- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:41292-41294
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
卡西乌斯向全军陈述,恺撒独裁剥夺了平民的选举权并践踏了保民官特权;他进而列举刺杀后元老院所通过的大赦决议以及授予解放者和小庞培的庞大指挥权,以此论证自身的起义完全体现了元老院的真正意愿与正义大义。
ὧν ἴσως ὑμεῖς οὐκ ἀκριβῶς ᾐσθάνεσθε, ἀλλὰ μόνην αὐτοῦ τὴν ἐν τοῖς πολέμοις ἀρετὴν ἑωρᾶτε. νῦν δὲ ῥᾳδίως τε ἂν καὶ ἐκ μόνου τοῦ περὶ ὑμᾶς μέρους καταμάθοιτε. ὁ γὰρ δῆμος ὑμεῖς ἐν μὲν τοῖς πολέμοις ὑπακούετε ἐς πάντα ὡς κυρίοις τοῖς στρατηγοῖς, τὸ δὲ κῦρος τόδε ἐν τοῖς εἰρηνικοῖς ἐφʼ ἡμῖν ἀντιλαμβάνετε αὐτοί,1 προβουλευούσης μὲν τῆς βουλῆς, ἵνα μὴ σφαλείητε, κρίνοντες δὲ αὐτοὶ καὶ ψηφιζόμενοι κατὰ φυλὰς ἢ λόχους καὶ ἀποφαίνοντες ὑπάτους τε καὶ δημάρχους καὶ στρατηγούς. ἐπὶ δὲ ταῖς χειροτονίαις καὶ τὰ μέγιστα δικάζετε, κολάζοντες ἢ τιμῶντες, ὅτε κολάσεως ἢ τιμῆς ἀξίως ἄρξαιμεν ὑμῶν. ἡ δὲ ἀντίδοσις ἥδε τήν τε ἡγεμονίαν, ὦ πολῖται, ἐς εὐδαιμονίαν ἄκραν ὑπερήγαγε καὶ τοὺς ἀξίους ἐτίμησε, καὶ οἱ τετιμημένοι χάριν εἶχον ὑμῖν. ἀπὸ ταύτης τῆς ἐξουσίας ὕπατον ἐποιήσασθε Σκιπίωνα, ὅτε αὐτῷ περὶ Λιβύην ἐμαρτυρήσατε· καὶ δημάρχους ἐποιεῖσθε ἀνὰ ἔτος ἕκαστον, οὓς ἐβούλεσθε, διοισομένους ἡμῖν ὑπὲρ ὑμῶν, εἰ δέοι. καὶ τί μοι καταλέγειν τὰ πολλά, ὅσα ἴστε;
关于这些,诸位或许未能准确察觉,而仅仅看到了他在战事中的卓越武功。然而如今,单凭涉及诸位自身的这一方面,你们也能轻易明白。因为诸位平民在战时事事服从统帅,视其为主宰,但在和平时期,诸位自己便重新收回了针对我们的这项主权;元老院先行审议以防诸位出现失误,而诸位则按特里布斯或百人队亲自决断、投票,选任执政官、保民官与大法官。在官员选举中,诸位亦对最重大的事项行使审判权,凡我们对诸位的治理值得惩罚或奖赏之时,便予以惩处或嘉奖。公民们啊,正是这种相互制衡,将我们的统治推向了极度的繁荣,嘉奖了有功之臣,而备受荣耀者亦对诸位心存感激。正是凭借这项权力,当诸位在阿非利加之事上称道西庇阿时,便推举他为执政官;诸位亦每年选任自己所中意的保民官,以便在必要时代表诸位与我们抗争。诸位尽人皆知的诸多往事,我又何须一一列举?
ἀλλʼ οὐκ, ἀφʼ οὗ Καῖσαρ ἐδυνάστευσεν, οὐκ ἀρχήν τινα, οὐ στρατηγόν, οὐχ ὕπατον, οὐ δήμαρχον ἐχειροτονήσατε ἔτι, οὐκ ἐμαρτυρήσατε οὐδενί, οὐκ ἀμοιβὴν εἴχετε δοῦναι μαρτυροῦντες. ἐν κεφαλαίῳ δὲ εἰπεῖν, οὐδὲ εἷς ὑμῖν χάριν ὤφειλεν, οὐκ ἀρχῆς, οὐχ ἡγεμονίας, οὐκ εὐθυνῶν, οὐ δίκης. ὃ δὲ οἴκτιστον ἁπάντων ἐγένετο, οὐδʼ αὐτοῖς ἐδυνήθητε ἐπικουρῆσαι τοῖς δημάρχοις ὑμῶν ὑβριζομένοις, ἥν τινα ἀΐδιον ὑμῶν αὐτῶν ἀρχὴν ἐστήσασθε εἶναι καὶ ἱερὰν καὶ ἄσυλον ἀπεφήνατε, ἀλλὰ καὶ τοὺς ἀσύλους εἴδετε τὴν ἀρχὴν τὴν ἄσυλον καὶ τὴν ἐσθῆτα τὴν ἱερὰν ἐς ὕβριν ἀφαιρουμένους ἀκρίτους, ἀπὸ μόνου προστάγματος, ὅτι ἔδοξαν ὑπὲρ ὑμῶν χαλεπῆναι τοῖς καὶ βασιλέα αὐτὸν ἐθέλουσι προσαγορεῦσαι.2 ὃ καὶ μάλιστα ἐπαχθῶς ἤνεγκεν ἡ βουλὴ διʼ ὑμᾶς· ὑμετέρα γὰρ καὶ οὐ τῆς βουλῆς ἐστιν ἡ τῶν δημάρχων ἀρχή. ἐπιμέμψασθαι δὲ σαφῶς οὐ δυναμένη τὸν ἄνδρα οὐδʼ ἐς κρίσιν ἐπαγαγεῖν διὰ ἰσχὺν στρατοπέδων, ἃ καὶ αὐτά, τέως ὄντα τῆς πόλεως, ἑαυτοῦ πεποίητο ἴδια, τὸν ἔτι λοιπὸν τρόπον ἀμύνασθαι τὴν τυραννίδα ἐπενόησεν, ἐς τὸ σῶμα ἐπιβουλεύσασα.
然而自恺撒独揽大权以来,诸位不再选举任何官员,无论大法官、执政官还是保民官;你们不再称道任何人,亦无法借由称道而给予回报。总而言之,再无一人在官职、军权、账目审查或审判上对诸位欠下感恩之情。而最令人痛惜的是,诸位甚至无力援助自身蒙受凌辱的保民官;这一职位本是诸位为自身设立的永久职务,且宣告其为神圣不可侵犯的,然而诸位却眼睁睁看着这些不可侵犯之人,未经审判,仅凭一道命令便被侮辱性地剥夺了不可侵犯的官职与圣袍,只因他们被认为曾代表诸位,向那些企图称他为王的人表达了愤怒。元老院亦因诸位的缘故而对这一事件深感愤慨,因为保民官的职权属于诸位,而非属于元老院。然而,面对那支原属于国家、此时却已沦为其私产的庞大军队,元老院无法公开谴责此人,亦无法将其交付审判,于是便构想出仅存的铲除僭政之道——即对其肉体发动谋算。
ἔδει δὲ τὴν μὲν γνώμην γενέσθαι τῶν ἀρίστων, τὸ δὲ ἔργον ὀλίγων. ἐπεὶ δὲ ἐγένετο, αὐτίκα ἡ βουλὴ τὴν κοινὴν γνώμην ἐξέφηνε, σαφῶς μὲν ὅτε καὶ γέρα τυραννοκτονικὰ ἐψηφίζοντο εἶναι· ἐπισχόντος δὲ αὐτοὺς Ἀντωνίου καθʼ ὑπόκρισιν ἀταξίας καὶ οὐδʼ ἡμῶν ἀξιούντων διὰ γέρα τῇ πόλει μᾶλλον ἢ διʼ αὐτὴν τὴν πατρίδα βοηθεῖν, τοῦδε μὲν ἀπέσχοντο, οὐκ ἐθέλοντες ἐφυβρίζειν τῷ Καίσαρι, ἀλλὰ μόνης τῆς τυραννίδος ἀπηλλάχθαι, ἀμνηστίαν δὲ ἁπάντων ἐψηφίσαντο εἶναι καὶ σαφέστερον ἔτι, φόνου μὴ εἶναι δίκας. καὶ μετὰ μικρόν, Ἀντωνίου τὸ πλῆθος ἐφʼ ἡμῖν δημοκοπήσαντος, ἡ βουλὴ καὶ ἀρχὰς ἐθνῶν τῶν μεγίστων καὶ ἡγεμονίας ἔδοσαν ἡμῖν καὶ γῆς ἀπέφηναν ἡγεῖσθαι πάσης ἀπὸ τοῦ Ἰονίου μέχρι Συρίας, πότερον ὡς ἐναγεῖς κολάζοντες ἢ ὡς ἀνδροφόνους πορφύρᾳ τε ἱερᾷ καὶ ῥάβδοις καὶ πελέκεσι περικοσμοῦντες;3 ᾧ λόγῳ καὶ Πομπήιον τὸν νέον, οὐδὲν μὲν ἐς ταῦτα συνειργασμένον, ὅτι δὲ μόνον Πομπηίου Μάγνου τοῦ πρώτου περὶ τῆς δημοκρατίας ἀγωνισαμένου παῖς καὶ ὅτι μικρὰ τὴν τυραννίδα ἠνώχλει λανθάνων περὶ Ἰβηρίαν, κατεκάλεσέ τε ἐκ τῆς φυγῆς καὶ τὸ τίμημα αὐτῷ τῶν πατρῴων ἐκ τῶν κοινῶν ἔκριναν ἀποδοῦναι χρημάτων καὶ θαλασσοκράτορα ἀπέφηναν, ἵνα κἀκεῖνος ἀρχήν τινα ἔχοι δημοκρατικὸς ὤν. τί δὴ πλέον ἔργον ἔτι τῆς βουλῆς ἢ σύμβολον ἐπιζητεῖτε τοῦ κατὰ γνώμην αὐτῆς πάντα πεπρᾶχθαι, πλὴν ἢ λόγῳ μόνον ὑμῖν ἔτι ὁμολογῆσαι;4 ὃ καὶ αὐτὸ πράξουσι καὶ ἐροῦσι καὶ λέγοντες ἅμα ὑμᾶς ἀμείψονται μεγάλαις δωρεαῖς, ὅταν εἰπεῖν καὶ ἀμείψασθαι δύνωνται.
此项决意必须属于最优秀的人士,而行动则属于少数人。当行动完成之后,元老院立即表明了共同的心愿,在他们正要投票给予弑暴君者应有的奖赏时,这意图便已昭然若揭。然而当安东尼以防止动乱为借口加以阻挠,且我们自身亦不认为应当为了奖赏、而非纯粹为了祖国自身去拯救城邦时,他们便放弃了这一举措,因为不愿侮辱恺撒,而只求摆脱暴政;他们转而投票宣布大赦天下,更明确地决议不再追究杀人之罪。不久之后,在安东尼煽动民众反对我们之时,元老院又将最重要行省的管辖权与军权授予我们,任命我们统领从爱奥尼亚海直至叙利亚的所有领土。试问这是将我们视作罪大恶极之徒予以惩罚,还是将我们视作杀人凶手而以神圣紫袍、仪仗与斧钺予以盛装荣饰?基于同样的道理,元老院亦召回了流亡在外的小庞培——他虽未参与刺杀之事,却仅因他是最初为民主共和而战的伟大庞培之子,且曾潜伏于伊比利亚一带对僭政造成过些许骚扰——元老院决议从公款中将父辈家产的折价赔还于他,并任命他为海军统帅,以便使他这位共和政体的拥护者亦能享有官职。若非仅差当面用言语向诸位确认,诸位究竟还需要元老院做出何种进一步的行动或凭证,来证明这一切皆是依其心意而为?一旦他们能够畅所欲言并予以回报之时,他们亦必将身体力行、亲口宣布,并在言说之时以丰厚的赏赐酬谢诸位。
- 41292ἐφʼ ἡμῖν ἀντιλαμβάνετε αὐτοί
介词短语 ἐφʼ ἡμῖν 意为“针对我们”或“在我们之上”,规定了平民通过动词 ἀντιλαμβάνετε 所重新行使的主权(τὸ κῦρος τόδε)的客体。此处与战时平民服从统帅形成鲜明对照,指和平时期平民重新确立对长官的制约与主权。
- 41293ἀπὸ μόνου προστάγματος, ὅτι ἔδοξαν ὑπὲρ ὑμῶν χαλεπῆναι τοῖς καὶ βασιλέα αὐτὸν ἐθέλουσι προσαγορεῦσαι
此处指公元前44年保民官马鲁卢斯与弗拉维乌斯因取下恺撒塑像上的王冠而遭罢免的事件。与格分词短语 τοῖς ... ἐθέλουσι 作 χαλεπῆναι 的宾语(“对……感到愤怒”),καί 则修饰 βασιλέα,意为“甚至呼其为王”。
- 41294πότερον ὡς ἐναγεῖς κολάζοντες ἢ ὡς ἀνδροφόνους πορφύρᾳ τε ἱερᾷ καὶ ῥάβδοις καὶ πελέκεσι περικοσμοῦντες;
采用双重选择句式(πότερον ... ἤ)的反问句。卡西乌斯援引元老院授予行省最高统帅权(以圣袍、仪仗束棒与斧钺为标志)的既成事实,反诘元老院究竟是将他们视作罪囚惩办、还是赋予崇高尊荣,以此证明其刺杀行为获得了元老院的合法肯定。
- 41294πλὴν ἢ λόγῳ μόνον ὑμῖν ἔτι ὁμολογῆσαι
习惯短语 πλὴν ἤ(意为“除……之外”)接不定式 ὁμολογῆσαι,呼应前文的名词 ἔργον 与 σύμβολον,意为“除了尚缺用言辞向诸位当面确认之外”。此处在元老院切实的实际行动(ἔργον)与仅存的口头确认(λόγῳ)之间构成了鲜明对照。
