← 阿庇安

内战记

§411-414

后三头同盟的建立与公敌宣告的决定

特雷博尼乌斯与德基穆斯败亡后,凯撒、安东尼与雷必达在穆蒂纳附近的小岛上会晤,结成后三头同盟,商定瓜分行省、设立新职、向军队分发十八座意大利城市并实施公敌宣告;此时罗马城内凶兆频现。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§411

δύο μὲν δὴ Γαΐου Καίσαρος φονεῖς οὕτω δίκην, ἐν ταῖς σφετέραις αὐτῶν στρατηγίαις ἐκπολεμηθέντες, ἐδεδώκεσαν, Τρεβώνιος ἐν τῇ Ἀσίᾳ καὶ Δέκμος ἐν τῇ Κελτικῇ· ὅπως δὲ ἔδοσαν Κάσσιός τε καὶ Βροῦτος, οἳ καὶ μάλιστα τῆς ἐπιβουλῆς ἐπὶ τῷ Καίσαρι ἦρξαν, καὶ γῆς ἐκράτουν ἀπὸ Συρίας ἐπὶ Μακεδονίαν ἁπάσης, καὶ στρατὸς ἦν αὐτοῖς πολύς, ἱππικός τε καὶ ναυτικὸς καὶ ὁπλιτῶν ὑπὲρ εἴκοσι τέλη, καὶ νῆες ὁμοῦ καὶ χρήματα, ἡ τετάρτη τῶν ἐμφυλίων ἥδε ὑποδείκνυσιν.1 ἅμα δὲ τούτοις ἐγίγνοντο αἱ ἐν Ῥώμῃ τῶν ἐπὶ θανάτῳ προγραφέντων ἔρευναί τε καὶ εὑρέσεις καὶ παθήματα πάμπαν ἐπαχθῆ, οἷα οὔτε ἐπὶ Ἑλλήνων ἐν στάσεσιν ἢ πολέμοις οὔτʼ ἐπὶ Ῥωμαίων αὐτῶν ἐμνημονεύετο γενέσθαι, πλὴν ἐπὶ μόνου Σύλλα τοῦ πρώτου τοὺς ἐχθροὺς ἐς θάνατον προγράψαντος. Μάριος μὲν γὰρ ἐζήτει καὶ ἐκόλαζεν, οὓς εὕροι· Σύλλας δὲ ὑπὸ μισθοῖς τε μεγάλοις καὶ κολάσεσι τῶν ἐπικρυψάντων ὁμοίαις τὸν ἐντυχόντα κτείνειν προέγραφεν. καὶ τὰ μὲν ἀμφὶ Μάριόν τε καὶ Σύλλαν ἐν τοῖς περὶ ἐκείνων προείρηται, τὰ δὲ ἑξῆς οὕτως ἐγένετο.

就这样,盖乌斯·凯撒的刺客中有两人在各自管辖的行省内在战事中被击败,付出了代价:特雷博尼乌斯在亚细亚,德基穆斯在高卢。然而,作为谋刺凯撒的最主要发起者,控制着从叙利亚到马其顿的全部领地,拥有庞大的骑兵、舰队以及二十多个步兵军团,同时握有战舰和钱财的卡西乌斯与布鲁图斯究竟是如何遭报受罚的,本部《内战史》第四卷将予以阐明。与此同时,在罗马城内,针对被列入死亡公敌宣告名单之人展开了搜查、捕获以及极其沉重的苦难;这类惨状,无论是在希腊人的内讧或战争中,还是在罗马人自己的历史上,除开首位将政敌列入死亡公敌宣告的苏拉一人的时代之外,皆未曾有过记载。因为马略只是搜寻并惩处他所找到的人,而苏拉则悬以巨赏,并对窝藏者施以同样的惩罚,贴出告示任由相遇之人予以诛杀。关于马略与苏拉的详情在论及他们的篇章中已作交代,其后的事态则发展如下。

§412

Καῖσαρ μὲν καὶ Ἀντώνιος ἐς φιλίαν ἀπʼ ἔχθρας συνῄεσαν ἀμφὶ Μουτίνην πόλιν, ἐς νησῖδα τοῦ Λαβινίου ποταμοῦ βραχεῖάν τε καὶ ὑπτίαν, ἔχων ἑκάτερος ὁπλιτῶν τέλη πέντε· καὶ τάδε ἀλλήλοις ἀντικαθιστάντες ἐχώρουν σὺν τριακοσίοις ἑκάτερος ἐπὶ τὰς τοῦ ποταμοῦ γεφύρας. Λέπιδος δʼ αὐτὸς προελθὼν διηρεύνα τὴν νῆσον καὶ τῇ χλαμύδι κατέσειεν ἥκειν ἑκάτερον. οἱ δὲ ἐπὶ τῶν γεφυρῶν τοὺς τριακοσίους μετὰ τῶν φίλων ἀπολιπόντες ἐς τὸ μέσον ᾔεσαν ἐν περιόπτῳ, καὶ συνήδρευον οἱ τρεῖς, Καίσαρος ἐν μέσῳ διὰ τὴν ἀρχὴν προκαθίσαντος. δύο δὲ ἡμέραις ἕωθεν ἐς ἑσπέραν συνιόντες τάδε ἔκριναν· ἀποθέσθαι μὲν τὴν ὕπατον ἀρχὴν Καίσαρα καὶ Οὐεντίδιον αὐτὴν ἐς τὸ λοιπὸν τοῦ ἔτους μεταλαβεῖν, καινὴν δὲ ἀρχὴν ἐς διόρθωσιν τῶν ἐμφυλίων νομοθετηθῆναι Λεπίδῳ τε καὶ Ἀντωνίῳ καὶ Καίσαρι, ἣν ἐπὶ πενταετὲς αὐτοὺς ἄρχειν, ἴσον ἰσχύουσαν ὑπάτοις· ὧδε γὰρ ἔδοξεν ἀντὶ δικτατόρων ὀνομάσαι, διὰ τὸ δόγμα ἴσως τὸ Ἀντωνίου κωλῦον ἔτι γίγνεσθαι δικτάτορα. τοὺς δὲ ἀποφῆναι μὲν αὐτίκα τῆς πόλεως ἄρχοντας2 ἐς τὰ ἐτήσια ἐπὶ τὴν πενταετίαν, τὰς δὲ ἡγεμονίας τῶν ἐθνῶν νειμαμένους, ἔχειν Ἀντώνιον μὲν τὴν Κελτικὴν ἅπασαν ἄνευ τῆς συναφοῦς τοῖς Πυρηναίοις ὄρεσιν, ἣν παλαιὰν ἐκάλουν Κελτικήν· ταύτης δὲ Λέπιδον ἄρχειν καὶ Ἰβηρίας ἐπὶ ταύτῃ· Καίσαρι δὲ εἶναι Λιβύην καὶ Σαρδὼ καὶ Σικελίαν καὶ εἴ τις ἄλλη νῆσος ἐνταῦθα.

凯撒与安东尼在穆蒂纳城附近、拉维尼乌斯河上一座狭窄而平坦的江心小岛上,由仇隙转为结好而举行会晤。双方各率五个步兵军团,将部队在两岸相对陈列后,各自带领三百人走上河桥。雷必达亲自先行登上小岛进行搜查,并挥动斗篷示意两人前来。他们把三百名随从同朋友们留于桥头,步入中央醒目之地;三人共同坐定议事,凯撒因身居公职而居中就座。他们一连两天从早到晚进行会商,作出了如下决议:凯撒辞去执政官职位,由文提狄乌斯接任该年余下的任期;依照法律为雷必达、安东尼和凯撒设立一项旨在整顿内战秩序的新官职,由他们执掌五年,其权力与执政官相当——他们之所以决定以此命名而非称独裁官,大概是由于安东尼此前曾有禁止再设独裁官的法令所致;他们应立即指定未来五年内该城的历任年度政务官;分配各省的统治权,安东尼拥有除毗连比利牛斯山脉的部分之外的全部高卢(他们将毗连部分称为旧高卢);雷必达统治这块旧高卢以及与之毗邻的伊比利亚;凯撒则拥有利比亚、撒丁尼亚、西西里以及该处的其余岛屿。

§413

ὧδε μὲν τὴν Ῥωμαίων ἡγεμονίαν οἱ τρεῖς ἐνείμαντο ἐφʼ ἑαυτοῖς, τὰ πέραν ἄρα τοῦ Ἰονίου μόνα ὑπερθέμενοι διὰ Βροῦτον καὶ Κάσσιον κρατοῦντας ἔτι αὐτῶν, Κασσίῳ δὲ καὶ Βρούτῳ πολεμεῖν Ἀντώνιόν τε καὶ Καίσαρα· Λέπιδον γὰρ ὑπατεύειν ἐς τὸ μέλλον καὶ τῇ πόλει διὰ τὰς ἐν αὐτῇ χρείας ὑπομένειν, ἡγεμονεύοντα τῆς Ἰβηρίας διʼ ἑτέρων· τοῦ δὲ Λεπίδου στρατοῦ τρία μὲν αὐτὸν Λέπιδον ἔχειν ἐς τὰ ἐπὶ Ῥώμης, ἑπτὰ δὲ τέλη νείμασθαι Καίσαρα καὶ Ἀντώνιον, τρία μὲν Καίσαρα, τέσσαρα δὲ Ἀντώνιον, ὡς ἂν ἐς τὸν πόλεμον αὐτῶν ἑκάτερος εἴκοσιν ἄγοι. ἐπελπίσαι δὲ ἤδη τὸν στρατὸν ἐς τὰ νικητήρια τοῦ πολέμου, ἄλλαις τε δωρεαῖς καὶ ἐς κατοικίαν δόσεσι τῶν Ἰταλικῶν πόλεων ὀκτωκαίδεκα, αἳ καὶ περιουσίᾳ καὶ ἐδάφεσι καὶ οἴκοις εἰς κάλλος διαφέρουσαι ἔμελλον αὐτοῖς ἐδάφεσι καὶ οἴκοις3 αὐτῷ διανεμήσεσθαι, ὥσπερ αὐτοῖς ἀντὶ τῆς πολεμίας δορίληπτοι γενόμεναι. καὶ ἦσαν αἱ πόλεις ἄλλαι τε καὶ αἱ περιφανέσταται μάλιστα αὐτῶν Καπύη καὶ Ῥήγιον καὶ Οὐενουσία καὶ Βενεβεντὸς καὶ Νουκερία καὶ Ἀρίμινον καὶ Ἰππώνιον. οὕτω μὲν τὰ κάλλιστα τῆς Ἰταλίας τῷ στρατῷ διέγραφον, ἔδοξε δὲ σφίσι καὶ τοὺς ἰδίους ἐχθροὺς προανελεῖν, ἵνα μὴ ἐνοχλοῖεν αὑτοῖς τάδε καθισταμένοις καὶ πολεμοῦσι πόλεμον ἔκδημον. ταῦτα μὲν ἔδοξε, καὶ ταῦτα συνεγράψαντο· καὶ αὐτῶν ὁ Καῖσαρ ὡς ὕπατος ἀνέγνω τοῖς στρατοῖς τὰ λοιπὰ χωρὶς τῶν ἀποθανουμένων. οἱ δʼ ἀκούσαντες ἐπαιώνισάν τε καὶ ἠσπάσαντο ἀλλήλους ἐπὶ διαλλαγῇ.

三巨头就这样在他们之间瓜分了罗马帝国的领地,仅因布鲁图斯和卡西乌斯依然占据着伊奥尼亚海对岸的领土而将该地区搁置;并决定由安东尼与凯撒进攻卡西乌斯和布鲁图斯。因为雷必达将在来年出任执政官,因城内事务需要留守罗马,通过代理人治理伊比利亚。在雷必达的军队中,雷必达本人保留三个军团用于罗马防务,其余七个军团由凯撒与安东尼瓜分,凯撒分得三个,安东尼分得四个,以便两人赴战时各统领二十个军团。他们还许诺军队在战争获胜后给予奖赏以激励士气,除了其他赏赐外,还把十八座在财富、土地和住宅美观上极其出众的意大利城镇作为殖民地赐予他们,将这些城镇连同其土地与房舍一并分发给士兵,宛如这些城镇是代替敌国领土而为他们用枪矛夺取的一样。这些城市中包括最著名的卡普亚、雷吉乌姆、维努西亚、贝内文图姆、努凯里亚、阿里米努姆和希波尼乌姆等。他们就这样将意大利最富庶美好的土地划拨给军队;同时他们决定预先铲除自己的私敌,以免在整饬这些政务并进行远征之时受到干扰。这些事务得以议定,并被记录成文;凯撒以执政官的身份向军队宣读了除被处死者名单之外的其余条款。士兵们听罢齐唱凯歌,彼此相拥庆祝和解。

§414

γιγνομένων δὲ τούτων τέρατα καὶ σημεῖα ἐν Ῥώμῃ πολλὰ καὶ φοβερὰ ἦν. κύνες τε γὰρ ὠρύοντο ὁμαλῶς οἷα λύκοι, σύμβολον ἀηδές, καὶ λύκοι τὴν ἀγορὰν διέθεον, οὐκ ἐπιχωριάζον ἐν πόλει ζῷον, βοῦς τε φωνὴν ἀφῆκεν ἀνθρώπου, καὶ βρέφος ἀρτίτοκον ἐφθέγξατο, καὶ τῶν ξοάνων τὰ μὲν ἵδρου, τὰ δὲ καὶ αἷμα ἵδρου, ἀνδρῶν τε μεγάλαι βοαὶ καὶ κτύπος ὅπλων καὶ δρόμος ἵππων οὐχ ὁρωμένων ἠκούετο. ἀμφί τε τὸν ἥλιον ἀηδῆ σημεῖα πολλά, καὶ λιθώδεις ἐγίγνοντο ὑετοί, καὶ κεραυνοὶ συνεχεῖς ἐς ἱερὰ καὶ ἀγάλματα ἔπιπτον. ἐφʼ οἷς ἡ μὲν βουλὴ θύτας καὶ μάντεις συνῆγεν ἀπὸ Τυρρηνίας· καὶ ὁ πρεσβύτατος αὐτῶν, τὰς πάλαι βασιλείας ἐπανήξειν εἰπών, καὶ δουλεύσειν ἅπαντας χωρὶς ἑαυτοῦ μόνου, τὸ στόμα κατέσχε καὶ τὸ πνεῦμα, ἕως ἀπέθανεν.4

正当这些事情发生之际,罗马出现了许多可怕的怪异与凶兆。狗群像狼一样整齐地发出嚎叫,这是令人厌恶的不祥之兆;本不栖息于城内的狼在广场上奔跑;母牛发出了人的声音,刚出生的婴儿开口说话;神木雕像有的渗出汗水,有的甚至渗出鲜血;空中传来了未见其人的男人们的巨吼、兵器的碰撞声以及马匹奔驰的蹄声。太阳周围出现了诸多诡异的征兆,降下了石雨,连续的雷电击中了神庙与雕像。鉴于这些异象,元老院从伊特鲁里亚召集了祭司与占卜官;其中最年长者宣称昔日的王政即将复辟,除他自己一人之外所有人皆将沦为奴隶,言毕他便紧闭嘴唇、屏住呼吸,直至窒息而亡。

语法注4 条
  1. 411ὅπως δὲ ἔδοσαν Κάσσιός τε καὶ Βροῦτος... ἡ τετάρτη τῶν ἐμφυλίων ἥδε ὑποδείκνυσιν

    句首由 ὅπως 引导的间接疑问从句充当后置主句动词 ὑποδείκνυσιν 的前置宾语从句。由于中间插入了描述卡西乌斯与布鲁图斯权势和军备的冗长并列从属结构,主句主语(ἡ τετάρτη τῶν ἐμφυλίων ἥδε)与动词被推至句末。全句骨架为:“本部《内战史》第四卷将阐明卡西乌斯与布鲁图斯究竟是如何遭报受罚的”。

  2. 412τοὺς δὲ ἀποφῆναι μὲν αὐτίκα τῆς πόλεως ἄρχοντας

    不定式 ἀποφῆναι 的主语性宾格(subject accusative)τοὺς δέ 延续了上文 τάδε ἔκριναν 所统领的宾格不定式从属结构。在语境中,τοὺς δέ 指代后三头成员自身(即雷必达、安东尼与凯撒),意为“由他们立即指定”。

  3. 413αὐτοῖς ἐδάφεσι καὶ οἴκοις

    这是带有 αὐτός 的与格表示伴随的惯用结构(sociative dative),意为“连同其地基与房屋一并”或“土地房舍悉数附带”。用以表示整个城市的不动产连同建筑完完整整地分发给军队。

  4. 414τὸ στόμα κατέσχε καὶ τὸ πνεῦμα, ἕως ἀπέθανεν

    不定过去时动词 κατέσχε 同时统领 τὸ στόμα(口)与 τὸ πνεῦμα(气息)两个宾语。字面意思为“闭紧嘴并屏住呼吸,直到死去”,用以形象地描述其通过闭气自尽的情形。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:411-414