμῳ προτιθέντας τὴν πολιτείαν κατὰ τὰ πάτρια. ὡς οὖν οὐκ ἀπὸ τῆς αὐτῆς γνώμης αἱρουμένων πολεμεῖν ἑκατέρων,4 ἀλλὰ τῶν μὲν ὑπὲρ δυναστείας καὶ τυραννίδος, ἣν ἐν ταῖς προγραφαῖς ἐπέδειξαν ἤδη, ἡμῶν δὲ οὐδέν, ἀλλʼ ἢ μόνον ἵνα τῆς πατρίδος ἐλευθερωθείσης ἰδιωτεύοιμεν ὑπὸ τοῖς νόμοις, εἰκότως οἵδε τε οἱ ἄνδρες καὶ πρὸ τούτων οἱ θεοὶ τὰ ἡμέτερα κρίνουσι. μεγίστη δὲ ἐλπὶς ἐν πολέμοις ἐστὶ τὸ δίκαιον.

除了神明的庇佑,诸位从人事方面亦可看得分明,不妨将目光投向诸位的同胞公民:诸位曾多次目睹他们担任统帅、膺任执政官并备受赞誉,如今诸位却见到他们投奔我们,将我们视作清白无瑕的共和之士,拥护我们的立场,为将来的前程与我们共同祈愿、并肩奋战。因为比起那些人为杀害他们者所悬之赏,我们为搭救他们的人所宣布的赏赐要公正得多;他们亦看出,我们既诛杀了企图独揽统治的盖乌斯,便绝不会放任那些企图篡夺其权位之人,而绝不为己谋私,必将依照祖训将政权公诸于民众之前。因此,双方既非出于同一动机而选择开战——彼辈乃是为了已在公敌宣告中表露无遗的专制与僭政,而我们则别无所求,只盼在祖国获得解放之后,在法律之下退为平民——故而这些人理所当然地站在我们一边,而在此之前,神明亦已认定我们的正义。在战争之中,最大的希望莫过于正义自身。

语法注4 条
  1. 41295τῶν νόμων τὸν ἐθέλοντα φεύγειν ἐώντων

    独立属格结构,在语境中表示让步(“尽管法律允许愿者逃亡流放”)。此句指罗马法中允许面临死刑指控者自愿流亡(exsilium)以避死的惯例。

  2. 41295πρὸς τῶν αὐτὴν ἁρμόσαι καὶ διορθῶσαι τὰ κοινὰ κεχειροτονημένων

    被动态分词 κεχειροτονημένων 后接两个表示目的的不定式 ἁρμόσαι 与 διορθῶσαι。这一希腊语表述对应三巨头的正式拉丁头衔 tresviri rei publicae constituendae(旨在整顿/重组国家体制的三人官)。

  3. 41297οὐδὲ ὁρῶσιν ἡμᾶς Γάιον μέν, ὅτι ἠξίου μόνος ἄρχειν, ἀνῃρηκότας, τοὺς δὲ τὴν ἐκείνου περιποιουμένους ἀρχὴν ὑπερορᾶν μέλλοντας

    动词 ὁρῶσιν 后接与宾格 ἡμᾶς 一致的两组并列分词短语构成补足语:一方面是 Γάιον ... ἀνῃρηκότας(“诛杀了盖乌斯的我们”),另一方面受 οὐδὲ 否定,引出 οὐ ... μέλλοντας ὑπερορᾶν(“亦绝非会放任……的我们”)。μέλλω 接不定式表示倾向或意图,在此带有强烈推测含义,即“绝不会予以纵容”。

  4. 41297ὡς οὖν οὐκ ἀπὸ τῆς αὐτῆς γνώμης αἱρουμένων πολεμεῖν ἑκατέρων

    连词 ὡς 与独立属格 αἱρουμένων ... ἑκατέρων 连用,为主句的结论(εἰκότως ... κρίνουσι)提供主观或逻辑上的前提与理由。随后的 ἀλλὰ τῶν μὲν ... ἡμῶν δὲ ... 进一步对比了双方截然不同的作战意图。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:41295-41297