- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:425-427
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
三头私下拟定了包含敌对政客、富室乃至自身亲属在内的大批元老与骑士的处决和没收财产名单,并首先密派刺客捕杀西塞罗等巨头,引发城内恐慌。随后,三头领兵入城,通过公民大会确立了为期五年的三人团非常特权,并接连公布公敌名单,推行悬赏捕杀与严惩匿避者的法令。
οἱ δὲ τρεῖς ἄνδρες ἐφʼ ἑαυτῶν γενόμενοι1 τοὺς ἀποθανουμένους συνέγραφον, τούς τε δυνατοὺς ὑφορώμενοι καὶ τοὺς ἰδίους ἐχθροὺς καταλέγοντες, οἰκείους τε σφῶν αὐτῶν ἢ φίλους ἐς τὴν ἀναίρεσιν ἀντιδιδόντες ἀλλήλοις καὶ τότε καὶ ὕστερον. προσκατελέγοντο γὰρ δὴ καὶ ἕτεροι μεθʼ ἑτέρους, οἱ μὲν ἀπʼ ἔχθρας, οἱ δὲ μόνου προσκρούματος ἢ φιλίας ἐχθρῶν ἢ φίλων ἔχθρας ἢ πλούτου διαφέροντος. ἐδέοντο γὰρ ἐς τὸν πόλεμον χρημάτων πολλῶν, Βρούτῳ μὲν καὶ Κασσίῳ τῶν ἀπὸ τῆς Ἀσίας φόρων δεδομένων τε καὶ προσοδευομένων ἔτι καὶ βασιλέων καὶ σατραπῶν συμφερόντων, αὐτοὶ δʼ ἐπὶ τῆς Εὐρώπης καὶ μάλιστα τῆς Ἰταλίας πολέμοις τε καὶ εἰσφοραῖς τετρυμένης ἀποροῦντες·2 διʼ ἃ καὶ τοῖς δημόταις καὶ ταῖς γυναιξὶ λήγοντες ἐπέγραψαν εἰσφορὰς βαρυτάτας, καὶ τέλη πράσεων καὶ μισθώσεων ἐπενόησαν. ἤδη δέ τις καὶ διὰ κάλλος ἐπαύλεως καὶ οἰκίας προεγράφη. καὶ ἐγένοντο πάντες οἱ θανάτου τε καὶ δημεύσεως κατεγνωσμένοι ἀπὸ μὲν τῆς βουλῆς ἀμφὶ τοὺς τριακοσίους, ἀπὸ δὲ τῶν καλουμένων ἱππέων ἐς δισχιλίους. καὶ ἦσαν ἐν αὐτοῖς ἀδελφοί τε καὶ θεῖοι τῶν προγραφόντων, καὶ τῶν ὑπʼ αὐτοῖς ἡγεμόνων, ὅσοι τι τοῖς ἄρχουσιν ἢ τοῖς ἡγεμόσι προσεκεκρούκεσαν.
三头私下聚首,开始起草拟处决者的名单;他们一方面猜忌当权之士,另一方面列入自己的私敌,无论在当时还是其后,皆相互交换自己的亲属或友人送去处死。因为在此之后,又有其他人被相继添入名单,有的是出于私仇,有的是因微小的龃龉,有的因是政敌的友人,或因是友人的政敌,有的则因财富过人。原来他们为战事亟需巨款,而亚细亚的贡赋早已归布鲁图斯与卡西乌斯所有,且仍在源源不断地流入,更有诸王和地方官吏向他们纳贡;相反,三头自身在欧洲,特别是因战乱和特别军税而疲惫不堪的意大利,却面临着极度的匮乏。正因如此,他们最终甚至对平民阶层和妇女强征极其沉重的捐税,并创设了买卖与租赁的税金。更有甚者,有人仅因庄园或宅邸的美观便被列入公敌宣告名单。被判处死刑并没收财产者,在元老院中约有三百人,在所谓骑士阶层中达两千人左右。其中还包括进行公敌宣告者本人的兄弟与叔伯,以及其麾下凡是在任何事情上冒犯过执政者或将领的军官。
τὸ μὲν δὴ πλῆθος αὐτῶν ἀπὸ τῆς συνόδου διελθόντες ἐς Ῥώμην προγράψειν ἔμελλον, δυώδεκα δὲ ἄνδρας, ἤ, ὡς ἕτεροι λέγουσιν, ἑπτακαίδεκα, τοὺς μάλιστα δυνατούς, ἐν οἷς ἦν καὶ Κικέρων, ἔδοξε προανελεῖν ἐπιπέμψαντας ἄφνω. καὶ τῶνδε μὲν τέσσαρες αὐτίκα ἀνῃρέθησαν ἐν ἑστιάσεσί τε καὶ ὑπαντήσεσι· ζητουμένων δὲ τῶν ἄλλων καὶ ἐρευνωμένων νεών τε καὶ οἰκιῶν, ἄφνω θόρυβος ἀνὰ τὴν νύκτα πᾶσαν ἦν καὶ βοαὶ καὶ διαδρομαὶ μετʼ οἰμωγῆς ὡς ἐν ἁλισκομένῃ πόλει. τῷ γὰρ ἐγνῶσθαι μὲν ἀνδρολήψια γίγνεσθαι, μὴ προγεγράφθαι δὲ μηδένα τῶν προκατεγνωσμένων,3 πᾶς τις αὐτὸς ἡγεῖτο ζητεῖσθαι πρὸς τῶν περιθεόντων. οὕτω δὲ ἀπογινώσκοντες αὑτῶν, οἱ μὲν τὰ ἴδια, οἱ δὲ τὰ κοινὰ ἐμπρήσειν ἔμελλον, δρᾶσαί τι δεινὸν ἀλόγως αἱρούμενοι πρὶν παθεῖν· καὶ τάχα ἂν ἔδρασαν, εἰ μὴ Πέδιος αὐτοὺς ὁ ὕπατος μετὰ κηρύκων περιθέων ἐπήλπιζε περιμείναντας ἐς ἕω τὰ ἀκριβέστατα μαθεῖν. ἅμα δὲ ἕῳ παρὰ γνώμην τῶν τριῶν ἀνδρῶν προύγραφεν ὁ Πέδιος τοὺς ἑπτακαίδεκα ὡς μόνους τε αἰτίους δόξαντας εἶναι τῶν ἐμφυλίων κακῶν καὶ μόνους κατεγνωσμένους, πίστεις τε τοῖς ἄλλοις δημοσίας ἐποιεῖτο, ἀγνοῶν τὰ ἐγνωσμένα.
他们本打算在会议结束后进入罗马城,再公布那绝大多数人的公敌名单;但对于其中权势最显赫的十二人(或者如另一些人所说的十七人,其中便有西塞罗),他们决定突发密令提前将其除掉。其中四人旋即在宴席或道路相遇中被诛杀;而随着其余人员被搜寻,神庙与住宅遭到搜查,整夜突然骚动四起,叫喊与伴随哀号的奔逃乱成一团,宛如一座沦陷的城市。因为人们虽知抓捕正在进行,但预先定罪者中尚无一人的名字被公布,以致每个人都以为四处奔走的追捕者是在搜捕自己。在这般绝望之下,有人企图纵火焚烧自己的私宅,有人企图纵火焚烧公共建筑,盲目地选择在受害之前做出可怕的举动;若非执政官佩迪乌斯率领传令官四处奔波,安抚众人等待天明以获知确切消息,他们或许早已付诸实施。天一破晓,佩迪乌斯便违背三头的本意,张榜公布了那十七人名单,宣称仅有他们被视为内战祸患的祸首且仅有他们被定罪,并在不知晓既定密谋的情况下,向其余民众作出了国家安全担保。
καὶ Πέδιος μὲν ἐκ καμάτου τῆς νυκτὸς ἐτελεύτησεν, ἐσῄεσαν δʼ οἱ τρεῖς τρισὶν ἡμέραις, ἀνὰ μέρος ἕκαστος αὐτῶν, ὁ Καῖσάρ τε καὶ ὁ Ἀντώνιος καὶ ὁ Λέπιδος, σὺν ταῖς στρατηγίσι τάξεσι καὶ ὁπλιτῶν ἕκαστος ἑνὶ τέλει. ὡς δὲ ἐσῆλθον, αὐτίκα μὲν ἡ πόλις ἦν πλήρης ὅπλων τε καὶ σημείων διατεταγμένων ἐς τὰ ἐπίκαιρα, αὐτίκα δὲ ἐν μέσῳ τούτων ἤγετο ἐκκλησία, καὶ δήμαρχος Πούπλιος Τίτιος ἐνομοθέτει καινὴν ἀρχὴν ἐπὶ καταστάσει τῶν παρόντων ἐς πενταετὲς εἶναι τριῶν ἀνδρῶν, Λεπίδου τε καὶ Ἀντωνίου καὶ Καίσαρος, ἴσον ἰσχύουσαν ὑπάτοις, ʽἣν ἄν τις Ἑλλήνων ἁρμοστὰς ὀνομάσειεν, ὃ καὶ Λακεδαιμόνιοι τοῖς ἄρτι καθισταμένοις τὰ ὑπήκοα ἐτίθεντο ὄνομα,ʼ οὔτε διαστήματος ἐς δοκιμασίαν οὔτε κυρίας ἐς τὴν χειροτονίαν ἡμέρας προτεθείσης· ἀλλʼ αὐτίκα ἐκυροῦτο ὁ νόμος. καὶ νυκτὸς ἄλλων, ἐπὶ τοῖς ἑπτακαίδεκα, τριάκοντα καὶ ἑκατὸν ἀνδρῶν προγραφαὶ κατὰ πολλὰ τῆς πόλεως προυτίθεντο καὶ μετʼ ὀλίγον ἄλλων πεντήκοντα καὶ ἑκατόν. καί τις προσετίθετο τοῖς πίναξιν αἰεὶ τῶν προσκαταγινωσκομένων ἢ τῶν προανῃρημένων ὑπʼ ἀγνοίας, ἐς δόξαν τοῦ δικαίως ἀνῃρῆσθαι. διετέτακτό τε πάντων τὰς κεφαλὰς ἐς τοὺς τρεῖς ἄνδρας ἐπὶ ῥητῷ κέρδει φέρεσθαι· καὶ ἦν τὸ κέρδος ἐλευθέρῳ μὲν ἀργύριον, θεράποντι δὲ ἐλευθερία τε καὶ ἀργύριον. παρέχειν δὲ ἐς ἔρευναν πάντας τὰ ἴδια. καὶ τὸν ὑποδεξάμενον ἢ κρύψαντα ἢ τὴν ἔρευναν οὐ παρασχόντα τοῖς ἴσοις ἐνέχεσθαι. μηνύειν δὲ ἕκαστα τούτων τὸν ἐθέλοντα ἐπὶ τοῖς ἴσοις κέρδεσι.4
佩迪乌斯因那一夜的劳碌而逝世,三头则在三日之内,由凯撒、安东尼和雷必达相继各自率领亲卫队和一个步兵军团进城。他们一入城,全城各要害之处立刻布满了武器与军旗;就在这刀兵环伺之中,民众大会随即召开,保民官普布利乌斯·蒂提乌斯立法设立了一项为期五年、旨在整饬当前局势的三人新官职,由雷必达、安东尼与凯撒担任,其权力与执政官相当(希腊人或许会将此官职称为调停官,这也是拉刻代蒙人赋予那些受命整顿属邦秩序之人的官职名称);既没有提出供资格审查的间歇期,也没有指定正式的表决之日,该法便立即获得通过。到了夜间,在最初十七人之外,又有一百三十人的公敌名单被张贴在城内多处,不久后又贴出了一百五十人。在木板名单上总是在不断添加新被定罪者,或者此前因误杀而被除掉的人,以便造成依法诛戮的假象。命令还规定,〔上述〕所有人的首级均须按定额赏金送交三头:自由民可获白银,奴隶则可获自由与白银;所有人必须开放私产以备搜查;凡窝藏、隐匿或拒绝提供搜查者,将遭受同等惩处;任何人如愿告发上述诸事,皆可按同等赏金受赏。
- 425ἐφʼ ἑαυτῶν γενόμενοι
介词 ἐπί 接反身代词属格(ἑαυτῶν)构成的固定短语,意为“私下独自”、“屏退旁人”。指三头脱离了公开会晤和下属随从,三人独处进行秘密商议。
- 425Βρούτῳ μὲν καὶ Κασσίῳ τῶν ἀπὸ τῆς Ἀσίας φόρων δεδομένων τε καὶ προσοδευομένων ἔτι καὶ βασιλέων καὶ σατραπῶν συμφερόντων, αὐτοὶ δʼ ἐπὶ τῆς Εὐρώπης καὶ μάλιστα τῆς Ἰταλίας πολέμοις τε καὶ εἰσφοραῖς τετρυμένης ἀποροῦντες
包含轻微结构不对称的对比句。前半句由与格的 Βρούτῳ μὲν καὶ Κασσίῳ 配合属格独立结构(τῶν... φόρων δεδομένων... συμφερόντων)交代布鲁图斯与卡西乌斯优越的财政状况,后半句则通过代词主格 αὐτοὶ 与主格分词 ἀποροῦντες 进行直接对比,共同充当主句动词 ἐδέοντο 的原因状语。
- 426τῷ γὰρ ἐγνῶσθαι μὲν ἀνδρολήψια γίγνεσθαι, μὴ προγεγράφθαι δὲ μηδένα τῶν προκατεγνωσμένων
中性单数与格定冠词 τῷ 引导的不定式从句,用作原因状语(“因……”)。它并列统摄两个通过 μέν 与 δέ 对比的完成时被动态不定式(ἐγνῶσθαι 与 μὴ προγεγράφθαι),前者统摄宾格加不定式结构(ἀνδρολήψια γίγνεσθαι),后者则以 μηδένα(… τῶν προκατεγνωσμένων)为其宾格主语。
- 427παρέχειν δὲ ἐς ἔρευναν πάντας τὰ ἴδια. καὶ τὸν ὑποδεξάμενον ἢ κρύψαντα ἢ τὴν ἔρευναν οὐ παρασχόντα τοῖς ἴσοις ἐνέχεσθαι. μηνύειν δὲ ἕκαστα τούτων τὸν ἐθέλοντα ἐπὶ τοῖς ἴσοις κέρδεσι.
一系列不定式(παρέχειν、ἐνέχεσθαι、μηνύειν)体现了法律与法令文体中典型的命令性不定式(imperatival infinitive)。在句法上它们既可视为前文 διετέτακτο(“业已下令……”)所统辖的间接引语,也是古希腊语法律条文中逐项规定法令条款的标准格式。
