- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3967-3970
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在“高卢人之市”,安东尼设伏的精锐与战神军团在狭窄的沼泽道路上展开死战,潘萨负伤退兵;但希尔提乌斯随后率无损的生力军急袭正庆祝胜利归营的安东尼部队,予其重创。
Καρσουληίου δὲ καὶ Πάνσα τὰ στενὰ νυκτὸς διαδραμόντων, ἅμα δʼ ἡμέρᾳ μόνοις τοῖς Ἀρείοις καὶ πέντε ἄλλαις τάξεσιν ἐς τὴν χειροποίητον ὁδὸν ἐσβαλόντων, ἔτι καθαρεύουσαν πολεμίων, καὶ τὸ ἕλος ἑκατέρωθεν ὂν περισκεπτομένων, ὅ τε δόναξ διακινούμενος ὑπωπτεύετο, καὶ ἀσπὶς ἤδη που καὶ κράνος ἐξέλαμπε, καὶ ἡ στρατηγὶς Ἀντωνίου τάξις αὐτοῖς αἰφνίδιον ἐπεφαίνετο ἐκ τοῦ μετώπου. οἱ δʼ Ἄρειοι περιειλημμένοι τε πάντοθεν καὶ οὐδαμόσε διαδραμεῖν ἔχοντες ἐκέλευον τοὺς νεήλυδας εἰ παραγένοιντο, μὴ συνεφάπτεσθαι σφίσι τῶν πόνων, ὡς μὴ συνταράξειαν αὑτοὺς ὑπὸ ἀπειρίας, τῇ στρατηγίδι δὲ Ἀντωνίου τὴν Καίσαρος στρατηγίδα ἀντέταξαν· αὐτοὶ δὲ ἐς δύο διαιρεθέντες ἐνέβαινον ἐς ἑκάτερον ἕλος, καὶ αὐτοῖς ἐπεστάτουν τῇ μὲν ὁ Πάνσας, τῇ δὲ ὁ Καρσουλήιος. δύο δὲ τῶν ἑλῶν ὄντων δύο ἦσαν οἱ πόλεμοι, τῇ διόδῳ εἰργόμενοι μὴ γινώσκειν τὰ ἀλλήλων·1 καὶ κατὰ τὴν δίοδον αὐτὴν αἱ στρατηγίδες πόλεμον ἄλλον ἐφʼ ἑαυτῶν ἐπολέμουν. γνώμη δὲ ἦν τοῖς μὲν Ἀντωνίου τοὺς Ἀρείους ἀμύνασθαι τῆς αὐτομολίας οἷα προδότας σφῶν γενομένους, τοῖς δʼ Ἀρείοις ἐκείνους τῆς ὑπεροψίας τῶν ἐν Βρεντεσίῳ διεφθαρμένων. συνειδότες τε ἀλλήλοις τὸ κράτιστον ὡς εἴη τῆς ἑκατέρου στρατιᾶς, ἤλπιζον ἐν τῷδε τῷ ἔργῳ μόνῳ τὸν πόλεμον κρινεῖν. καὶ τοῖς μὲν αἰδὼς ἦν τὸ δύο τέλεσιν οὖσιν διʼ ἑνὸς ἡσσᾶσθαι, τοῖς δὲ φιλοτιμία μόνοις τῶν δύο κρατῆσαι.
卡苏莱乌斯与潘萨在夜间穿过了峡隘,破晓时分,仅率领战神军团和另外五个大队踏上了人工修筑的道路——当时道路上尚无敌兵——并正向两侧的沼泽巡视时,芦苇丛的晃动引起了怀疑,四处已有盾牌和头盔闪烁着光芒,安东尼的近卫营突然从正面出现在他们面前。战神军团的士兵陷入四面合围,无处突围,便吩咐新兵们如果赶到,切莫分担他们的苦战,以免因缺乏经验而使自身陷入混乱;他们又以凯撒的近卫营迎击安东尼的近卫营。他们自己则分为两队,分别踏入左右两处沼泽,一路由潘萨统领,另一路由卡苏莱乌斯统领。由于有两处沼泽,战事便分作两处,因道路所阻而彼此不知虚实;在道路本身之上,两支近卫营亦自成一战。安东尼部下的意图是惩治战神军团的背叛,因后者曾背叛了他们;战神军团的意图则是报复对方在布伦迪西乌姆对被杀之人的轻慢。双方深知彼此皆为各自军队中的精锐,皆指望仅凭此役便判定战争的胜负。对于一方而言,以两个军团之众败于一个军团乃是奇耻大辱;对于另一方而言,仅凭一己之力战胜两个军团则是至高的荣誉。
οὕτω μὲν ἀλλήλοις ἐπῄεσαν διωργισμένοι τε καὶ φιλοτιμούμενοι, σφίσι μᾶλλον ἢ τοῖς στρατηγοῖς οἰκεῖον ἡγούμενοι τόδε ἔργον· ὑπὸ δὲ ἐμπειρίας οὔτε ἠλάλαξαν ὡς οὐκ ἐκπλήξοντες ἀλλήλους, οὔτε ἐν τῷ πόνῳ τις αὐτῶν ἀφῆκε φωνὴν οὔτε νικῶν οὔτε ἡσσώμενος. περιόδους δὲ οὐκ ἔχοντες οὔτε δρόμους ὡς ἐν ἕλεσι καὶ τάφροις, ἀραρότως συνίσταντο, καὶ οὐδέτεροι τοὺς ἑτέρους ὤσασθαι δυνάμενοι τοῖς ξίφεσιν ὡς ἐν πάλῃ συνεπλέκοντο. πληγή τε οὐδεμία ἦν ἀργός, ἀλλὰ τραύματα καὶ φόνοι καὶ στόνοι μόνον ἀντὶ βοῆς· ὅ τε πίπτων εὐθὺς ὑπεξεφέρετο, καὶ ἄλλος ἀντικαθίστατο. παραινέσεων δὲ ἢ ἐπικελεύσεων οὐκ ἐδέοντο, διʼ ἐμπειρίαν ἕκαστος ἑαυτοῦ στρατηγῶν. ὅτε δὲ καὶ κάμοιεν, ὥσπερ ἐν τοῖς γυμνικοῖς ἐς ἀναπνοὴν ὀλίγον ἀλλήλων διίσταντο καὶ αὖθις συνεπλέκοντο. θάμβος τε ἦν τοῖς νεήλυσιν ἐπελθοῦσι, τοιάδε ἔργα σὺν εὐταξίᾳ καὶ σιωπῇ γιγνόμενα ἐφορῶσι.
于是他们怀着极度的愤怒与求胜之心相互扑击,认为这场战斗属于他们自己,而非属于统帅们。由于经验丰富,他们深知无法吓倒对方,既不发战吼,在搏杀之中也无人吭声,无论得势还是落败。在沼泽与壕沟之中,他们既无法迂回,也无法奔袭冲锋,只是死死咬在一起;双方都无法逼退对方,便拔剑肉搏,犹如角力。没有一击是落空的,四下唯有创伤、屠杀,以及代替呐喊的呻吟;倒下的人立刻被拖走,另有人补上位置。他们无需劝勉或号令,凭着老练的经验,人人皆是自己的统帅。每当精疲力竭之时,他们便像竞技场上一样稍稍退开喘息片刻,随后再度撕杀在一起。后赶到的新兵们目睹如此恶战竟在严密的纪律与沉寂之中进行,无不惊骇不已。
πονουμένων δὲ ὧδε πάντων ὑπὲρ φύσιν ἀνθρωπίνην, ἡ μὲν στρατηγὶς ἡ Καίσαρος ἅπασα διεφθάρη, τῶν δὲ Ἀρείων οἱ μὲν ὑπὸ τῷ Καρσουληίῳ μᾶλλον ἐκράτουν τῶν κατὰ σφᾶς, οὐκ αἰσχρῶς, ἀλλὰ κατʼ ὀλίγον ἐνδιδόντων, οἱ δὲ ὑπὸ τῷ Πάνσᾳ τὸν αὐτὸν τρόπον ἐβαροῦντο, διεκαρτέρουν δʼ ὅμως ἐπʼ ἴσης ἑκάτεροι, μέχρι Πάνσας ὀβελῷ τὴν λαγόνα τρωθεὶς ἐς Βονωνίαν ἐξεφέρετο. τότε γὰρ οἱ κατʼ αὐτὸν ἀνεχώρουν, ἐπὶ πόδα πρῶτον, εἶτα μεταβαλόντες ὀξύτερον ὡς ἐν φυγῇ. καὶ οἱ νεήλυδες ἰδόντες ἔφευγον ἀτάκτως καὶ μετὰ βοῆς ἐς τὸ χαράκωμα, ὅπερ αὐτοῖς ἐξείργαστο ὁ ταμίας Τορκουᾶτος συνεστώσης ἔτι τῆς μάχης, ὑπονοήσας ἐν χρείᾳ γενήσεσθαι. οἱ μὲν δὴ νεήλυδες ἐς αὐτὸ ἀτάκτως συνειλοῦντο, Ἰταλοὶ μὲν ὄντες ὁμοίως τοῖς Ἀρείοις· ἡ δὲ ἄσκησις ἄρα τοῦ γένους ἐς τοσοῦτον ἀρετῇ διαφέρει. οἱ δὲ Ἄρειοι οὐκ ἐσῆλθον μὲν ἐς τὸ χαράκωμα αὐτοὶ ὑπὸ ἀδοξίας, ἀλλὰ παρʼ αὐτὸ ἔστησαν· κατάκοποι δὲ ὄντες ὤργων ὅμως, εἴ τις ἐπίοι, μέχρι τοῦ ἀναγκαίου τέλους διαγωνίσασθαι.2 Ἀντώνιος δὲ τῶν μὲν Ἀρείων ἀπέσχετο ὡς ἐπιπόνων, τοῖς δὲ νεήλυσιν ἐπιδραμὼν πολὺν εἰργάζετο φόνον.
正当所有人都超越人力之极限苦战之时,凯撒的近卫营全军覆没。战神军团中由卡苏莱乌斯率领的人逐渐压倒了对面的敌军,后者并非溃败蒙羞,而是一步步后撤;而潘萨率领的人同样陷入苦战,但双方依然均势抗衡,直到潘萨腰部中矛负伤,被抬往博诺尼亚。此时他的部下开始后撤,起初是倒退着步步为营,继而转过身来,如同溃败般加快脚步。新兵们见状,惊慌失措、大声呼喊着溃退向营寨,那是财务官托尔夸图斯预感到会有所需要而在激战尚在进行时为他们构筑的。新兵们乱哄哄地挤入营中,他们同战神军团一样都是意大利人,可见训练在勇气上的造就竟然如此远迈出身门第。战神军团本身因顾全声名而不愿进入营寨,只是守在营旁;他们虽已筋疲力尽,却仍斗志昂扬,誓若有人来攻便血战到底。安东尼认为战神军团难啃而未予理会,转而扑向新兵,造成了大批杀戮。
Ἵρτιος δὲ ἐν Μουτίνῃ τῆς μάχης πυθόμενος, ἑξήκοντα στάδια ἀπεχούσης, ἵετο δρόμῳ μετὰ τοῦ ἑτέρου τέλους τῶν ἀπὸ Ἀντωνίου μεταστάντων. ἤδη τε ἦν ὀψία δείλη, καὶ οἱ νικήσαντες τῶν Ἀντωνίου παιανίζοντες ἐπανῄεσαν· καὶ αὐτοῖς ὁ Ἵρτιος ἀσυντάκτοις οὖσιν ἐπιφαίνεται συντεταγμένος ὁλοκλήρῳ τέλει καὶ ἀπαθεῖ. οἱ δὲ συνετάχθησαν μὲν αὖθις ὑπʼ ἀνάγκης, καὶ πολλὰ καὶ πρὸς τούσδε ἔργα λαμπρὰ ἐπεδείξαντο· οἷα δὲ ἀκμήτων ἡσσῶντο κεκμηκότες, καὶ τὸ πλεῖστον αὐτῶν μάλιστα τὸ ἔργον Ἱρτίου διέφθειρε, καίπερ οὐ διώκοντος αὐτοὺς ὑπὸ φόβου τῶν ἑλῶν, καὶ τῆς ἑσπέρας ἤδη μελαινομένης διέλυσεν αὐτούς. καὶ τὸ ἕλος ἐπὶ πλεῖστον ἐπεπλήρωτο ὅπλων τε καὶ νεκρῶν καὶ ἀνδρῶν ἡμιθνήτων καὶ τετρωμένων· οἱ δὲ καὶ ἐρρωμένοι σφῶν ὑπὸ τοῦ κόπου κατεφρόνουν.3 ἱππέες δὲ αὐτοὺς ἐξ Ἀντωνίου περιθέοντες, ὅσοι παρήσπιζον αὐτῷ, διʼ ὅλης τῆς νυκτὸς ἀνελέγοντο καὶ τοὺς μὲν ἀντὶ σφῶν αὐτῶν, τοὺς δὲ σὺν ἑαυτοῖς ἐπὶ τοὺς ἵππους ἀνετίθεντο ἢ τῆς οὐρᾶς ἀντεχομένους παρεκάλουν παρατροχάζειν καὶ βοηθεῖν σφίσιν ἐς τὴν σωτηρίαν. ὧδε μὲν Ἀντωνίῳ καλῶς ἀγωνισαμένῳ διέφθαρτο ἡ ἰσχὺς διὰ Ἵρτιον ἐπελθόντα. καὶ ηὐλίσατο ἐν κώμῃ παρὰ τὸ πεδίον ἀχαρακώτως· ἀγορὰ Κελτῶν ἡ κώμη καλεῖται. ἔπεσον δὲ τῶν μὲν ἄλλων ἀμφὶ τοὺς ἡμίσεας ἑκατέρων, καὶ ἡ στρατηγὶς ἡ Καίσαρος ἅπασα, Ἱρτίου δὲ ὀλίγοι.
希尔提乌斯在相距六十斯塔德的穆蒂纳获悉战事,便率领从安东尼处脱离的另一个军团飞奔而来。此时天色已向晚,安东尼麾下获胜的将士正高唱凯歌而归;希尔提乌斯率领完整且未受损的军团严整列阵,猝然袭击了队列散乱的敌众。安东尼的部下被迫重新列阵,在面对这些敌军时亦展现了诸多辉煌的勇武;但由于疲惫不堪,他们被生力军所压制,希尔提乌斯的进击消灭了他们的大多数人;然而希尔提乌斯因畏惧沼泽未予追击,夜幕降临也使双方脱离了接触。沼泽中大部分填满了兵器、尸首、半死半生的人以及伤员;即便是健存者,也因极度疲惫而神志木然。安东尼的护卫骑兵四处奔走,整夜搜寻收拢己方将士,有的将伤兵换上自己的马匹,有的与他们同乘一骑,或者敦促他们抓住马尾并肩奔跑,帮助自己逃生。安东尼虽奋战有加,其主力却因希尔提乌斯的突袭而遭摧折。他便在平原旁的村庄中未筑营宿营;该村庄名为“高卢人之市”。双方其余部队各阵亡约半数,凯撒的近卫营全军覆没,而希尔提乌斯阵亡甚少。
- 3967τῇ διόδῳ εἰργόμενοι μὴ γινώσκειν τὰ ἀλλήλων
阻碍类动词(εἴργω“阻隔、妨碍”)后接 μὴ 与不定式的结构(此处 μή 为赘述否定)。意指中间人工修筑的道路阻隔了两侧沼泽中的部队,使彼此无法得知对方的战况。
- 3969κατάκοποι δὲ ὄντες ὤργων ὅμως, εἴ τις ἐπίοι, μέχρι τοῦ ἀναγκαίου τέλους διαγωνίσασθαι.
动词 ὀργάω(“充满激情、渴望、跃跃欲试”)支配不定式 διαγωνίσασθαι(“决战到底”)。条件从句 εἴ τις ἐπίοι 采用希求法,表示过去叙述中的假设或可能条件(“若有人来攻”)。
- 3970οἱ δὲ καὶ ἐρρωμένοι σφῶν ὑπὸ τοῦ κόπου κατεφρόνουν
动词 κατεφρόνουν 在此作不及物用法(无属格宾语),意为“掉以轻心、麻木不仁、不在意危险”。指即使是其中健全未伤之人(οἱ καὶ ἐρρωμένοι σφῶν),亦因过度疲劳(ὑπὸ τοῦ κόπου)而丧失了戒备心。
