← 阿庇安

内战记

§41183-41185

小庞培占领西西里与海战胜利

小庞培在伊比利亚壮大势力并夺取西西里,随后在墨西拿海峡附近的海战中击退了凯撒麾下萨尔维迪埃努斯所率的舰队。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41183

ὧδε δὲ εἶχε καὶ τὰ περὶ Πομπήιον. νεώτερος ὢν ὅδε τῶν Μάγνου Πομπηίου παίδων ὑπερώφθη μὲν τὰ πρῶτα ὑπὸ Γαΐου Καίσαρος περὶ Ἰβηρίαν, ὡς οὐδὲν μέγα διὰ νεότητα καὶ ἀπειρίαν ἐργασόμενος, καὶ ἠλᾶτο περὶ τὸν ὠκεανὸν λῃστεύων σὺν ὀλίγοις καὶ λανθάνων, ὅτι εἴη Πομπήιος. πλεόνων δὲ ἐς τὸ λῃστεύειν αὐτῷ συνιόντων χείρ τε ἦν ἤδη καρτερὰ καὶ ἐξεφαίνετο Πομπήιος ὤν. καὶ αὐτίκα, ὅσοι τοῦ πατρὸς ἢ τοῦ ἀδελφοῦ στρατιῶται γεγονότες ἠλῶντο, ὡς ἐς οἰκεῖον ἡγεμόνα συνέτρεχον, καὶ Ἀραβίων ἐκ Λιβύης ἀφίκετʼ αὐτῷ, ἀφῃρημένος τὰ πατρῷα, ὥς μοι προείρηται. ὧδε δὲ αὐτῷ πλήθους γενομένου, ἔργα τε ἦν ἤδη λῃστηρίου δυνατώτερα καὶ ὄνομα τοῦ Πομπηίου ἀνὰ ὅλην τὴν Ἰβηρίαν, εὐρυτάτην ἐθνῶν οὖσαν, περιθέοντός τε καὶ μεθιπταμένου καὶ ἐς χεῖρας οὐχ ὑπομένοντος ἐλθεῖν1 τοῖς ἡγουμένοις αὐτῆς ὑπὸ Γαΐῳ Καίσαρι. ὧν ὁ Γαίος πυνθανόμενος ἔπεμπε σὺν στρατῷ πλέονι Καρρίναν ἐκπολεμήσοντα Πομπήιον. ὁ δὲ καὶ τούτῳ, κουφότερος ὤν, ἐπεφαίνετο ἄφνω καὶ ἀφιπτάμενος ἠνώχλει καὶ πόλεις ἤδη τινὰς ᾕρει βραχυτέρας τε καὶ μείζους.

关于庞培的局势大体如下。他是庞培大帝的幼子,起初在伊比利亚受到盖约·凯撒的轻视,凯撒认为他年少且缺乏经验,绝不可能有所作为;因此他率少数人沦为海盗在海洋一带流窜,隐瞒自己是庞培之子。但随着前来入伙行劫的人愈来愈多,他的队伍日益强盛,他是庞培的身份也逐渐公开。随即,所有曾在他父亲或兄长麾下为兵而流浪各地的人,都像奔赴自己真正的首领一般归附于他;阿拉比昂正如我前文所述,在丧失父祖产业后,也自利比亚前来投奔。当庞培如此聚集起大批部众时,其行事早已超出了盗匪的声势,庞培之名响彻整个伊比利亚——这一诸族中最辽阔之邦。他四处驰骋,频繁变动行踪,避免与盖约·凯撒麾下的当地将领正面交锋。盖约得知此事后,派遣卡里纳斯率领更多军队前去彻底清剿庞培。但庞培由于行动更为轻捷,往往猝不及防地出现,随即又飘然而去以骚扰对方,并且已经攻占了若干大小城镇。

§41184

καὶ ὁ Γάιος ἔπεμψε τῷ Καρρίνᾳ διάδοχον Ἀσίνιον Πολλίωνα πολεμεῖν Πομπηίῳ. ὅν τινα πόλεμον αὐτῶν ὁμοίως διαφερόντων, ὅ τε Γάιος Καῖσαρ ἀνῃρέθη καὶ ἡ βουλὴ κατεκάλει Πομπήιον. ὁ δὲ ἐν Μασσαλίᾳ γενόμενος περιεσκόπει ἔτι τὰ ἐν Ῥώμῃ. αἱρεθεὶς δὲ καὶ τῆς θαλάσσης ἄρχειν, καθὰ ἦρχεν αὐτοῦ καὶ ὁ πατήρ, ἐς μὲν τὴν πόλιν οὐδʼ ὣς ἀνῆλθεν, ὅσαι δὲ νῆες ἐν τοῖς λιμέσιν ἦσαν, λαβὼν ἐξέπλευσε σὺν αἷς εἶχεν ἀπὸ τῆς Ἰβηρίας. ἐπιγενομένης δὲ τῆς τῶν τριῶν ἀρχῆς ἐς Σικελίαν διέπλευσε καὶ Βιθυνικὸν ἄρχοντα αὐτῆς, οὐ παριέντα οἱ τὴν νῆσον, ἐπολιόρκει, μέχρι προγραφέντες ἐπὶ θανάτῳ καὶ φυγόντες ἐκ Ῥώμης Ἵρτιός τε καὶ Φάννιος ἔπεισαν ἐκστῆναι Πομπηίῳ Βιθυνικὸν Σικελίας.

盖约遂派阿西尼乌斯·波利奥接替卡里纳斯去同庞培作战。正当他们胜负未分之际,盖约·凯撒遇刺身亡,元老院召回了庞培。庞培抵达马西利亚后,仍在审慎观望罗马的局势。尽管他被任命统领海洋——一如当年其父所统领的那样——但他仍未进入罗马城,而是夺取了各港口现存的所有战船,与其从伊比利亚带来的船队一同出航。待三巨头统治建立后,他横渡至西西里,并围攻拒不让出该岛的行省总督比提尼库斯,直到被判死刑公敌而逃离罗马的希尔提乌斯与凡尼乌斯劝说比提尼库斯将西西里让给庞培为止。

§41185

ὧδε μὲν ὁ Πομπήιος Σικελίας ἐκράτησε, καὶ ναῦς ἔχων καὶ νῆσον ἐπικειμένην τῇ Ἰταλίᾳ καὶ στρατὸν ἤδη πολύν, ὅσον τε πρότερον εἶχε καὶ ὅσον οἱ φεύγοντες ἐκ Ῥώμης ἐλεύθερον ἢ δοῦλον ἦγον ἢ αἱ πόλεις ἐξ Ἰταλίας ἔπεμπον αὐτῷ, αἱ ἐς ἐπινίκια τοῖς στρατοῖς ἐπηγγελμέναι.2 ταῖς γὰρ δὴ γνώμαις αἵδε μάλιστα τὴν νίκην τῶν τριῶν ἀνδρῶν ἀπεύχοντο καί, ὅσα δύναιντο, κρύφα ἀντέπρασσον· ἀποδιδράσκοντές τε τῶν πατρίδων ὡς οὐκέτι πατρίδων οἱ δυνάμενοι συνέφευγον ἐς Πομπήιον, ἀγχοτάτω τε ὄντα καὶ περιφίλητον ἅπασιν ἐν τῷ τότε. παρῆσαν δʼ αὐτῷ καὶ ναυτικοὶ ἄνδρες ἐκ Λιβύης καὶ Ἰβηρίας, ἔμπειροι θαλάσσης, ὥστε καὶ ἡγεμόσι καὶ ναυσὶ καὶ πεζῷ καὶ χρήμασιν ὁ Πομπήιος ἐπῆρτο. καὶ τούτων ὁ Καῖσαρ ἐπήκοος ὢν ἔπεμπε Σαλουιδιηνὸν ἐπὶ νεῶν στόλου, Πομπήιον ὡς εὐχερὲς ἔργον ἐξελεῖν παραπλέοντα· καὶ αὐτὸς ᾔει διὰ τῆς Ἰταλίας ὡς αὐτῷ Σαλουιδιηνῷ συμβολήσων περὶ Ῥήγιον. Σαλουιδιηνῷ δʼ ὁ Πομπήιος ἀπαντᾷ μεγάλῳ στόλῳ, καὶ πρὸ τοῦ πορθμοῦ ναυμαχίας ἀμφὶ τὸ Σκύλλαιον αὐτοῖς γενομένης αἱ μὲν τοῦ Πομπηίου νῆες, κουφότεραί τε οὖσαι καὶ ναυτικωτέρων ἀνδρῶν, ταχυτῆτι καὶ ἐμπειρίᾳ προῦχον, αἱ δὲ Ῥωμαίων ἅτε βαρύτεραι καὶ μείζους ἐμόχθουν. ὡς δʼ ὁ συνήθης τοῦ πορθμοῦ κλύδων ἐπεγίγνετο καὶ διεσπᾶτο ἡ θάλασσα ἐφʼ ἑκάτερα ὑπὸ τοῦ ῥοῦ, οἱ μὲν ἧσσον ἐμόχθουν ὑπὸ ἔθους τοῦ κλύδωνος, οἱ δʼ ἀμφὶ τὸν Σαλουιδιηνόν, οὔτε ἑστῶτες βεβαίως ὑπὸ ἀηθείας οὔτε τὰς κώπας ἔτι ἀναφέρειν δυνάμενοι οὔτε τὰ πηδάλια ἔχοντες εὐπειθῆ, συνεταράσσοντο, ὥστε κλίνοντος ἐς δείλην ἑσπέραν ἤδη τοῦ θεοῦ3 πρότερος ὁ Σαλουιδιηνὸς ἀνεκάλει. ὑπεχώρει δὲ καὶ ὁ Πομπήιος. νῆες δὲ ἑκατέρων ἴσαι διεφθάρατο, καὶ τὰς λοιπὰς λελωβημένας τε καὶ πεπονημένας ὁ Σαλουιδιηνὸς ἐπεσκεύαζεν, ὑποχωρήσας ἐς λιμένα πρὸ τοῦ πορθμοῦ Βαλαρόν.

庞培便以此方式夺取了西西里,拥有了战船、扼守意大利的岛屿以及一支庞大的军队,其中包括他原有的兵力,以及从罗马逃难者带来的自由民或奴隶,抑或意大利各城邦派遣给他的兵士——这些城邦曾被预许划作军队的凯旋封赏地。因为在内心深处,这些城邦最盼望三巨头战败,并在暗中尽其所能加以破坏;凡有能力者都逃离自己的故乡,视其不再为家园,争相投奔庞培,因为在当时他离得最近且深受众人爱戴。此外,来自利比亚和伊比利亚熟悉航海的水手也聚集在他身边,使得庞培在将领、战船、步兵和资金方面皆威势大振。凯撒闻知这一切后,派萨尔维迪埃努斯率舰队出征,以为在航行途中顺带消灭庞培乃轻而易举之事;凯撒本人亦取道意大利陆路,打算在雷吉翁一带与萨尔维迪埃努斯会师。然而庞培率大舰队迎战萨尔维迪埃努斯,在海峡入口斯库莱翁附近爆发的海战中,庞培的战船更为轻捷,水手航海经验亦更丰富,因而在速度与技艺上占尽优势;反观罗马人的船只因较重较大而吃尽苦头。及至海峡惯有的惊涛骇浪涌起,海水被海流向两侧撕扯之际,庞培部众因习惯风浪受害较浅,而萨尔维迪埃努斯的部下由于生疏,既站不稳脚跟,也无法再提起船桨,舵机亦不受使唤,顿时陷入混乱。于是当太阳已斜向傍晚时分,萨尔维迪埃努斯率先吹响撤退的号角。庞培亦领兵退去。双方被毁的船只数量相等,萨尔维迪埃努斯退入海峡前的巴拉鲁斯港,修整其余残破受损的战船。

语法注3 条
  1. 41183ὄνομα τοῦ Πομπηίου ἀνὰ ὅλην τὴν Ἰβηρίαν, εὐρυτάτην ἐθνῶν οὖσαν, περιθέοντός τε καὶ μεθιπταμένου καὶ ἐς χεῖρας οὐχ ὑπομένοντος ἐλθεῖν

    分词 περιθέοντος、μεθιπταμένου 与 οὐχ ὑπομένοντος 在语法上为属格,修饰属格名词 Πομπηίου(即依附于 ὄνομα 之上,意为“庞培……的名声”)。虽然该分句的主语是 ὄνομα(名声),但这些属格分词生动地描述了庞培本人飞驰换阵、规避正面交锋的游击战术,而非独立属格结构。

  2. 41185αἱ ἐς ἐπινίκια τοῖς στρατοῖς ἐπηγγελμέναι

    完成时被动分词 ἐπηγγελμέναι 修饰前行的先行词 αἱ πόλεις(“被许诺的各城邦”)。此处指三巨头为了犒劳老兵,预先指定并承诺作为战胜分赏土地的意大利各城邦。

  3. 41185κλίνοντος ἐς δείλην ἑσπέραν ἤδη τοῦ θεοῦ

    此为独立属格结构。这里的 ὁ θεός 在语境中习惯性指代“太阳”(或太阳神/天色)。动词 κλίνω 表示太阳倾斜西沉,整句意为“当太阳已向傍晚时分倾斜之际”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:41183-41185