- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:41081-41082
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布鲁图斯迫使帕塔拉不战而降并征收资财,米拉与吕基亚同盟亦相继归顺,使他得以在阿比多斯集结兵力;与此同时,穆尔库斯封锁布林迪西,阻截了安东尼的渡海行动。
Βροῦτος δὲ ἐς Πάταρα ἀπὸ Ξάνθου κατῄει, πόλιν ἐοικυῖαν ἐπινείῳ Ξανθίων, καὶ περιστήσας αὐτοῖς τὸν στρατὸν ἐκέλευσεν ἐς πάντα ὑπακούειν ἢ τὰς Ξανθίων συμφορὰς προσδέχεσθαι· προσήγοντό τε αὐτοῖς οἱ Ξάνθιοι ὀδυρόμενοι τὰ σφέτερα καὶ παραινοῦντες ἀμείνονα βουλεύσασθαι. Ξανθίοις δὲ οὐδὲν ἀποκριναμένων πω τῶν Παταρέων,1 ἐδίδου τὸ λοιπὸν αὐτοῖς τῆς ἡμέρας ἐς σκέψιν καὶ ἀνεχώρει. ἅμα δὲ ἡμέρᾳ προσῆγεν. οἱ δὲ ἀπό τε τῶν τειχῶν ἐβόων ὑπακούειν, ἐς ὅ τι βούλοιτο, καὶ τὰς πύλας ἀνεῴγνυον. ὁ δʼ ἐσελθὼν ἔκτεινε μὲν οὐδένα οὐδʼ ἐξήλασε, χρυσὸν δὲ καὶ ἄργυρον, ὅσον ἡ πόλις εἶχε, συνενεγκὼν ἐκέλευε καὶ τὸν ἰδιωτικὸν ἑκάστους ἐσφέρειν ὑπὸ ζημίαις καὶ μηνύμασιν, οἵοις καὶ Κάσσιος ἐκήρυξεν ἐν Ῥόδῳ. καὶ οἱ μὲν ἐσέφερον, θεράπων δὲ τὸν δεσπότην ἐμήνυσε χρυσίον κρύψαι καὶ πεμφθέντι λοχαγῷ τὸ χρυσίον ἔδειξεν. ἀγομένων δὲ ἁπάντων ὁ μὲν δεσπότης ἐσιώπα, ἡ δὲ ἐκείνου μήτηρ περισῴζουσα τὸν υἱὸν εἵπετο, βοῶσα αὐτὴ τὸ χρυσίον κρύψαι. ὁ δὲ οἰκέτης, οὐδὲ ἀνερωτώμενος, τὴν μὲν ἤλεγχε ψευδομένην, τὸν δὲ κρύψαντα. καὶ ὁ Βροῦτος τὸν μὲν νεανίαν ἀπεδέξατο τῆς σιωπῆς καὶ τὴν μητέρα τοῦ πάθους2 καὶ μεθῆκεν ἀμφοτέρους ἀπαθεῖς ἀπιέναι τὸ χρυσίον φερομένους, τὸν δὲ οἰκέτην ὡς πέρα τοῦ προστάγματος ἐπιβουλεύσαντα τοῖς δεσπόταις ἐκρέμασε.
布鲁图斯从克桑托斯下到帕塔拉,这是一座类似克桑托斯人海港的城市。他率军将城包围,命令他们事事服从,否则将面临克桑托斯人的厄运。克桑托斯人也被带到他们面前,哀陈自身的惨祸,劝告他们做出更为明智的抉择。由于帕塔拉人对克桑托斯人尚无任何答复,布鲁图斯便将当天余下的时间留给他们商议,随后撤兵。黎明时分,他再次引军上前。城上的人大声呼喊表示愿听从他的一切要求,并敞开了城门。进城之后,他没有杀戮一人,也没有流放一人,但在收缴了全城所有的金银之后,又下令个人也必须交出私有〔金银〕,其惩罚和告密赏金与卡西乌斯在罗得岛所宣布的完全相同。人们纷纷呈缴,但有一个奴仆告发其主人匿藏了黄金,并向派来的百夫长指出了那笔黄金。当所有人被押送前去时,主人默不作声,而他的母亲为保全儿子紧随其后,大声叫喊是她自己藏匿了黄金。那个家奴甚至未经审讯便指证母亲在说谎、实系儿子所藏。布鲁图斯赞赏年轻人的沉着默然,也赞赏母亲的慈爱深情,便准许二人带走黄金无恙离去,却将那个家奴施以绞刑,因其越过法令的限度图谋陷害主人。
τῷ δʼ αὐτῷ χρόνῳ καὶ Λέντλος ἐπιπεμφθεὶς Ἀνδριάκῃ Μυρέων ἐπινείῳ τήν τε ἅλυσιν ἔρρηξε τοῦ λιμένος καὶ ἐς Μύρα ἀνῄει. Μυρέων δέ, ἃ προσέτασσε, δεχομένων χρηματισάμενος ὁμοίως ἐς Βροῦτον ἐπανῄει. καὶ τὸ κοινὸν τὸ Λυκίων ἐς Βροῦτον ἐπρέσβευε, συμμαχήσειν τε ὑπισχνούμενοι καὶ ἐσοίσειν, ὅσα δύναιντο. ὁ δὲ αὐτοῖς ἐσφοράς τε ἐπέβαλε καὶ Ξανθίων τοὺς ἐλευθέρους ἀπεδίδου τῇ πόλει καὶ τὸ ναυτικὸν τὸ Λυκίων ἅμα ταῖς ἄλλαις ναυσὶν ἐκέλευε περιπλεῖν ἐς Ἄβυδον, ἔνθα καὶ τὸ πεζὸν αὐτὸς ἦγε καὶ Κάσσιον ἐξ Ἰωνίας ἀνέμενεν, ὡς ἐς Σηστὸν ὁμοῦ διαβαλοῦντες.3 Μοῦρκος δὲ ἐν Πελοποννήσῳ ναυλοχῶν Κλεοπάτραν, ἐπειδὴ ἔμαθεν αὐτὴν ὑπὸ χειμῶνος ἀμφὶ τῇ Λιβύῃ βλαβεῖσαν καὶ τὰ ναυάγια εἶδε μέχρι τῆς Λακωνικῆς ἐκφερόμενα καὶ σὺν ἀρρωστίᾳ μόλις αὐτὴν ἐς τὰ ἑαυτῆς ἐπανιοῦσαν, ἵνα μὴ διʼ ἀπραξίας εἴη μετὰ τοσοῦδε στόλου, διέπλευσεν ἐπὶ Βρεντεσίου καὶ ἐς τὴν ἐπικειμένην τῷ λιμένι νῆσον ὁρμισάμενος ἐκώλυε τὴν ὑπόλοιπον τῶν πολεμίων στρατιὰν ἢ ἀγορὰν ἐς Μακεδονίαν περαιοῦσθαι. καὶ αὐτὸν ὁ Ἀντώνιος ἀπεμάχετο ναυσὶ μακραῖς, ὅσαις εἶχεν, ὀλίγαις· ἀπεμάχετο δὲ καὶ πύργοις, οὓς ἐπῆγεν ἐπὶ σχεδιῶν, ὅτε τὸν στρατὸν ὁλκάσιν ἐκπέμποι κατὰ μέρη,4 πνεῦμα ἀπὸ τῆς γῆς πολὺ φυλάσσων, ἵνα μὴ καταλαμβάνοιντο ὑπὸ τοῦ Μούρκου. κακοπαθῶν δὲ ἐκάλει Καίσαρα, Πομπηίῳ Σέξστῳ κατὰ Σικελίαν περὶ αὐτῆς Σικελίας ναυμαχοῦντα.
与此同时,被派往米拉人海港安德里亚凯的伦图卢斯也切断了港口的铁锁,上行至米拉。在米拉人接受了他的指令后,他同样征集了钱财并返回布鲁图斯处。吕基亚同盟也派使者晋见布鲁图斯,承诺缔结同盟并尽可能缴纳资财。他遂向他们摊派贡金,将克桑托斯的自由民归还其城邦,并命令吕基亚舰队与其他船只一同绕航至阿比多斯;布鲁图斯本人亦率步兵前往该地,等待从伊奥尼亚赶来的卡西乌斯,以便合兵横渡至塞斯托斯。另一方面,在伯罗奔尼撒附近设伏监视克利奥帕特拉的穆尔库斯获悉她在利比亚海面遭遇风暴受损,见到船骸漂流至拉科尼卡,且得知她本人亦身染重疾勉强返回本国;为了不率领如此庞大的舰队坐失时机,他便驶往布林迪西,停泊在扼守港口的岛屿旁,阻止敌军剩余的部队和补给渡海前往马其顿。安东尼用自己仅有的为数不多的战船与之抵抗;每当他用商船分批运送部队渡海时,便利用架在木筏上的塔楼进行防御,同时守候来自陆地的强风,以免部队被穆尔库斯拦截。陷入困境的安东尼遂向凯撒求援,而此时凯撒正为了争夺西西里而在该地与塞克斯图斯·庞培进行海战。
- 41081Ξανθίοις δὲ οὐδὲν ἀποκριναμένων πω τῶν Παταρέων
ἀποκριναμένων τῶν Παταρέων 为属格独立结构。Ξανθίοις 是分词 ἀποκριναμένων 所支配的与格间接宾语,意为“当帕塔拉人对克桑托斯人尚无任何答复之时”。
- 41081τῆς σιωπῆς καὶ τὴν μητέρα τοῦ πάθους
属格 τῆς σιωπῆς 与 τοῦ πάθους 与动词 ἀποδέχομαι(称赞、赞赏)连用,作原因属格(genitive of cause),表示称赞的原由(“因年轻人的沉默而赞许他,因母亲的深情而赞许她”)。
- 41082ὡς ἐς Σηστὸν ὁμοῦ διαβαλοῦντες
连词 ὡς 后接主格阳性复数未来时分词 διαβαλοῦντες,表达主句主语(布鲁图斯与卡西乌斯)的意图或目的(“打算一同渡海至塞斯托斯”)。
- 41082ὅτε τὸν στρατὸν ὁλκάσιν ἐκπέμποι κατὰ μέρη
由 ὅτε 引导的时间从句中使用希求式 ἐκπέμποι,属于表示过去反复行为的希求式(iterative optative),意指“每当他用商船分批运送部队时”。
