← 阿庇安

内战记

§31071-31073

穆蒂纳之战与安东尼的败退

在穆蒂纳城外的第二次交战中,希尔提乌斯阵亡,但凯撒军队占据上风,迫使安东尼解围撤往阿尔卑斯方向。解围后的德基穆斯·布鲁图斯试图与凯撒接洽却遭严词拒绝,双方随即产生裂痕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31071

τῆς δʼ ἐπιούσης ἀνεζεύγνυον ἐς τὰ ἐν τῇ Μουτίνῃ στρατόπεδα πάντες. γνώμη δὲ ἦν Ἀντωνίῳ μὲν ἐπὶ τοσῷδε πταίσματι μὴ ἐπιχειρεῖν ἔτι τοῖς ἐχθροῖς μεγάλῃ μάχῃ μηδʼ ἐπιόντων ἀμύνεσθαι, διὰ δὲ τῶν ἱππέων τὰ ἐφήμερα μόνα αὐτοὺς ἐνοχλεῖν, μέχρι παραδῴη Δέκμος αὑτὸν ἐς ἔσχατον ἤδη λιμοῦ τετρυμένος, Ἱρτίῳ δὲ καὶ Καίσαρι διὰ τοῦτο μάλιστα τὰ ἐς τὴν μάχην ἐπείγεσθαι. ἐπεὶ δʼ ἐκτάσσουσιν αὐτοῖς ὁ Ἀντώνιος οὐκ ἐπεξῆγεν, ἐς τὰ ἐπὶ θάτερα τῆς Μουτίνης ἀφυλακτότερα ὄντα διὰ δυσχέρειαν ἐχώρουν ὡς βιασόμενοι βαρεῖ στρατῷ παρεσελθεῖν ἐς αὐτήν. καὶ ὁ Ἀντώνιος αὐτῶν ἐξήπτετο τοῖς ἱππεῦσι καὶ τότε μόνοις. ἀμυνομένων δὲ κἀκείνων αὐτὸν ἱππεῦσι μόνοις καὶ τῆς ἄλλης στρατιᾶς χωρούσης, ἐφʼ ἃ ἐβούλοντο, δείσας ὁ Ἀντώνιος περὶ τῇ Μουτίνῃ ἐξῆγε δύο τέλη· οἱ δὲ ἡσθέντες ἐπέστρεφον καὶ ἐμάχοντο. ἄλλα δὲ Ἀντωνίου τέλη καλοῦντος ἐκ τῶν ἄλλων στρατοπέδων, ὧν βραδέως ὡς ἐν αἰφνιδίῳ τε μετακλήσει καὶ μακρόθεν ἰόντων1 ἐκράτουν οἱ τοῦ Καίσαρος τῇ μάχῃ. Ἵρτιος δὲ καὶ ἐς τὸ στρατόπεδον ἐσήλατο τοῦ Ἀντωνίου καὶ περὶ τὴν στρατηγίδα σκηνὴν μαχόμενος ἔπεσε. καὶ αὐτοῦ τό τε σῶμα ὁ Καῖσαρ ἐσδραμὼν ἀνείλετο καὶ τοῦ στρατοπέδου κατέσχεν, ἕως μετʼ ὀλίγον ἐξεώσθη πρὸς Ἀντωνίου. διενυκτέρευσαν δὲ καὶ ἐν τοῖς ὅπλοις ἑκάτεροι.

次日,全军皆拔营返回穆蒂纳的各处阵营。在遭受如此惨重的挫折之后,安东尼的意图是不再以大规模的决战迎击敌人,即便敌人进犯也不予反击,仅以骑兵进行日常的骚扰,直到德基穆斯在极度饥荒的折磨下自行投降;而希尔提乌斯和凯撒则恰恰因此急于促成决战。然而,当他们列阵时安东尼并未出兵应战,他们便向穆蒂纳另一侧因地势险恶而防守较为薄弱的地段进发,意图以主力强行突入城内。安东尼当时亦仅以骑兵向他们发起冲击。但当对方同样仅以骑兵抵御、而其余大军继续向预定目标推进时,安东尼担忧穆蒂纳的安危,便率领两个军团出击;敌军欣喜地回身迎战。安东尼虽从其他营地调集其余军团,但由于事出仓促且路途遥远,那些军团来迟,凯撒的部下在战斗中占据了上风。希尔提乌斯甚至冲入了安东尼的营寨,在统帅帐篷周围战斗时阵亡。凯撒冲入阵中抢回了希尔提乌斯的遗体,并占领了营寨,直到不久后被安东尼逐出。双方皆枕戈待旦过了一夜。

§31072

καὶ ὁ Ἀντώνιος δευτέρᾳ τῇδε συμπεσὼν πληγῇ συνεβουλεύετο τοῖς φίλοις εὐθὺς ἀπὸ τοῦ πόνου. καὶ τοῖς μὲν ἐδόκει τῆς προτέρας αὐτὸν γνώμης ἔχεσθαι, πολιορκοῦντα Μουτίνην καὶ ἐς μάχην οὐκ ἐπεξιόντα· τό τε γὰρ πάθος ὅμοιον ἀμφοῖν γεγονέναι καὶ Ἵρτιον ἀνῃρῆσθαι καὶ Πάνσαν νοσεῖν καὶ σφᾶς τοῖς ἱππεῦσι πλεονεκτεῖν Μουτίνην τε ἐς ἔσχατον ἀφῖχθαι λιμοῦ καὶ εὐθὺς ἐνδώσειν. ὧδε μὲν ἤρεσκε τοῖς φίλοις, καὶ ἦν τὰ ἄριστα· ὁ δὲ Ἀντώνιος, ἤδη θεοῦ βλάπτοντος, ἐδεδοίκει, μὴ ἐς τὴν Μουτίνην ὁ Καῖσαρ, ὥσπερ ἐχθὲς ἐπιχειρήσας, ἐσδράμοι ἢ αὑτὸν ἐπιχειρήσειε περιτειχίζειν, πλέον ἔχων τὸ ἐργάσιμον, “ἐν ᾧ καὶ τῶν ἱππέων,” ἔφη, “γιγνομένων ἡμῖν ἀχρήστων, ὑπερόψεταί με Λέπιδος καὶ Πλάγκος ἡττώμενον. εἰ δὲ Μουτίνης ἐξανασταῖμεν, Οὐεντίδιός τε ἡμῖν αὐτίκα προσέσται, τρία τέλη φέρων ἐκ τῆς Πικηνίτιδος, καὶ Λέπιδος καὶ Πλάγκος ἐρρωμένως οἱ συμμαχήσουσι.” ταῦτα ἔλεγεν, οὐκ ἄτολμος ἐν τοῖς κινδύνοις ἀνήρ, καὶ εἰπὼν εὐθὺς ἀνίστατο καὶ ὥδευεν ἐπὶ τῶν Ἄλπεων.

安东尼遭受这第二次重创之后,战事甫歇便立即与友人商议对策。友人们认为他应当坚持原先的主张,围困穆蒂纳而不出兵交战;因为双方的损失相当,希尔提乌斯已死,潘萨身负重伤,己方在骑兵上占有优势,且穆蒂纳已陷入极度饥荒,即将开城投降。友人们赞同这一方案,而这确也是上策;然而安东尼此时因神明降下的灾殃而心智受蒙,唯恐凯撒会像昨日尝试的那样突入穆蒂纳,或者依仗工兵较多而企图筑墙将自己合围。“在这种情况下,”他说,“我们的骑兵也变得毫无用处,莱庇达斯和普兰库斯就会把我看作败军之将而轻视我。但若我们撤离穆蒂纳,温提迪乌斯便会立即从皮凯努姆率领三个军团前来与我们汇合,莱庇达斯和普兰库斯亦会竭力与我们结盟。”在险境中从不缺乏勇气的他说了这番话,言毕随即拔营,向阿尔卑斯山方向行军。

§31073

Δέκμῳ δὲ ἀπαλλαγέντι τῆς πολιορκίας ὁ φόβος ἐς τὸν Καίσαρα ἐνηλλάσσετο· τῶν γὰρ ὑπάτων ἐκποδὼν γενομένων ὡς ἐχθρὸν ἐδεδοίκει. τάς τε οὖν γεφύρας τοῦ ποταμοῦ διέκοπτε πρὸ ἡμέρας καὶ κελητίῳ τινὰς ἐς τὸν Καίσαρα ἀποστέλλων ἐμαρτύρει μὲν ὡς αἰτίῳ τῆς σωτηρίας, ἠξίου δὲ μέσον ἔχοντα τὸν ποταμὸν ἐς λόγους οἱ συνελθεῖν ἐπὶ μάρτυσι τοῖς πολίταις· πείσειν γάρ, ὅτι δαιμόνιον αὑτὸν ἔβλαψεν, ἐς τὴν Καίσαρος ἐπιβουλὴν ἐπηγμένον ὑφʼ ἑτέρων. Καίσαρος δὲ τοῖς ἥκουσιν ἀποκριναμένου τε πρὸς ὀργὴν καὶ τὴν χάριν, ἣν δίδωσίν οἱ Δέκμος, διωθουμένου"οὐδὲ γὰρ Δέκμον ἐγὼ πάρειμι περισώσων, ἀλλʼ Ἀντωνίῳ πολεμήσων, ᾧ μοι καὶ συναλλαγῆναί ποτε θέμις· Δέκμῳ δὲ ἡ φύσις οὐδὲ ἐς ὄψιν ἢ λόγους ἐλθεῖν ἐπιτρέπει· σῳζέσθω μέντοι, μέχρι τοῖς ἐν ἄστει δοκεῖ"ʼ, πυθόμενος τούτων ὁ Δέκμος ἔστη τε πρὸ τοῦ ποταμοῦ καὶ καλῶν ὀνομαστὶ τὸν Καίσαρα, σὺν βοῇ τὰ γράμματα τῆς βουλῆς ἀνεγίνωσκε, διδούσης οἱ τὴν Κελτικὴν ἡγεμονίαν, ἀπηγόρευέ τε Καίσαρι χωρὶς ὑπάτων μὴ περᾶν τὸν ποταμὸν ἐς ἀλλοτρίαν ἡγεμονίαν μηδὲ ἐπὶ Ἀντώνιον ἔτι χωρεῖν· αὐτὸς γὰρ αὐτὸν διώκων ἀρκέσειν. ὁ δὲ ᾔδει μὲν ὑπὸ τῆς βουλῆς αὐτὸν ἐς τήνδε τὴν θρασύτητα αὐξανόμενον, δυνηθεὶς δʼ ἂν ἐκ προστάγματος ἑλεῖν2 ἐφείδετο ἔτι καὶ πρὸς τὸν Πάνσαν ἐς Βονωνίαν τραπεὶς ἔγραφε τῇ βουλῇ περὶ ἁπάντων. ἔγραφε δὲ καὶ Πάνσας.

解除了围困的德基穆斯,恐惧却转向了凯撒;因为随着执政官们双双离场,他便将凯撒视作仇敌而深怀畏惧。于是在拂晓之前,他拆毁了河上的桥梁,并乘小舟派遣数人前往凯撒处,一面承认凯撒是其救命恩人,一面请求以河流相隔、在市民的见证下与他晤谈;因他确信自己能说明是恶神蒙蔽了自己的心智,才使他受他人诱导而卷入对凯撒的谋刺。然而凯撒愤怒地答复了来使,断然拒绝了德基穆斯的谢意:“我本就不是为了搭救德基穆斯而来,而是为了讨伐安东尼,与安东尼我尚且在日后有依法和解的可能;但对于德基穆斯,人伦天理绝不容许我与之相见或交谈。不过,只要城中父老意愿如此,且容他苟全性命。”德基穆斯得知后,立于河前,直呼凯撒之名,大声宣读元老院将高卢统帅权授予他的敕令,并严令凯撒在没有执政官的情况下不得渡河侵入他人的管辖地,亦不得再追击安东尼;因他声称由自己亲自追击便已足够。凯撒深知德基穆斯乃是倚仗元老院的撑腰才敢如此狂妄,他本可以一声令下便将其擒获,却依然克制隐忍,转道前往博诺尼亚的潘萨处,并将这一切始末具文上书元老院。潘萨亦同样上书。

语法注2 条
  1. 31071ὧν βραδέως ὡς ἐν αἰφνιδίῳ τε μετακλήσει καὶ μακρόθεν ἰόντων

    关系代词 ὧν 以其前文的 ἄλλα τέλη(其余军团)为先行词,与分词 ἰόντων 结合构成关系独立属格结构(relative genitive absolute)。在此结构中,关系代词充当独立属格分词的逻辑主语,意为“当这些军团……迟缓赶来之际”。

  2. 31073δυνηθεὶς δʼ ἂν ἐκ προστάγματος ἑλεῖν

    分词 δυνηθείς 与语气小词 ἄν 结合,相当于与过去事实相反的虚拟条件句(即直陈式过去时+ἄν)。在此表达“本可以凭借一声号令便将其擒获(但他却隐忍未为)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:31071-31073