← 阿庇安

内战记

§413102-413104

布鲁图军开辟山路迂回与敌军撤退

布鲁图军利用海军佯动作战突破了第一处要隘,却在下一要隘受阻,遂在色雷斯人拉斯库波利斯的引导下劈山伐林、开辟无人涉足的崎岖山路进行迂回。大军历经艰险抵达河流,但这一包抄企图被效力敌方的拉斯库波利斯之弟拉斯科斯察觉,敌军得以连夜撤退。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§413102

τοῦ δὲ Σερρείου προύχοντος ἐς τὸ πέλαγος, αὐτοὶ μὲν ἐς τὰ μεσόγαια ἀνεχώρουν, Τίλλιον δὲ Κίμβρον μετὰ τοῦ ναυτικοῦ καὶ τέλους ὁπλιτῶν ἑνὸς καὶ τοξοτῶν τινων τὴν ἀκτὴν περιπλεῖν ἔπεμπον, ἣ πάλαι μὲν ἦν ἐρημοτάτη, καίπερ εὔγεως οὖσα, τῶν Θρᾳκῶν οὔτε θαλάσσῃ χρωμένων οὔτε ἐς τὰ παράλια κατιόντων ὑπὸ δέους τῶν ἐπιπλεόντων· Ἑλλήνων δʼ αὐτὴν ἑτέρων τε καὶ Χαλκιδέων καταλαβόντων καὶ θαλάσσῃ χρωμένων, ἤνθει ταῖς ἐμπορίαις καὶ γεωργίαις, χαιρόντων σφίσι καὶ τῶν Θρᾳκῶν διὰ τὴν τῶν ὡραίων ἄμειψιν, μέχρι Φίλιππος ὁ Ἀμύντου τούς τε ἄλλους καὶ Χαλκιδέας ἀνέστησεν, ὡς μηδὲν ἔτι πλὴν οἰκόπεδα μόνον ἱερῶν ὁρᾶσθαι. τήνδε οὖν τὴν ἀκτὴν αὖθις ἔρημον οὖσαν ὁ Τίλλιος παραπλέων, ὥς οἱ πρὸς τῶν ἀμφὶ τὸν Βροῦτον εἴρητο, στρατοπέδοις ἐπιτήδεια χωρία ἀνεμέτρει καὶ διέγραφε καὶ ταῖς ναυσὶ κατὰ μέρη πρόσπλουν, ἵνʼ οἱ περὶ τὸν Νωρβανόν, ὡς ἀχρεῖον ἔτι τὸ τηρεῖν, τὰ στενὰ ἐκλίποιεν. καὶ ἐγένετο μὲν ὡς προσεδόκησαν· ὑπὸ γὰρ τῆς φαντασίας τῶν νεῶν Νωρβανὸς ἐπὶ τῶν Σαπαίων στενῶν ἐθορυβήθη καὶ ἐκάλει Δεκίδιον ἐκ τῶν Κορπίλων κατὰ σπουδὴν ἐπικουρεῖν οἱ. καὶ ἐπεκούρει, τὰ δὲ τῶν Κορπίλων στενὰ ἐκλειφθέντα οἱ περὶ τὸν Βροῦτον διώδευον.

由于塞莱昂岬角伸入外海,他们自身便转向内陆进军,并派遣提利乌斯·金伯率领舰队、一个重装步兵军团以及若干弓箭手沿海岸巡航。这片海岸古时曾极其荒凉,尽管土地肥沃,但因色雷斯人不习舟楫,且因惧怕海上袭来的敌人而不敢下至沿海地区;然而当其他希腊人及哈尔基斯人占领此地并利用海洋后,这里便因贸易与农耕而繁荣起来,色雷斯人亦因时鲜作物的互换而乐于与他们相处,直至阿敏塔斯之子腓力将哈尔基斯人及其他人尽数驱逐,以致除神庙遗址外再无他物可辨。提利乌斯顺着这片再次化为荒地的海岸航行,遵照布鲁图一行的指令,测量并标定适宜驻军之所及各处船只停靠点,以便诺尔巴努斯等人认为继续扼守已属徒劳而放弃峡口。事情果然如其所料:见舰队现身,诺尔巴努斯在萨派奥伊峡口大惊失色,急召德基迪乌斯自科尔皮洛伊火速来援。德基迪乌斯依令来援,而布鲁图一行则穿过了已被放弃的科尔皮洛伊峡口。

§413103

ἐκφανείσης δὲ τῆς ἐνέδρας ὁ Νωρβανὸς καὶ ὁ Δεκίδιος τὰ Σαπαίων κατεῖχον ἰσχυρῶς. καὶ πάλιν ἦν ἄπορα τοῖς ἀμφὶ τὸν Βροῦτον, ἀθυμία τε ἐνέπιπτε, μὴ δέοι σφᾶς ἧς ὑπερεωράκεσαν περιόδου1 νῦν ἄρχεσθαι καὶ ἀνακυκλεύειν τὰ ἠνυσμένα, ὀψὲ καὶ τοῦ χρόνου καὶ τῆς ὥρας γεγονότων. ὧδε δὲ αὐτοῖς ἔχουσιν ὁ Ῥασκούπολις ἔφη περίοδον εἶναι παρʼ αὐτὸ τὸ τῶν Σαπαίων ὄρος ἡμερῶν τριῶν, ἄβατον μὲν ἀνθρώποις ἐς τὸ νῦν ὑπό τε κρημνῶν καὶ ἀνυδρίας καὶ ὕλης πυκνῆς· ἢν δὲ ἐθέλωσιν ὕδωρ τε ἐπάγεσθαι καὶ ὁδοποιεῖν στενὴν καὶ αὐτάρκη δίοδον, οὐ γνωσθήσεσθαι μὲν διὰ τὴν συνηρέφειαν οὐδὲ οἰωνοῖς,2 τῇ τετάρτῃ δὲ ἐπὶ Ἁρπησσὸν ποταμὸν ἥξειν, ἐκπίπτοντα ἐς τὸν Ἕρμον, ὅθεν ἡμέρας ἔτι μιᾶς ἐν Φιλίπποις ἔσεσθαι, τοὺς πολεμίους περιλαβόντας, ὡς ἀπειλῆφθαι τέλεον αὐτοὺς καὶ οὐδὲ ἀναχώρησιν ἕξειν. τοῖς δὲ ἐδόκει τὰ λεγόμενα τῆς τε ἄλλης ἀπορίας οὕνεκα καὶ ἐλπίδι μάλιστα τοῦ περιλήψεσθαι τοσόνδε στρατὸν πολεμίων.

伏谋败露后,诺尔巴努斯与德基迪乌斯严防萨派奥伊峡口。布鲁图一行再次陷入困境,众人沮丧万分,唯恐不得不现在开始走那条他们此前不屑一顾的绕行之路,并在时间与时令皆已迟晚之际原路倒退。正当他们一筹莫展之际,拉斯库波利斯声称,沿着萨派奥伊山脉本身有一条为期三日的绕行路线,因悬崖绝壁、水源匮乏与密林遍布至今无人能行;但若他们愿意自备饮水,并开辟出一条狭窄而适用的通道,由于树荫浓密,连飞鸟亦无法察觉,至第四日便可抵达注入赫耳谟斯河的哈尔佩索斯河,自该处再行一日便可到达腓立比,从而包围敌人,彻底断其后路,使其无处可逃。鉴于陷入困境,更怀着能够包围如此庞大敌军的希望,众人赞同了这一提议。

§413104

προπέμπουσιν οὖν μέρος, Λευκίῳ Βύβλῳ παραδόντες, ὁδοποιεῖν μετὰ τοῦ Ῥασκουπόλιδος. οἱ δʼ ἐπιμόχθως μέν, ὅμως δὲ ἔπραττον αὐτὸ μετὰ ὁρμῆς καὶ προθυμίας, καὶ μᾶλλον, ἐπεί τινες αὐτοῖς προπεμφθέντες ἐπανῆλθον, ἰδεῖν τὸν ποταμὸν ἐξ ἀπόπτου λέγοντες. τῇ δὲ τετάρτῃ κάμνοντες ὑπό τε κόπου καὶ δίψους, ἐπιλιπόντος ἤδη τι καὶ τοῦ ὕδατος, ὃ ἐπήγοντο, ἀνέφερον, ὅτι τριήμερόν σφισι τὸ ἄνυδρον ἐλέγετο εἶναι, καὶ ἐν φόβῳ πανικῷ περὶ ἐνέδρας ἐγίγνοντο, οὐκ ἀπιστοῦντες μὲν τοῖς προπεμφθεῖσι τὸν ποταμὸν ἰδεῖν, ἡγούμενοι δὲ ἑτέραν ἄγεσθαι. καὶ ἀθύμουν καὶ ἐβόων καὶ τὸν Ῥασκούπολιν, ὅτε ἴδοιεν περιθέοντα καὶ παρακαλοῦντα, ἐλοιδόρουν καὶ ἔβαλλον. Βύβλου δὲ αὐτοὺς ἱκετεύοντος ἐκπονῆσαι τὰ λοιπὰ μετʼ εὐφημίας, ὁ ποταμὸς περὶ ἑσπέραν ἑωρᾶτο τοῖς πρώτοις· καὶ βοῆς, ὡς εἰκός, λαμπρᾶς ἐπὶ τῇ χαρᾷ γενομένης, ἡ βοή, μεταλαμβανόντων αὐτὴν τῶν κατόπιν ἑξῆς, ἐπὶ τοὺς ὑστάτους περιῄει. Βροῦτος δὲ καὶ Κάσσιος ἐπεὶ ἔμαθον, ἵεντο αὐτίκα δρόμῳ, διὰ τῆς τετμημένης τὸν ἄλλον στρατὸν ἄγοντες. οὐ μὴν ἔλαθόν γε τοὺς πολεμίους ἐς τέλος οὐδὲ περιέλαβον αὐτούς· ὁ γάρ τοι Ῥάσκος, ὁ ἀδελφὸς τοῦ Ῥασκουπόλιδος, ἐκ τῆς βοῆς ὑπονοήσας ἐσκέψατο καὶ τὸ γιγνόμενον ἰδὼν ἐθαύμασε μὲν ὁδὸν ἄνυδρον ἐλθόντος στρατοῦ τοσοῦδε,3 ἣν οὐδὲ θηρίον ᾤετο ὁδεύσειν διὰ τοιᾶσδε ὕλης, καὶ ἀνήγγειλε τοῖς ἀμφὶ τὸν Νωρβανόν· οἱ δὲ νυκτὸς ἔφευγον ἐκ τῶν Σαπαίων ἐπʼ Ἀμφιπόλεως. καὶ οἱ Θρᾷκες ἄμφω διὰ στόματος ἦσαν ἐν τοῖς στρατοῖς, ὁ μὲν ἀγνοουμένην ἀγαγών, ὁ δʼ οὐκ ἀγνοήσας.

于是他们派遣一部兵力,交由卢基乌斯·比布卢斯统领,与拉斯库波利斯一同前去开路。众人虽觉艰辛,仍以极大的冲劲与热忱劳作;及至派出探路的先行人员返回并称已从远处望见河流时,将士们干劲更足。但到了第四日,士兵因劳累与干渴疲惫不堪,且随身携带的饮水亦开始告罄,他们便提及那段缺水之路原本被说成只有三日,因而陷入了恐遭伏击的恐慌之中;他们倒非不信先行人员确实见到了河流,而是以为自己被引向了歧途。士兵们士气低落,喧嚣叫嚷,每当见到拉斯库波利斯四处奔走劝勉时,便咒骂并向他投掷石块。正当比布卢斯恳求大家以克制之言坚持完成余程之际,前锋部队在傍晚时分望见了河流;欣喜之余理所当然地爆发出一阵巨大的欢呼声,后方人员依次传递,欢呼声一直传到了后军。布鲁图与卡修斯获知后,立即率领主力部队沿开辟出的道路疾行而过。然而他们终究未能完全避开敌人耳目,亦未能将敌军合围;盖因拉斯库波利斯的兄弟拉斯科斯由欢呼声起疑,遂前往探查,见此情状,对如此庞大的军队竟能走过这条在他看来连野兽都无法穿过这般密林之缺水道路惊叹不已,便急报诺尔巴努斯等人;后者遂连夜撤离萨派奥伊,逃往安菲波利斯。这两位色雷斯人在双方军队中皆为人津津乐道,一人引军走过未知之路,另一人则及时将其识破。

语法注3 条
  1. 413103ἧς ὑπερεωράκεσαν περιόδου

    属于关系代词格吸引兼先行词并入现象,关系代词受先行词 περιόδου 的属格吸引而变为 ἧς,同时先行词 περιόδου 被并入关系从句。其原本的基础句法结构当为 τῆς περιόδου ἣν ὑπερεωράκεσαν,其中 περιόδου 受动词 ἄρχεσθαι 支配取属格,而关系代词 ἣν 则作 ὑπερεωράκεσαν 的直接宾语。

  2. 413103οὐ γνωσθήσεσθαι μὲν διὰ τὴν συνηρέφειαν οὐδὲ οἰωνοῖς

    间接引语中的将来被动态不定式 γνωσθήσεσθαι 其逻辑主语为行军部队(σφᾶς)。οὐδὲ οἰωνοῖς 为与格,表示施动者或观察者(“甚至对飞鸟而言”),整句意指“由于枝叶遮天蔽日(διὰ τὴν συνηρέφειαν),大军甚至不会被飞鸟所察觉”。

  3. 413104ὁδὸν ἄνυδρον ἐλθόντος στρατοῦ τοσοῦδε

    动词 ἐθαύμασε 支配属格分词结构(ἐλθόντος στρατοῦ τοσοῦδε),而 ὁδὸν ἄνυδρον 则作为分词 ἐλθόντος 的同族宾语/路径宾格(internal/cognate accusative of route),整体表达对“如此庞大的一支军队竟走过了缺水之途”这一事实的惊叹。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:413102-413104