- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:41186-41188
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒安抚意大利南部城镇后赶赴布伦特西乌姆,突破穆尔库斯的骚扰将全军运抵马其顿。与此同时,三巨头先遣军扼守色雷斯要隘,布鲁图与卡西乌斯则集结庞大联军进逼,双方战局一触即发。
ὁ δὲ Καῖσαρ ἐπελθὼν Ῥηγίνοις μὲν καὶ Ἱππωνεῦσι μεγάλας πίστεις αὐτὸς ἔδωκεν ἀναλύσειν αὐτοὺς ἐκ τῶν ἐπινικίων1 (ἐδεδίει γὰρ ὄντας ἐπὶ τοῦ πορθμοῦ μάλιστα), καλοῦντος δʼ αὐτὸν Ἀντωνίου κατὰ σπουδὴν διέπλει πρὸς αὐτὸν ἐς τὸ Βρεντέσιον, ἐν ἀριστερᾷ ἔχων Σικελίαν καὶ Πομπήιον καὶ Σικελίαν ὑπερθέμενος2 ἐν τῷ τότε. Μοῦρκος δὲ ἐπιόντος τοῦ Καίσαρος, ἵνα μὴ ἐν μέσῳ γένηται Ἀντωνίου τε καὶ Καίσαρος, μικρὸν ἀναχωρήσας τοῦ Βρεντεσίου, τὰς ὁλκάδας ἐφύλασσεν ἐν τῷ πόρῳ τὸν στρατὸν ἐς Μακεδονίαν ἐκ τοῦ Βρεντεσίου διαφερούσας. αἱ δὲ προεπέμποντο μὲν ὑπὸ τριήρων, πνεύματος δὲ πολλοῦ κατὰ θεὸν οἰκείου γενομένου διέπτησαν ἀδεῶς, οὐδὲν τῶν προπομπῶν δεηθεῖσαι. καὶ ὁ Μοῦρκος ἀχθόμενος ὅμως ἐφήδρευεν ἐπανιούσαις κεναῖς. αἱ δὲ καὶ τότε, καὶ αὖθις ἕτερον στρατὸν ἄγουσαι, διέπλεον ἱστίοις στρογγύλοις, μέχρι πᾶς ὁ στρατὸς καὶ ἐπʼ αὐτῷ Καῖσάρ τε καὶ Ἀντώνιος διέπλευσαν. καὶ ὁ Μοῦρκος ὑπό του δαιμόνων βεβλάφθαι νομίζων, ὑπέμενεν ὅμως τὰς ἐκ τῆς Ἰταλίας αὐτοῖς διαπλεούσας παρασκευὰς ἢ τροφὰς ἢ τὸν ἐπισυλλεγόμενον στρατὸν βλάπτων, ὅσα δύναιτο. καὶ αὐτῷ Δομίτιος Ἀηνόβαρβος ὑπὸ τῶν ἀμφὶ τὸν Κάσσιον ἐς τὸ αὐτὸ ἔργον, ὡς χρησιμώτατον δή, μετὰ νεῶν ἄλλων πεντήκοντα καὶ τέλους ἑτέρου καὶ τοξοτῶν ἐπέμφθη· ὡς γὰρ οὐκ ἔχουσι τοῖς ἀμφὶ τὸν Καίσαρα τροφὰς δαψιλεῖς ἑτέρωθεν ἐδόκει τὰ ἐκ τῆς Ἰταλίας διακλείσειν.3
凯撒亲赴雷吉翁与希波尼乌姆,向当地居民作出庄重许诺,保证将他们从战胜军的犒赏封地中豁免(因为他们扼守海峡,令凯撒最为忌惮);然而安东尼紧急相召,凯撒遂将西西里与庞培留在左侧,暂时搁置西西里战事,渡海前往布伦特西乌姆与安东尼会合。穆尔库斯见凯撒推进,为免陷入安东尼与凯撒的夹击之中,便从布伦特西乌姆稍稍后撤,在水道中监视由布伦特西乌姆运兵前往马其顿的运输船。这些运输船原由三列桨座战船护航,但在神意相助下一阵强劲顺风吹起,它们毫无畏惧地疾驶而过,丝毫不需护航舰的协助。穆尔库斯虽感恼恨,仍埋伏等候空船返航。然而运输船即便在那时以及随后运送另一支军队时,仍张满风帆航行,直到全军以及随后凯撒与安东尼本人尽数渡海完毕。穆尔库斯自认遭到神明阻挠,但仍留驻当地,极力破坏从意大利运往他们那里的军需、粮草或新征集的人员。卡西乌斯一方鉴于此举极为有用,亦派遣多米提乌斯·阿赫诺巴布斯率领另外五十艘战船、一个军团及弓箭手前来共襄此举;因为凯撒一方从别处得不到丰足的粮食,截断来自意大利的补给被视为最上策。
οἱ μὲν δὴ ναυσί τε μακραῖς ἑκατὸν καὶ τριάκοντα καὶ ὑπηρετικαῖς πλέοσι καὶ στρατῷ πολλῷ διαπλέοντες ἠνώχλουν, Δεκίδιος δὲ καὶ Νωρβανός οὓς ὁ Καῖσαρ καὶ Ἀντώνιος μετὰ ὀκτὼ τελῶν ἐς Μακεδονίαν προεπεπόμφεσαν, ἐκ Μακεδονίας ἐχώρουν ἐπὶ Θρᾴκης τῆς ὀρείου χιλίους καὶ πεντακοσίους σταδίους, μέχρι πόλιν ὑπερβάντες Φιλίππους τὰ στενὰ Κορπίλων καὶ Σαπαίων, τῆς Ῥασκουπόλιδος ὄντα ἀρχῆς, κατέλαβον, ᾗ μόνῃ διελθεῖν ἔστιν ἐς τὴν Εὐρώπην ἐκ τῆς Ἀσίας τὴν γνώριμον ὁδόν. καὶ τοῦτο τοῖς ἀμφὶ τὸν Κάσσιον, ἐς Σηστὸν ἐξ Ἀβύδου περάσασι, πρῶτον ἀντεκεκρούκει. Ῥασκούπολις δὲ καὶ Ῥάσκος ἤστην ἀδελφὼ Θρᾳκίω βασιλίσκω, μιᾶς ἄρχοντε χώρας, οἳ τότε τῇ γνώμῃ περὶ τῆς συμμαχίας διεφέροντο. καὶ Ῥάσκος μὲν τοῖς ἀμφὶ τὸν Ἀντώνιον συνεμάχει, Ῥασκούπολις δὲ τοῖς ἀμφὶ τὸν Κάσσιον, τρισχιλίους ἱππέας ἔχων ἑκάτερος. πυνθανομένοις δὲ τοῖς ἀμφὶ τὸν Κάσσιον περὶ τῶν ὁδῶν ὁ Ῥασκούπολις ἔφη τὴν μὲν διʼ Αἴνου καὶ Μαρωνείας ἐπίτομόν τε καὶ συνήθη καὶ λεωφόρον οὖσαν ἐπὶ τὰ Σαπαίων στενὰ ἄγειν, κατεχόντων δὲ αὐτὰ τῶν πολεμίων ἀμήχανα ἐς δίοδον εἶναι, τὴν δὲ περίοδον τριπλασίονά τε καὶ χαλεπήν.
当他们以一百三十艘战船、多艘辅助船及大批兵力巡航骚扰之际,凯撒与安东尼先前派往马其顿的八个军团的统领德基迪乌斯与诺尔巴努斯,已由马其顿向色雷斯山区推进了一千五百斯塔德,直至越过腓立比城,占领了属于拉斯库波利斯统治领地的科尔皮洛伊与萨派奥伊狭道——这是从亚洲进入欧洲唯一公认的要道。这构成了卡西乌斯一部自阿比多斯渡至塞斯托斯后所遭遇的首要阻碍。拉斯库波利斯与拉斯库斯乃色雷斯小王兄弟,共治一国,当时在结盟意向上产生分歧。拉斯库斯结盟于安东尼,拉斯库波利斯则结盟于卡西乌斯,各拥骑兵三千。当卡西乌斯一方探问行军路线时,拉斯库波利斯表示,经由埃努斯和马罗内亚的道路虽然便捷、平坦且为常行大路,却直通萨派奥伊隘口,因敌军扼守而无法通行;而迂回绕行之路不仅路程长达三倍,且极难跋涉。
οἱ δὲ τοὺς πολεμίους ὑπολαβόντες οὐκ ἐς κώλυσιν μὲν ὁδῶν αὑτοῖς ἀπαντᾶν, τροφῶν δὲ ἀπορίᾳ ἐς Θρᾴκην ἀντὶ Μακεδονίας ὑπερβῆναι, ἐβάδιζον ἐπὶ Αἴνου καὶ Μαρωνείας, ὅθεν ἐπὶ Λυσιμαχείας τε καὶ Καρδίας, αἳ τὸν ἰσθμὸν τῆς Θρᾳκίου χερρονήσου διαλαμβάνουσιν ὥσπερ πύλαι, μετὰ δὲ ἄλλην ἡμέραν ἐς τὸν Μέλανα κόλπον ἀφίκοντο. καὶ τὸν στρατὸν ἐξετάζουσιν αὐτοῖς ἐγένοντο πάντες ὁπλιτῶν ἐννεακαίδεκα τέλη, Βρούτου μὲν ὀκτώ, Κασσίου δὲ ἐννέα, ἐντελὲς οὐδέν, ἀλλʼ ἐς δύο που τέλη μάλιστα ἀναπληρούμενα,4 ὡς γίνεσθαι μυριάδας ὁπλιτῶν ἀμφὶ τὰς ὀκτώ. ἱππέες δὲ ἦσαν Βρούτῳ μὲν Κελτοὶ καὶ Λυσιτανοὶ τετρακισχίλιοι καὶ Θρᾷκες καὶ Ἰλλυριοὶ Παρθηνοὶ καὶ Θεσσαλοὶ δισχίλιοι, Κασσίῳ δὲ Ἴβηρές τε καὶ Κελτοὶ δισχίλιοι καὶ ἱπποτοξόται Ἄραβές τε καὶ Μῆδοι καὶ Παρθυαῖοι τετρακισχίλιοι. σύμμαχοι δὲ εἵποντο βασιλέες καὶ τετράρχαι Γαλατῶν τῶν ἐν Ἀσίᾳ, πεζόν τε ἄγοντες πολὺν ἄλλον καὶ ἱππέας ὑπὲρ πεντακισχιλίους.
然而他们料想敌军并非为了封锁道路而前来迎堵自己,而是因粮荒才由马其顿转入色雷斯,遂向埃努斯和马罗内亚进发,由此进至扼守色雷斯奇索尼苏斯地峡如门户一般的利西马基亚与卡尔狄亚,又过了一日抵达墨拉斯海湾。当他们检阅军队时,重步兵总计达十九个军团,其中布鲁图麾下有八个,卡西乌斯麾下有九个,无一足额,大致缺少相当于两个军团的兵力,故重步兵实际总人数约为八万人。骑兵方面,布鲁图拥有四千名凯尔特与卢西塔尼亚骑兵,以及两千名色雷斯人、帕尔提诺伊伊利里亚人与色萨利人;卡西乌斯则拥有两千名伊比利亚与凯尔特骑兵,以及四千名阿拉伯、米底与帕提亚骑射手。此外还有小亚细亚加拉太各王公与四领主率众结盟相随,率领大量其他步兵与五千余名骑兵。
- 41186ἀναλύσειν αὐτοὺς ἐκ τῶν ἐπινικίων
动词 ἀναλύω 与介词 ἐκ 连用,表示“免除、使脱离”。τῶν ἐπινικίων 为中性复数属格作名词使用,呼应前文的“αἱ ἐς ἐπινίκια τοῖς στρατοῖς ἐπηγγελμέναι”(被许诺作为军队凯旋封赏之地的城邦),意指免除将两座城市的土地没收并充当退伍军团的赏赐。
- 41186Σικελίαν ὑπερθέμενος
动词 ὑπερτίθημι 的中间态不定过去时分词 ὑπερθέμενος 为习语用法,意为“延后、推迟”。承接前面的“ἐν ἀριστερᾷ ἔχων Σικελίαν καὶ Πομπήιον”(将西西里与庞培置于左侧),表明凯撒在军事战略上决定暂时搁置对西西里及庞培的征讨,优先渡海前往马其顿。
- 41186ὡς γὰρ οὐκ ἔχουσι τοῖς ἀμφὶ τὸν Καίσαρα τροφὰς δαψιλεῖς ἑτέρωθεν ἐδόκει τὰ ἐκ τῆς Ἰταλίας διακλείσειν
主句的核心是非人称动词 ἐδόκει 与不定式 διακλείσειν(“切断……被认为是上策”)。句首的 ὡς 与现在分词阳性复数与格 ἔχουσι 连用表主观原因(“因凯撒一方从别处得不到充足给养”),ἔχουσι 与充当 διακλείσειν 的不利与格(或关系与格)τοῖς ἀμφὶ τὸν Καίσαρα 性数格一致。句子采用了明显的倒装(hyperbaton),将原因句与与格补足语前置,而 διακλείσειν 的直接宾语则是 τὰ ἐκ τῆς Ἰταλίας(“来自意大利的物资”)。
- 41188ἐντελὲς οὐδέν, ἀλλʼ ἐς δύο που τέλη μάλιστα ἀναπληρούμενα
省略联系动词(ἦν)的名词性短语结构。“无一军团满员(ἐντελὲς οὐδέν),缺额总计大约相当于两个军团”。这解释了上下文的数字出入:前文虽称重步兵共十九个军团,但布鲁图辖八个、卡西乌斯辖九个(实为十七个),重步兵总计约八万人(相当于常规满编各军团扣减两军团之兵力)。ἀναπληρούμενα 为中被动现在分词,表示将各军团缺额合并计算或拼凑补充之意。
