← 阿庇安

内战记

§41289-41291

墨拉斯海湾的净军仪式与卡西乌斯的演说

布鲁图与卡西乌斯在墨拉斯海湾净化军队并发放赏赐以笼络旧日效忠恺撒的军心,随后集结全军,由年长的卡西乌斯登坛演说,阐明刺杀恺撒的正当性与维护共和宪政的大义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41289

τοσήδε μὲν στρατιὰ τοῖς ἀμφὶ τὸν Κάσσιον ἐπὶ τοῦ Μέλανος κόλπου διεκρίθη, καὶ τοσῇδε ἐχώρουν ἐπὶ τὸ ἔργον, τὴν λοιπὴν ἔχοντες ἐπὶ τῶν ἀλλαχόθι χρειῶν. καθήραντες δὲ αὐτὴν τοῖς νομιζομένοις ἀνεπλήρουν τὰς ἐκ τῶν ἐπηγγελμένων τισὶν ὀφειλομένας ἔτι δωρεάς, πολλῆς μὲν περιουσίας χρημάτων πεφροντικότες, οἰκειούμενοι δὲ ταῖς δόσεσιν αὐτούς, Γαΐῳ μάλιστα Καίσαρι τοὺς πλέονας ἐστρατευμένους,1 μή τις ἐς τὴν ὄψιν ἢ ὁμωνυμίαν τοῦ νέου Καίσαρος νεωτερίσειεν ἐλθόντος. καὶ αὖθις ἔδοξε τούτου χάριν καὶ δημηγορῆσαι. βῆμά τε οὖν ἐπήχθη μέγα, καὶ οἱ στρατηγοὶ μετὰ τῶν ἀπὸ τῆς βουλῆς μόνων ἐς αὐτὸ ἀναβάντες, ὁ δὲ στρατὸς αὐτῶν, ὅ τε ἴδιος καὶ συμμαχικός, κάτω περιστάντες, ἥδοντο εὐθὺς ἐπὶ τῇ ὄψει τοῦ πλήθους ἀλλήλων ἑκάτεροι, ἰσχυροτάτῃ σφίσι φανείσῃ· καὶ θάρσος ἦν ἀμφοτέροις αὐτίκα καὶ ἐλπὶς ἰσχυρά, τοσῶνδε στρατηγοῦσιν.2 αὐτά τε πρῶτα πάντων τάδε τοῖς στρατηγοῖς τὸν στρατὸν ἐς πίστιν συνῆγε· τίκτουσι γὰρ εὔνοιαν ἐλπίδες κοιναί. θροῦ δὲ ὡς ἐν τοσούτοις ὄντος οἵ τε κήρυκες καὶ οἱ σαλπιγκταὶ σιωπὴν ἐποίουν, καὶ γενομένης ποτὲ ὁ Κάσσιος (προῦχε γὰρ ἡλικίᾳ) προελθὼν μικρὸν ἐκ τῆς τάξεως ἐς τὸ μέσον ἔλεξεν ὧδε·

卡西乌斯一方有此等规模的军队在墨拉斯海湾整备就绪,即以此等规模的兵力开赴前线,其余兵力则留作别处的后方之需。他们按照惯例净化了军队,将先前许诺而尚欠某些人的赏赐全额补足;他们不仅着力保持了充裕的资金盈余,还通过分发赏金笼络人心,尤其因为绝大多数将士曾随盖乌斯·恺撒出征,此举正是为防年轻的恺撒到来之际,有人为其容颜或同名所动而图谋生变。为此,他们又决意再次向全军公开发表演说。于是搭建了一座巨型讲坛,两位统帅仅在元老院议员的陪同下登上讲坛,其麾下的本部与同盟军队则环立于下方;双方一见彼此阵容之盛大,顿觉声势极其浩大,皆大为欣喜。统领如此大军的两将立刻倍增勇气与坚强信念。正是眼前这番景象,首先促成了全军对统帅们的效忠之心;因为共同的期盼必能催生善意。鉴于人数众多不免喧嚣嘈杂,传令官与号手便喝令肃静;待全场肃静之后,卡西乌斯——因其年长——便从行列中稍向前行,步入中央,演说如下:

§41290

“ὁ μὲν ἀγὼν πρῶτον ἡμᾶς, ὦ συστρατιῶται, κοινὸς ὢν ἐς πίστιν ἀλλήλοις συνάγει· συνάπτει δὲ καὶ ὅσα ὑμῖν ὑποσχόμενοι πάντα ἔδομεν, ὃ μεγίστη πίστις ἐστὶ καὶ περὶ ὧν ἐς τὸ μέλλον ὑπισχνούμεθα. αἱ δὲ ἐλπίδες εἰσὶν ἐν τῇ ἀρετῇ, ὑμῶν τε τῶν στρατευομένων καὶ ἡμῶν, οὓς ἐπὶ τοῦ βήματος τοῦδε ὁρᾶτε τοσούσδε καὶ τοιούσδε ἄνδρας ἀπὸ τῆς βουλῆς. ἔστι δὲ καὶ πλῆθος παρασκευῆς, ὅσον ἴστε, σίτου τε καὶ ὅπλων καὶ χρημάτων καὶ νεῶν καὶ συμμάχων κατά τε ἔθνη καὶ βασιλέας. ὥστε τί χρὴ τῷ λόγῳ παρακαλεῖν ἐς προθυμίαν τε καὶ ὁμόνοιαν, οὓς ἥ τε παρασκευὴ καὶ τὰ ἔργα κοινὰ ὄντα συνάγει; περὶ δὲ ὧν διαβάλλουσιν ἡμᾶς δύο ἄνδρες ἐχθροί, ἴστε μὲν αὐτὰ ἀκριβέστατα, καὶ διʼ αὐτὸ συστρατεύεσθε ἡμῖν ἑτοίμως, δοκεῖ δὲ καὶ νῦν ἐπεξελθεῖν ἔτι τὴν αἰτίαν, ἣ μάλιστα ἐπιδείκνυσι τοῦ πολέμου καλλίστην τε οὖσαν ἡμῖν καὶ δικαιοτάτην τὴν πρόφασιν.

“袍泽将士们,首先,我们共同的斗争将我们彼此以信任联结在一起;我们向你们许诺并已全部兑现的一切,也使我们紧密相连,这是对我们未来所许诺言的最大凭据。我们的希望寄托于英勇——不仅是身在前线的你们的英勇,也是我们——即你们在此讲坛之上所见的这许多来自元老院之卓越人士——的英勇。此外,如诸位所知,不论粮食、武器、军费、战船,抑或来自各族与诸王的外援,各类军备亦极为充裕。因此,既然军备与共同的事业已将大家紧紧联结,何须再以言辞激励大家奋勇同心?至于那两个仇敌对我们施加的中伤,诸位对此一清二楚,且正因如此,你们才欣然与我们同生共死;然而此刻似乎仍有必要再次陈述我们的缘由,这最能昭示我们这场战争的起因乃是至为光明、至为正义的。

§41291

ἡμεῖς γὰρ Καίσαρα ἐν μὲν τοῖς πολέμοις συστρατευόμενοί τε αὐτῷ μεθʼ ὑμῶν καὶ στρατηγοῦντες ἐπὶ μέγα ᾔρομεν καὶ φίλοι διετελοῦμεν ὄντες, ὡς μὴ δοκεῖν αὐτὸν διʼ ἔχθραν ὑφʼ ἡμῶν ἐπιβεβουλεῦσθαι. τὰ δὲ ἐς τὴν εἰρήνην ἐπίμεμπτος ἦν, οὐχ ἡμῖν τοῖς φίλοις, ἐπεὶ κἀν τούτοις προετιμώμεθα, ἀλλὰ τοῖς νόμοις καὶ τῷ κόσμῳ τῆς πολιτείας, ὧν οὐδεὶς νόμος οὔτε ἀριστοκρατικὸς κύριος οὔτε δημοτικὸς ἔτι ἦν·3 ἅπερ ἅπαντα οἱ πατέρες ἡμῶν ἥρμοσαν, ὅτε τοὺς βασιλέας ἐκβαλόντες ἐπώμοσαν καὶ ἐπηράσαντο οὐκ ἀνέξεσθαι βασιλέων ἐς τὸ μέλλον ἑτέρων. ᾧ τινι ὅρκῳ βοηθοῦντες οἱ τῶν ὀμωμοκότων ἔκγονοι καὶ τὰς ἀρὰς ἀπερύκοντες ἀφʼ ἑαυτῶν οὐχ ὑπεμείναμεν ἐς πολὺ περιιδεῖν ἕνα ἄνδρα, εἰ καὶ φίλος ἦν ἡμῖν καὶ χρήσιμος, τά τε κοινὰ χρήματα καὶ στρατόπεδα καὶ χειροτονίας ἀρχῶν ἀπὸ τοῦ δήμου καὶ ἡγεμονίας ἐθνῶν ἀπὸ τῆς βουλῆς ἐς ἑαυτὸν περιφέροντα καὶ νόμον ἀντὶ τῶν νόμων καὶ κύριον ἀντὶ τοῦ δήμου καὶ αὐτοκράτορα ἀντὶ τῆς βουλῆς γιγνόμενον ἐς ἅπαντα.

在战乱之时,我们与诸位一同随恺撒征战,身为统帅将他推向显赫之位,始终与他保持友谊,因而不能认为他是出于仇怨而遭我们谋算。然而在和平时期,他的所作所为却难逃责难,这并非针对我们这些朋友——因为即便在和平时我们亦备受优待——而是针对法律与国家的宪政体制;在其中,无论是贵族政体的法律还是平民政体的法律,都已不再具有效力。这一切制度皆由我们的先祖所确立,当年他们驱逐诸王,起誓立咒,誓言未来永不容忍其他君王统治。作为立誓之先人的子孙,为捍卫这庄严的誓言,并使诅咒不降临于自身,我们绝不能长久坐视一人——即便他是我们的朋友和恩人——将公共钱财、军队、平民选举官员之权以及元老院统治行省之权尽数揽于己手,在一切事务上成为替代法律的法律、替代平民的主宰、以及替代元老院的独裁者。”

语法注3 条
  1. 41289τοὺς πλέονας ἐστρατευμένους

    该宾格分词短语同位修饰前文的代词 αὐτούς(指代士兵)。与与格 Γαΐῳ... Καίσαρι 搭配,表示“他们中的绝大多数人曾随盖乌斯·恺撒从军”这一背景事实,用以阐明后文 μή 从句所引出的担忧(唯恐军士倒向年轻的屋大维)的根源。

  2. 41289τοσῶνδε στρατηγοῦσιν

    与格分词短语,与前文的 ἀμφοτέροις(指布鲁图与卡西乌斯两位统帅)在性数格上保持一致。属格 τοσῶνδε 作动词 στρατηγέω 所支配的宾语(指其统率的大军),表原因或伴随状态:“因统领如此规模的大军 / 对统领如此众军的二将而言”。

  3. 41291ὧν οὐδεὶς νόμος οὔτε ἀριστοκρατικὸς κύριος οὔτε δημοτικὸς ἔτι ἦν

    关系代词 ὧν 为部分属格,先行词是前面的 τοῖς νόμοις καὶ τῷ κόσμῳ τῆς πολιτείας(法律与国家体制)。句中 οὐδεὶς νόμος 为主语,οὔτε ἀριστοκρατικὸς ... οὔτε δημοτικός 作同位语式分类限定,κύριος 为表语形容词,全句结构为“在其中,无论是贵族政体的法律还是平民政体的法律,都无一再具有效力(κύριος)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:41289-41291