- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3964-3966
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒(屋大维)洞察元老院偏袒刺客一派并将自己视作工具,遂笼络军心以固兵权;在穆蒂纳,执政官与安东尼相持不下,而罗马城内文提迪乌斯因不满西塞罗而起兵募军,安东尼则在沼泽中设伏迎击进逼的潘萨军。
ὧδε μὲν ὀξέως σὺν ἀφορμῇ τοὺς ἀμφὶ τὸν Κάσσιον ἐξελάμπρυνον, καὶ ὁ Καῖσαρ ἕκαστα μαθὼν ἠπόρητο, τὴν μὲν ἀμνηστίαν ἡγούμενος εὐπρέπειαν ἐσχηκέναι φιλανθρωπίας καὶ ἔλεον συγγενῶν ἀνδρῶν καὶ ὁμοτίμων, καὶ τὰς βραχυτέρας ἡγεμονίας ἀσφάλειαν· Δέκμῳ τε τὴν Κελτικὴν βεβαιοῦντας Ἀντωνίῳ δόξαι περὶ τυραννίδος διαφέρεσθαι, ᾧ προσποιήματι καὶ αὑτὸν ὑπάγεσθαι κατʼ Ἀντωνίου· τὸ δὲ καὶ Δολοβέλλαν πολέμιον ψηφίσασθαι διʼ ἕνα τῶν ἀνδροφόνων ἀναιρεθέντα καὶ Βρούτῳ καὶ Κασσίῳ τὰς ἡγεμονίας ἐς τὰ μέγιστα ἔθνη διαλλάξαι στρατόπεδά τε δοῦναι πολλὰ ἀθρόως καὶ χρήματα καὶ ἡγεμόνας ἡγεμονῶν ἀποφῆναι πάντων, ὅσοι πέραν εἰσὶ τῆς Ἰονίου θαλάσσης, σαφῶς εἶναι τὴν μὲν Πομπηίου μοῖραν αὐξόντων,1 τὴν δὲ Καίσαρος καθαιρούντων. ἐνεθυμεῖτο δὲ καὶ τῆς ἐς αὑτὸν ὡς μειράκιον τέχνης, εἰκόνα μὲν αὑτῷ καὶ προεδρίαν παρασχόντων καὶ ἀντιστράτηγον ἀποφηνάντων, ἔργῳ δὲ ἴδιον αὑτοῦ τὸν στρατὸν ὄντα ἀφαιρουμένων· ὑπάτων γὰρ συστρατηγούντων οὐδὲν εἶναι τὸν ἀντιστράτηγον· τά τε γέρα τοῖς ἀπὸ Ἀντωνίου μόνοις μεταστᾶσιν ἐψηφισμένα τοὺς αὑτῷ στρατευομένους ἀτιμοῦν· καὶ τὸν πόλεμον ὅλως αὑτῷ μὲν αἰσχύνην ἔχειν, ἔργῳ δὲ τὴν βουλὴν ἀποχρῆσθαί οἱ κατὰ Ἀντωνίου, μέχρι καθέλωσιν αὐτόν.
元老院就这样抓住机会,迅速使卡西乌斯一派飞黄腾达。凯撒获悉这一切后感到困惑,他认为此前的大赦本具有仁爱与怜悯同侪亲属的体面外观,较短暂的任期也是一种保障;而他们向德基穆斯确认高卢,似乎只是因僭政之嫌而与安东尼相争——正是在这种幌子下,他自己也被诱拉来对抗安东尼。然而,仅因刺客之一被杀便将多拉贝拉决议宣布为公敌,将布鲁图斯和卡西乌斯的统领权调换为管辖最大的部族,一次性拨予重兵与巨款,并将他们立为爱奥尼亚海对岸所有统帅的总领,这显然是壮大庞培派系、削弱凯撒派系之人的行径。他还想到元老院将自己视作幼弱后生所耍弄的手腕:他们为他树立雕像、赋予上席、封为资深裁判官,实际上却在剥夺本属于他自己的军队;因为当执政官共同统军时,资深裁判官根本无足轻重;而且决议仅向脱离安东尼者发放赏赐,羞辱了他麾下服役的将士;这场战争对他整体而言乃是耻辱,元老院实际上不过是在利用他对付安东尼,直至将安东尼击垮。
ταῦτα λογιζόμενος ἐπέκρυπτε καὶ θύων ἐπὶ τῇ δεδομένῃ ἀρχῇ πρὸς τὸν στρατὸν ἔφη· “καὶ τάδε μοι παρʼ ὑμῶν, ὦ συστρατιῶται, γέγονεν, οὐ νῦν, ἀλλʼ ἐξ οὗ τὴν ἀρχὴν ἐδίδοτε· καὶ γὰρ ἡ βουλὴ διʼ ὑμᾶς ἔδωκεν. ὥστε ἐμὲ καὶ τούτων ἴστε τὴν χάριν ὑμῖν ὀφλήσοντα καί, ἢν οἱ θεοὶ παρέχωσιν εὐπραγεῖν, ἀποδώσοντα ἀθρόως.” ὁ μέν οὑτωσὶ τὸν στρατὸν οἰκειούμενος ὑπήγετο, τῶν δὲ ὑπάτων Πάνσας μὲν ἀνὰ τὴν Ἰταλίαν ἐξενάγει, Ἵρτιος δὲ τῷ Καίσαρι τὸν στρατὸν ἐμερίζετο καί, ὡς αὐτῷ παρὰ τῆς βουλῆς ἐν ἀπορρήτῳ λέλεκτο, ἐς τὸ μέρος ᾔτει2 τὰ δύο τέλη τὰ παρὰ Ἀντωνίου μεταστάντα, εἰδὼς τάδε ὄντα τοῦ στρατοῦ τὸ ἀξιολογώτατον. καὶ ὁ μὲν Καῖσαρ ἅπαντα συνεχώρει, μερισάμενοι δὲ ἐχείμαζον μετʼ ἀλλήλων· παροδεύοντος δὲ τοῦ χειμῶνος ἤδη Δέκμος μὲν ἔκαμνεν ὑπὸ λιμοῦ, Ἵρτιος δὲ καὶ Καῖσαρ ἐς τὴν Μουτίνην ἐχώρουν, μὴ κάμνοντα τὸν Δέκμου στρατὸν ὁ Ἀντώνιος παραλάβοι. ἀκριβῶς δὲ τῆς Μουτίνης φυλασσομένης ὑπὸ τοῦ Ἀντωνίου, πανσυδὶ μὲν οὐ συνεπλέκοντο αὐτῷ Πάνσαν περιμένοντες, ἱππομαχίαι δʼ ἦσαν πυκναί, πολὺ μὲν πλείους ἱππέας ἔχοντος Ἀντωνίου· τοῦ πεδίου δὲ ἡ δυσχέρεια, διὰ χειμάρρους ἐκτεταφρευμένου, τὴν πλεονεξίαν τὸ πλῆθος ἀπεστέρει.
思量及此,凯撒将心思隐匿不发,在为获授的官职行祭祀礼时对军队说道: “将士们,这也是你们带给我的,不是现在,而是自你们授予我统帅权时起便是如此;因为元老院正是因你们的缘故才授予我的。因此,你们当知对于这些,我亦对你们负有恩情,若神明赐予顺利,我必将全数报答。” 他便如此笼络收买军心。执政官中,潘萨在意大利各地招募兵员,希尔提乌斯则与凯撒分领军队,并按照元老院秘密叮嘱他的那样,要求将脱离安东尼的两个军团划入自己的部下,深知这是全军中最骁勇善战的部队。凯撒对一切都予以依从,分兵后他们驻扎在一起过冬。冬季将尽之时,德基穆斯已在承受饥荒之苦,希尔提乌斯与凯撒遂向穆蒂纳进军,以免安东尼趁德基穆斯的军队精疲力竭时将其攻占。穆蒂纳被安东尼严密看守,因此他们等待着潘萨,并未倾全力与安东尼交锋,但骑兵交锋频频发生;安东尼的骑兵虽远占多数,但平原被激流冲刷出许多壕沟,地形险阻,剥夺了其兵力的优势。
καὶ τάδε μὲν ἦν ἀμφὶ τῇ Μουτίνῃ, τὰ δʼ ἐν Ῥώμῃ τῶν ὑπάτων οὐ παρόντων ὁ Κικέρων ἦγεν ὑπὸ δημοκοπίας· καὶ συνεχεῖς ἦσαν ἐκκλησίαι, ὅπλα τε εἰργάζετο συναγαγὼν τοὺς δημιουργοὺς ἀμισθὶ καὶ χρήματα συνέλεγε καὶ βαρυτάτας ἐσφορὰς τοῖς Ἀντωνίου φίλοις ἐπετίθει. οἱ δὲ ἑτοίμως ἐσέφερον ἐκλυόμενοι τὴν διαβολήν, μέχρι Πούπλιος Οὐεντίδιος, ἐστρατευμένος τε Γαΐῳ Καίσαρι καὶ Ἀντωνίῳ φίλος ὤν, οὐκ ἤνεγκε τὴν βαρύτητα τοῦ Κικέρωνος, ἀλλʼ ἐς τὰς Καίσαρος ἀποικίας ἐκδραμὼν ὡς γνώριμος δύο ἐς τὸν Ἀντώνιον ἀνεστράτευσε τέλη καὶ ἐς τὴν Ῥώμην συλλαβεῖν Κικέρωνα ἠπείγετο. τότε μὲν δὴ θόρυβός τε ἦν ἄπλετος, καὶ τέκνα καὶ γυναῖκας ὑπεξέφερον οἱ πλείους μετὰ δυσελπιστίας, καὶ ὁ Κικέρων τῆς πόλεως ἀπεδίδρασκε. καὶ ὁ Οὐεντίδιος μαθὼν ἐς τὸν Ἀντώνιον ἀνέστρεφε. διακλειόμενος δὲ ὑπὸ Καίσαρός τε καὶ Ἱρτίου ἐς τὴν Πικηνίτιδα παρῆλθε καὶ τέλος ἄλλο συλλογίσας ἐφήδρευε τοῖς ἐσομένοις. οἱ δὲ ἀμφὶ τὸν Καίσαρα, τοῦ Πάνσα μετὰ στρατιᾶς πλησιάζοντος, Καρσουλήιον αὐτῷ προσέπεμπον ἄγοντα τὴν Καίσαρος στρατηγίδα τάξιν καὶ τὸ Ἄρειον τέλος ἐς βοήθειαν τῆς διόδου τῶν στενῶν. ὁ δὲ Ἀντώνιος τῶν μὲν στενῶν ὑπερεῖδεν ὡς οὐδὲν πλέον ἢ κωλύσων ἐν αὐτοῖς,3 ἐπιθυμίᾳ δὲ ἀγῶνος, οὐκ ἔχων τοῖς ἱππεῦσιν ἐλλαμπρύνασθαι διὰ τὸ πεδίον ἑλωδέστερον ὂν καὶ τεταφρευμένον, δύο ἐνήδρευσε τέλη τὰ ἄριστα ἐν τῷ ἕλει, τῆς ὁδοῦ, χειροποιήτου καὶ στενῆς οὔσης, ἑκατέρωθεν τῷ δόνακι κρύπτων.
穆蒂纳周围的情形便是如此;而在罗马,由于执政官不在城中,西塞罗通过煽惑民心主持大局;集会接连不断,他召集工匠无偿制造武器,聚敛钱财,向安东尼的朋友们课以极其沉重的战争特别税。众人为摆脱嫌疑而痛快缴纳,直到曾随盖乌斯·凯撒征战、与安东尼交好的普布利乌斯·文提迪乌斯不堪忍受西塞罗的严苛,以旧相识的身份疾奔凯撒的殖民地,为安东尼招募了两个军团,并直奔罗马欲拘捕西塞罗。当时城中大乱,众人陷于绝望,多将妻儿转移避难,西塞罗亦逃离该城。文提迪乌斯闻讯便折返去迎安东尼。但他被凯撒与希尔提乌斯所阻隔,遂转入皮凯努姆地区,又召集了一个军团,静观事态发展。 凯撒等人见潘萨率军临近,便派卡苏莱乌斯率领凯撒的近卫营与战神军团前去接应,协助他穿过峡隘。安东尼对狭道不以为意,认为在那里至多只能阻截他们一下;他急于决战,又因平原多为沼泽与壕沟而无法发挥骑兵优势,便将最精锐的两个军团埋伏在沼泽中,借芦苇掩蔽在狭窄的人工筑成的道路两侧。
- 3964τὸ δὲ καὶ Δολοβέλλαν πολέμιον ψηφίσασθαι... σαφῶς εἶναι τὴν μὲν Πομπηίου μοῖραν αὐξόντων
带冠词的不定式短语(τὸ δὲ καὶ Δολοβέλλαν... ἀποφῆναι πάντων)作为句子的主语/主题引出,后接不定式结构 σαφῶς εἶναι。属格分词 αὐξόντων 与 καθαιρούντων 与 εἶναι 连用,作特征或归属属格,表示“显然是……之人的行径”。
- 3965ἐς τὸ μέρος ᾔτει
介词短语 ἐς τὸ μέρος 为习惯表达,意为“作为自己的配额/分额”,修饰动词 ᾔτει(要求)及其宾语 τὰ δύο τέλη,指在分兵时要求将这两个军团划入自己的指挥之下。
- 3966ὡς οὐδὲν πλέον ἢ κωλύσων ἐν αὐτοῖς
连词 ὡς 与将来时分词 κωλύσων 连用,表达主语(安东尼)的主观判断与设想,搭配成语 οὐδὲν πλέον ἤ(无非、至多不过),意指他认定在隘路中“至多不过是阻挡他们一下,别无更多成效”。
