- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:31495-31498
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒设立谋杀法庭缺席宣判刺客们有罪,并着手与安东尼和雷必达和解。陷于孤立的刺客德基穆斯·布鲁图斯企图逃亡,但遭到部下离弃,最终被捕并遭处决。
νόμῳ δʼ ἑτέρῳ ἀπέλυε μὴ εἶναι πολέμιον Δολοβέλλαν,1 καὶ εἶναι φόνου δίκας ἐπὶ Καίσαρι. καὶ εὐθὺς ἦσαν γραφαί, τῶν φίλων τοῦ Καίσαρος γραφομένων τοὺς μὲν αὐτόχειρας, τοὺς δὲ συνεγνωκέναι μόνον. καὶ γὰρ τοῦτο ἐνίοις ἐπεγράφη, καί τισιν οὐδʼ ἐπιδημήσασιν, ὅτε ὁ Καῖσαρ ἐκτείνετο. πᾶσι δʼ ὁρισθείσης ὑπὸ κηρύγματι μιᾶς ἡμέρας ἐς κρίσιν, ἐρήμην ἅπαντες ἑάλωσαν, ἐφορῶντος τὰ δικαστήρια τοῦ Καίσαρος καὶ τῶν δικαστῶν οὐδενὸς τὴν ἀπολύουσαν φέροντος πλὴν ἑνὸς ἀνδρὸς τῶν ἐπιφανῶν, ὃς τότε μὲν οὐδʼ αὐτός τι ἔπαθε, μικρὸν δʼ ὕστερον ἐπὶ θανάτῳ μετὰ τῶν ἄλλων καὶ ὅδε προυγράφη. ἔδοξε δὲ ταῖσδε ταῖς ἡμέραις Κόιντος Γάλλιος, ἀδελφὸς Μάρκου Γαλλίου συνόντος Ἀντωνίῳ, τὴν πολιτικὴν στρατηγίαν ἄρχων, αἰτῆσαι παρὰ Καίσαρος τὴν στρατηγίαν τῆς Λιβύης, καὶ οὕτω τυχὼν ἐπιβουλεῦσαι2 τῷ Καίσαρι· καὶ αὐτοῦ τὴν μὲν στρατηγίαν περιεῖλον οἱ σύναρχοι, τὴν δʼ οἰκίαν διήρπασεν ὁ δῆμος, ἡ δὲ βουλὴ κατεγίνωσκε θάνατον. ὁ δὲ Καῖσαρ ἐς τὸν ἀδελφὸν ἐκέλευσε χωρεῖν, καὶ δοκεῖ νεὼς ἐπιβὰς οὐδαμοῦ ἔτι φανῆναι.
通过另一项法律,凯撒废除了宣布多拉贝拉为公敌的法令,并设立了针对刺杀凯撒一案的谋杀审判法庭。随即诉讼四起,凯撒的朋友们对其中一些人提起指控,称其为亲自动手的凶手,对另一些人则指控其仅为共谋者。因为这项罪名被加于一些人身上,甚至被加于某些在凯撒遇刺时根本不在城内的人身上。经由宣告,审判被指定在同一天进行,所有人都在缺席的情况下被判有罪。凯撒在法庭监视审判,法官中没有一人投无罪票,唯有一位显贵之士投了无罪票;此人当时虽未受害,但不久之后便与其他众人一同被列入处死的公敌宣告名单中。在这些日子里,安东尼的随行者马尔库斯·加利乌斯的兄弟、时任城市大法官的昆图斯·加利乌斯被认为向凯撒请求出任阿非利加总督,并在如愿以偿之后阴谋图谋凯撒;他的同僚们剥夺了他的大法官职位,民众洗劫了他的宅邸,元老院则判处他死刑。然而凯撒命令他前往其兄长处,据称他登船之后便再未现身。
τοσάδε πράξας ὁ Καῖσαρ ἐπενόει μὲν τὰς ἐς τὸν Ἀντώνιον διαλύσεις, πυνθανόμενος ἤδη τοῖς ἀμφὶ τὸν Βροῦτον εἴκοσι συνῆχθαι τέλη στρατοῦ, καὶ χρῄζων ἐπʼ αὐτὰ Ἀντωνίου, ἐξῄει δὲ τῆς πόλεως ἐπὶ τὸν Ἰόνιον καὶ σχολαίως ἀνεζεύγνυε, τὰ παρὰ τῆς βουλῆς ἐπιμένων· Πέδιος γὰρ αὐτὴν ἀποστάντος τοῦ Καίσαρος ἔπειθε τὰ ἐς ἀλλήλους μὴ δυσίατα ποιουμένους συναλλαγῆναι Λεπίδῳ τε καὶ Ἀντωνίῳ. οἱ δὲ προεώρων μὲν ὅτι μὴ σφίσι μηδʼ ὑπὲρ τῆς πατρίδος εἰσὶν αἱ διαλλαγαί, ἀλλʼ ἐς συμμαχίαν Καίσαρι κατὰ Κασσίου τε καὶ Βρούτου, ἐπῄνουν δʼ ὅμως καὶ συνετίθεντο ὑπʼ ἀνάγκης. καὶ τὰ πολέμια δόγματα Ἀντωνίου τε καὶ Λεπίδου καὶ τῶν ὑπʼ αὐτοῖς στρατῶν κατελύετο, εἰρηναῖα δὲ ἕτερα αὐτοῖς ἐπέμπετο. καὶ ὁ Καῖσαρ αὐτοῖς συνήδετο γράφων, Ἀντωνίῳ δὲ καὶ βοηθὸς ἐπὶ Δέκμου ὑπισχνεῖτο ἥξειν, εἰ δέοιτο. οἱ δὲ ἀντεφιλοφρονοῦντο μὲν αὐτὸν ἄφνω καὶ ἐπῄνουν, ὁ δʼ Ἀντώνιος ἔγραφεν αὐτὸς ἀποτίσεσθαι Δέκμον τε ὑπὲρ Καίσαρος καὶ Πλάγκον ὑπὲρ ἑαυτοῦ καὶ συμμίξειν Καίσαρι.
在完成了这些举措后,凯撒得知布鲁图斯一派已经聚集了二十个军团的兵力,需要联合安东尼加以对抗,因而考虑与安东尼和解。他离开罗马城前往伊奥尼亚海,并缓慢行军,等待元老院的消息;因为在凯撒离开之后,佩迪乌斯正在劝说元老院不要使彼此的仇怨变得无法弥合,而应当与雷必达和安东尼达成和解。元老院议员们早已料到这一和解既非为了自身亦非为了祖国,而是为了与凯撒结盟以对抗卡西乌斯和布鲁图斯;但由于迫不得已,他们依然表示赞同并达成了协议。针对安东尼和雷必达及其麾下军队的公敌法令遂被废除,另有和平法令送达他们手中。凯撒致信向他们道贺,并许诺若安东尼有需要,将作为援军前去协助对付德基穆斯。他们立即热烈回赠好意并赞扬他,安东尼则回信称,他将亲自为凯撒惩处德基穆斯,并为自己惩处普兰库斯,随后与凯撒汇合。
τοσάδε μὲν ἀλλήλοις ἐπέστειλαν, διώκοντι δὲ τῷ Ἀντωνίῳ Δέκμον προσγίγνεται Πολλίων Ἀσίνιος ἄγων δύο τέλη. καὶ Πλάγκῳ μὲν Ἀσίνιος ἔπραξε διαλλαγάς, καὶ ὁ Πλάγκος σὺν τρισὶ τέλεσι μεθίστατο ἐς τὸν Ἀντώνιον, ὥστε ἤδη βαρυτάτης δυνάμεως ἦρχεν ὁ Ἀντώνιος· Δέκμῳ δὲ ἦν τέλη δέκα, ὧν τέσσαρα μὲν τὰ ἐμπειροπολεμώτατα ὑπὸ λιμοῦ διέφθαρτο καὶ ἐνόσει ἔτι, τὰ νεοστράτευτα δὲ ἦν ἕξ, ἀταλαίπωρα ἔτι καὶ πόνων ἄπειρα. ἀπογνοὺς οὖν μάχεσθαι, φεύγειν ἔκρινε πρὸς Βροῦτον ἐς Μακεδονίαν. ἔφευγε δʼ οὐκ ἐπὶ τάδε τῶν Ἄλπεων, ἀλλʼ ἐς Ῥάβενναν ἢ Ἀκυληίαν. ἐπεὶ δὲ Καῖσαρ ὥδευε ταύτῃ, ἄλλην μακροτέραν ὁδὸν καὶ δύσπορον ἐπενόει, τόν τε Ῥῆνον περᾶσαι καὶ τὰ ἀγριώτερα τῶν βαρβάρων ὑπερελθεῖν· ὅθεν αὐτὸν ὑπό τε τῆς ἀπορίας καὶ τοῦ καμάτου πρῶτοι μὲν οἱ νεοστράτευτοι καταλιπόντες ἐς Καίσαρα ἐχώρουν, ἐπὶ δὲ ἐκείνοις καὶ τὰ ἀρχαιότερα τέσσαρα ἐς Ἀντώνιον καὶ ὁ ἄλλος ὅμιλος ἤδη χωρὶς τῶν σωματοφυλάκων ἱππέων Κελτῶν. ὁ δὲ καὶ τούτων τοῖς ἐθέλουσιν ἐπιτρέψας ἐς τὰ οἰκεῖα σφῶν ἀφίστασθαι καὶ διαδοὺς ἐκ τοῦ παρόντος ἔτι χρυσίου, μετὰ τριακοσίων τῶν παραμεινάντων μόνων ἐπὶ τὸν Ῥῆνον ἐφέρετο. δυσπόρου δʼ ὄντος αὐτοῦ περᾶν σὺν ὀλίγοις, ἀπελείφθη καὶ ὑπὸ τῶνδε πλὴν δέκα μόνων. ἤλλαξε δὲ τὴν ἐσθῆτα ἐς τὸ Κελτικόν, ἐξεπιστάμενος ἅμα καὶ τὴν φωνήν, καὶ διεδίδρασκε σὺν ἐκείνοις οἷά τις Κελτός, οὐ τὴν μακροτέραν ἔτι περιιών, ἀλλὰ ἐπὶ Ἀκυληίας,3 λήσεσθαι νομίζων διὰ τὴν ὀλιγότητα.
双方互致了这些书信。在安东尼追击德基穆斯之际,阿西尼乌斯·波利奥率领两个军团前来与他汇合。阿西尼乌斯还促成了与普兰库斯的分歧调停,普兰库斯遂率领三个军团归顺安东尼,以致安东尼此时统领着一支极为庞大的兵力。德基穆斯原本拥有十个军团,其中作战经验最为丰富的四个军团因饥荒而遭重创且仍在受病痛折磨,新招募的六个军团则尚未受过磨砺、未经劳苦。因此他放弃了交战的念头,决定逃往马其顿的布鲁图斯那里。他并非在阿尔卑斯山此侧逃奔,而是打算前往拉文纳或阿奎莱亚。但由于凯撒正取道该方向行军,他便策划了一条更为遥远而艰难的路线,即渡过莱茵河穿越更为野蛮的蛮族领地。由此,由于物资匮乏和劳累不堪,新征召的士兵首先离弃他转投凯撒;接着,那四个较为古老的军团亦转投安东尼,其余所有人除凯尔特护卫骑兵外也纷纷离散。德基穆斯也允许他们当中想要离去的人返回各自的家园,并分发了手头尚存的金钱,仅带着留下的三百人向莱茵河进发。然而由于人数太少难以渡河,这批人中除仅剩的十人外也皆离他而去。他通晓凯尔特语言,于是换上了凯尔特人的服饰,乔装成凯尔特人与那些人一同潜逃;他不再沿长路迂回,而是直奔阿奎莱亚,以为人数极少便能避人耳目。
ἁλοὺς δὲ ὑπὸ λῃστῶν καὶ δεθείς, ἤρετο μὲν ὅτου Κελτῶν δυνάστου τὸ ἔθνος εἴη, μαθὼν δʼ ὅτι Καμίλου, πολλὰ πεποιηκὼς εὖ τὸν Κάμιλον, ἄγειν αὑτὸν αὐτοῖς ἐς τὸν Κάμιλον ἐκέλευεν. ὁ δὲ ἀχθέντα ἰδὼν ἐφιλοφρονεῖτο μὲν ἐς τὸ φανερὸν καὶ τοῖς δήσασιν ἐπεμέμφετο ὑπʼ ἀγνοίας ἐνυβρίσασιν ἀνδρὶ τοσῷδε, κρύφα δʼ ἐπέστελλεν Ἀντωνίῳ. καὶ ὁ Ἀντώνιός τι παθὼν ἐπὶ τῇ μεταβολῇ οὐχ ὑπέστη τὸν ἄνδρα ἰδεῖν, ἀλλʼ ἐκέλευσε τῷ Καμίλῳ κτείναντα τὴν κεφαλὴν ἐς αὑτὸν ἐκπέμψαι· καὶ τὴν κεφαλὴν ἰδὼν ἐκέλευσε τοῖς παροῦσι θάψαι. τοῦτο Δέκμῳ τέλος ἦν, ἱππάρχῃ τε Καίσαρος γενομένῳ καὶ ἄρξαντι τῆς παλαιᾶς Κελτικῆς ὑπʼ ἐκείνῳ καὶ ἐς τὸ μέλλον ἔτος ὑπατεύειν ὑπʼ αὐτοῦ κεχειροτονημένῳ καὶ τῆς ἑτέρας Κελτικῆς ἄρχειν. καὶ δεύτερος τῶν σφαγέων οὗτος ἐπὶ Τρεβωνίῳ δίκην ἐδίδου μετʼ ἐνιαυτόν που καὶ ἥμισυ τῆς ἀναιρέσεως. τῷ δʼ αὐτῷ χρόνῳ καὶ Μινούκιος Βάσιλος, σφαγεὺς καὶ ὅδε Καίσαρος, ὑπὸ τῶν θεραπόντων ἀνῃρέθη, εὐνουχίζων τινὰς αὐτῶν ἐπὶ τιμωρίᾳ.4
他在被强盗捕获并捆绑后,询问这是属于哪位凯尔特首领的部族;得知是属于卡米卢斯之后——他曾给予卡米卢斯诸多恩惠——他便命令他们将自己押送到卡米卢斯那里。卡米卢斯见他被押来,表面上热情相迎,并责备那些捆绑他的人出于无知而冒犯了如此尊贵的人物,暗中却向安东尼送信报告。安东尼因这一境遇剧变而心生感触,不忍亲眼见他,遂命卡米卢斯将他处死并将其首级送来;见到首级后,他命在场的人将其安葬。这就是德基穆斯的结局:他曾任凯撒的骑兵长官,曾在其麾下统领旧高卢,并曾被凯撒指定为来年的执政官及另一高卢行省的总督。在刺杀者之中,他是继特雷博尼乌斯之后,在谋杀发生大约一年半后受罚身亡的第二个人。与此同时,凯撒的另一名刺客米努基乌斯·巴西卢斯亦被自己的仆人杀害,起因是他曾阉割了其中几人作为惩罚。
- 31495ἀπέλυε μὴ εἶναι πολέμιον Δολοβέλλαν
动词 ἀπολύω 接带有否定词 μή 的带对格不定式结构,意为“宣告或免除多拉贝拉的公敌(πολέμιος)身份”。此处的 μή 是常接在具有免除、否定或阻碍含义动词之后的冗赘否定词(redundant negative)。
- 31495ἔδοξε δὲ ταῖσδε ταῖς ἡμέραις Κόιντος Γάλλιος ... αἰτῆσαι ... καὶ οὕτω τυχὼν ἐπιβουλεῦσαι
ἔδοξε 在此并非无人称用法,而是与主语 Κόιντος Γάλλιος 构成人称结构(主格与不定式结构 nominativus cum infinitivo),不定式 αἰτῆσαι 与 ἐπιβουλεῦσαι 与之相应,意为“昆图斯·加利乌斯被认为要求了……并在得手后谋图……”。
- 31497ἐπὶ Ἀκυληίας
介词 ἐπί 支配属格 Ἀκυληίας,表示移动的目标或方向,意为“朝阿奎莱亚方向”或“前往阿奎莱亚”。
- 31498εὐνουχίζων τινὰς αὐτῶν ἐπὶ τιμωρίᾳ
现在分词 εὐνουχίζων 与主语 Μινούκιος Βάσιλος 一致,作原因分词使用,说明其遭仆人杀害的起因,意为“因为他阉割了其中几人作为惩罚”。
