← 阿庇安

内战记

§41078-41080

克桑托斯的陷落与全城居民的自尽

正午出击的克桑托斯人焚毁了攻城器械,致使突入城内的约两千名罗马兵被困;随后在攀崖的奥埃诺安达盟军协助下,罗马军内外合力攻破城门攻陷全城。克桑托斯人屠尽家眷投火自尽,迎来了历史上为自由而三度自行灭绝的悲剧结局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41078

οὐ πολὺ δὲ ὕστερον ἐξέδραμον αὖθις οἱ λοιποὶ περὶ μεσημβρίαν, ἀναχωρούσης πάλιν τῆς τάξεως, καὶ ἐνέπρησαν τὰ μηχανήματα ἅπαντα ἀθρόως. πεπετασμένων δʼ αὐτοῖς τῶν πυλῶν διὰ τὸ πρότερον πάθος, συνεισέπεσον ἀμφὶ δισχιλίους μάλιστα Ῥωμαίων. καὶ ἑτέροις δὲ εἰσωθιζομένοις ἀμφὶ τὴν εἴσοδον ἐπέπεσον αἰφνίδιον αἱ πύλαι, εἴθʼ ὑπό του Ξανθίων εἴτε καὶ αὐτομάτως τῶν χαλαστηρίων διαρραγέντων, ὥστε τῶν ἐσβιασαμένων Ῥωμαίων τοὺς μὲν ἀπολέσθαι, τοὺς δὲ ἔνδον ἀποληφθῆναι, τὰς πύλας οὐ δυναμένους ἔτι ἀνασπάσαι, χωρὶς ἀνασπαστηρίων γενομένας.1 βαλλόμενοι δʼ ἐν τοῖς στενωποῖς ἄνωθεν ὑπὸ τῶν Ξανθίων, βιασάμενοί ποτε μόλις ἐς τὴν ἀγορὰν ἐγγὺς οὖσαν διέδραμον· κἀνταῦθα τῶν μὲν συμπλεκομένων σφίσι κρατοῦντες, τοξευόμενοι δὲ χαλεπῶς καὶ οὐδὲν ἔχοντες αὐτοὶ τόξον ἢ ἀκόντιον, παρὰ τὸ Σαρπηδόνειον, ἵνα μὴ κυκλωθεῖεν, διέδραμον. οἱ δʼ ἔξω τείχους Ῥωμαῖοι περὶ τῶν ἔνδον ἀγανακτοῦντές τε καὶ δεδιότες, Βρούτου περιθέοντος αὐτούς, ἐς πᾶσαν ἐμερίζοντο πεῖραν, οὔτε τὰς πύλας δυνάμενοι ῥῆξαι σιδήρῳ περιβεβλημένας, οὔτε κλιμάκων ἢ πύργων ἐμπεπρησμένων εὐποροῦντες. ἀλλʼ οἱ μὲν ἐσχεδίαζον κλίμακας, οἱ δὲ κεραίας τοῖς τείχεσι προστιθέντες ὡς διὰ κλιμάκων ἐπεχείρουν, οἱ δὲ καὶ σιδήρια ὀξέα καλωδίοις περιτιθέντες ἐσφενδόνων τὰ σιδήρια ἐς τὸ τεῖχος ἄνω καί, ὅτε καταπαγείη τινὰ αὐτῶν, ἑαυτοὺς ἀνίμων.

不久之后,约在正午时分,当罗马阵列再次后撤时,其余的人再度杀出,将所有的攻城机械一举焚毁。由于先前的惨祸,城门一直为他们大敞着,约两千名罗马兵随之同他们一并冲入城内。然而,当其余部队在入口周围向前拥挤时,城门陡然坠落——不知是由于某位克桑托斯人的操作,还是悬吊的索具自行断裂——致使强行突入的罗马人中,一部分丧命,另一部分则被截断在城内;由于起吊装置脱落,他们再也无法拉起城门。在狭窄的巷道中遭受克桑托斯人自上而下的投掷攻击,他们终于竭力冲出,奔入近旁的广场;在那里,他们虽能压制同他们贴身肉搏的敌人,但由于遭到猛烈箭击,且自身并无弓箭或标枪,便逃至萨尔佩冬神殿近旁,以免陷入包围。城墙外的罗马人既为城内的同袍愤慨,又为他们担忧,在布鲁图斯环绕巡视督促之下,竭尽全力进行各种尝试;他们既无法击破包覆着铁皮的城门,又因云梯和塔楼已被烧毁而别无器械。于是,有人临时赶制梯子,有人将桁木架在城墙上试图权充云梯攀登,还有人将锋利的铁钩系在细绳上甩到墙头之上,一旦其中有铁钩牢牢卡住,便将自己拉拽上去。

§41079

Οἰνοανδεῖς δὲ γείτονες, διὰ τὴν ἐς τοὺς Ξανθίους ἔχθραν τῷ Βρούτῳ συμμαχοῦντες, διὰ τῶν κρημνῶν ἐπετροβάτουν ἄνω· καὶ αὐτοὺς ἰδόντες οἱ Ῥωμαῖοι ἐμιμοῦντο ἐπιμόχθως. καὶ πολλοὶ μὲν ἐξέπιπτον, εἰσὶ δʼ οἳ τὸ τεῖχος ὑπερβάντες καὶ πυλίδα ἀνέῳξαν,2 ἣ προεσταύρωτο πυκνοτάτοις σταυροῖς, καὶ τοὺς εὐτολμοτάτους αἰωρουμένους ὑπὲρ τὰ σταυρώματα ἐσεδέχοντο. καὶ πλείους γενόμενοι τὰς πύλας ἔκοπτον, οὐ περιβεβλημένας ἔτι τῷ σιδήρῳ τὰ ἐντός, ἀντικοπτόντων αὐτοῖς ἅμα ἔξωθεν ἑτέρων ἐς τὸ αὐτὸ καὶ συνεργούντων. Ξανθίων δὲ σὺν μεγάλῃ πάνυ βοῇ τοῖς ἀμφὶ τὸ Σαρπηδόνειον οὖσι Ῥωμαίοις ἐπιθεόντων, δείσαντες ὑπὲρ αὐτῶν, ὅσοι περὶ τὰς πύλας ἔνδοθέν τε καὶ ἔξωθεν αὐτὰς ἔκοπτον, ὑπὸ μανιώδους ὁρμῆς ἐβιάζοντο καὶ διαρρήξαντες ἐσέδραμον ἀθρόοι, δύνοντος ἄρτι τοῦ θεοῦ, μετὰ ἀλαλαγῆς, ἵνα σύμβολον εἴη τοῖς ἐντὸς οὖσιν.

与此同时,邻近的奥埃诺安达人因与克桑托斯人世仇而与布鲁图斯结盟,正沿着悬崖峭壁攀援而上;罗马人见状,亦费尽艰辛加以仿效。许多人坠落下来,但也有人越过了城墙,打开了一扇此前被密集桩栅封堵的小门,将那些翻越栅栏悬垂而下的最勇猛的士卒接引进来。进城人数增多后,他们开始劈砍城门——门内一侧并未包覆铁皮——同时城外的另一批人也在同一位置向内对凿合力。当克桑托斯人伴随着震天呼喊冲向萨尔佩冬神殿附近的罗马人时,那些在门内外猛劈城门的人因担忧同袍,便以狂热的冲劲强力突破;他们劈开城门,适逢夕阳西沉,伴随着战吼一拥而入,以此作为传递给城内同袍的信号。

§41080

ἁλούσης δὲ τῆς πόλεως οἱ Ξάνθιοι ἐς τὰς οἰκίας συνέτρεχον καὶ τὰ φίλτατα σφῶν κατέκαινον, ἑκόντα τὴν σφαγὴν ὑπέχοντα. οἰμωγῆς δὲ γιγνομένης ὁ Βροῦτος νομίσας ἁρπαγὴν εἶναι τὸν στρατὸν ἀνεῖργε διὰ κηρύκων· ὡς δὲ ἔγνω τὸ γιγνόμενον, ᾤκτειρεν ἀνδρῶν φρόνημα φιλελεύθερον καὶ σπονδὰς περιέπεμπεν. οἱ δὲ καὶ τοὺς φέροντας ἔβαλλον καὶ τὰ σφέτερα πάντα ἀνελόντες ἐς πυρὰς προνενησμένας ἐν ταῖς οἰκίαις ἐπέθεσαν καὶ τὸ πῦρ ἅψαντες ἑαυτοὺς ἐπικατέσφαξαν. Βροῦτος δὲ τῶν ἱερῶν περισώσας ὅσα ἐδύνατο, μόνους θεράποντας εἷλε Ξανθίων καὶ ἐκ τῶν ἀνδρῶν γύναια ὀλίγα ἐλεύθερα καὶ ἄνδρας οὐδὲ ἐς ἑκατὸν καὶ πεντήκοντα πάντας. Ξάνθιοι μὲν δὴ τρίτον ὑπὸ σφῶν αὐτῶν ἀπώλλυντο ἐλευθερίας οὕνεκα. καὶ γὰρ ἐπὶ Ἁρπάγου τοῦ Μήδου, Κύρῳ τῷ μεγάλῳ στρατηγοῦντος, ὧδε σφᾶς ἀντὶ δουλοσύνης διέφθειραν, καὶ τάφος Ξανθίοις ἡ πόλις ἀνειληθεῖσιν ὑπὸ Ἁρπάγου τότε ἐγένετο· καὶ ἐπὶ Ἀλεξάνδρου τοῦ Φιλίππου φασὶν ὅμοια παθεῖν, οὐχ ὑποστάντας οὐδὲ Ἀλεξάνδρῳ μετὰ τοσῆσδε γῆς ἀρχὴν3 ὑπακοῦσαι.

城破之后,克桑托斯人纷纷奔回各自家中,屠杀自己至亲之人,而后者亦心甘情愿领受屠戮。哀号声四起,布鲁图斯误以为士兵正在大肆劫掠,遂通过传令官加以制止;然而当他得知实情后,怜悯这些男儿热爱自由的气节,派遣使者前往各处提出休战媾和。但克桑托斯人甚至向使者投掷器械,并将自己的所有亲人杀死,放在家中预先积聚的柴堆上,点燃烈火,随后在柴堆上自刎殉难。布鲁图斯尽其所能保全了圣所,但在克桑托斯人中仅仅俘获了奴仆,以及极少数自由妇人和总共不足一百五十名的男子。 克桑托斯人为了自由而自决殉难,这确实已是第三次了。因为在米底人哈尔帕戈斯为居鲁士大帝统军之时,他们便宁愿如此自尽而不肯屈为奴隶,被哈尔帕戈斯合围的城池遂成了克桑托斯人的坟墓;据说在腓力之子亚历山大之时,他们亦遭受了同样的命运,即便在亚历山大统治了如此辽阔的疆土之后,他们亦决不甘心屈从臣服。

语法注3 条
  1. 41078χωρὶς ἀνασπαστηρίων γενομένας

    介词 χωρίς 支配属格,意为“没有”或“与……脱离”;与分词 γενομένας 连用,描述城门(落闸)与起吊装置(缆索或绞盘)脱开、失去起吊索具的状态,说明落下的城门在物理上再也无法被拉起的原因。

  2. 41079εἰσὶ δʼ οἳ τὸ τεῖχος ὑπερβάντες καὶ πυλίδα ἀνέῳξαν

    此处使用了惯用表达 εἰσὶν οἵ(“有人/有些人”)。主格分词 ὑπερβάντες(“翻越之后”)与限定动词 ἀνέῳξαν(“打开了”)相联结,表达了“有些人越过了城墙,并打开了小门”这一连贯动作。

  3. 41080μετὰ τοσῆσδε γῆς ἀρχὴν

    前置词 μετά 接宾格表示时间或顺承(“在……之后”)。此处意指“在(亚历山大)获得了对如此辽阔疆土的统治之后”。它与前面的 οὐδὲ Ἀλεξάνδρῳ(“甚至对亚历山大”)相呼应,强调即便亚历山大征服并统领了如此广袤的帝国,他们亦决不甘心屈从统治。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:41078-41080