- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3861-3863
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
皮索的辩护使安东尼暂免被宣布为公敌,但西塞罗擅自起草了严苛的训令,引发安东尼的愤怒回击;元老院遂判定安东尼为公敌,并将东方大权授予布鲁图斯和卡西乌斯。
ὧδε μὲν ὁ Πείσων ἀπελογεῖτο καὶ ὠνείδιζεν ὁμοῦ καὶ ἐφόβει καὶ σαφῶς αἴτιος ἐγένετο μὴ ψηφισθῆναι1 πολέμιον Ἀντώνιον. οὐ μὴν ἐκράτησε τῆς Κελτικῆς αὐτὸν ἄρχειν· οἱ γὰρ τῶν σφαγέων φίλοι τε καὶ συγγενεῖς ὑπὸ δέους ἐκώλυσαν, μὴ τοῦ πολέμου λυθέντος ἐπεξέλθοι τὸν φόνον Καίσαρι συναλλαγείς· διὸ καὶ στασιάζειν αἰεὶ παρεσκεύαζον Καίσαρά τε καὶ Ἀντώνιον. ἐψηφίσαντο δʼ Ἀντωνίῳ προαγορεῦσαι Μακεδονίαν ἀντὶ τῆς Κελτικῆς ἔχειν· τὰς δὲ ἄλλας ἐντολάς, εἴτε λαθόντες εἴτʼ ἐξεπίτηδες, Κικέρωνα συγγράψαι τε καὶ δοῦναι τοῖς πρεσβεύουσι προσέταξαν. ὁ δὲ τὴν γνώμην παραφέρων2 συνέγραφεν ὧδε· Μουτίνης Ἀντώνιον εὐθὺς ἀπανίστασθαι καὶ Δέκμῳ τὴν Κελτικὴν μεθιέναι, ἐντὸς δὲ Ῥουβίκωνος ποταμοῦ, τοῦ τὴν Ἰταλίαν ὁρίζοντος ἀπὸ τῆς Κελτικῆς, ἡμέρᾳ ῥητῇ γενόμενον ἐπιτρέψαι τὰ καθʼ ἑαυτὸν ἅπαντα τῇ βουλῇ. οὕτω μὲν φιλονίκως τε καὶ ψευδῶς τὰς ἐντολὰς ὁ Κικέρων συνέγραφεν, οὐδεμιᾶς ἔχθρας τοσῆσδε ὑπούσης, ἀλλʼ, ὡς ἔοικε, τοῦ δαιμονίου τὰ κοινὰ ἐς μεταβολὴν ἐνοχλοῦντος καὶ αὐτῷ Κικέρωνι κακῶς ἐπινοοῦντος. ἄρτι δὲ καὶ τῶν Τρεβωνίου λειψάνων κομισθέντων καὶ τῆς ἐς αὐτὸν ὕβρεως γνωσθείσης ἀκριβέστερον, οὐ δυσχερῶς ἡ βουλὴ τὸν Δολοβέλλαν ἔκρινεν εἶναι πολέμιον.
皮索就这样进行了辩护,既加以责备又予以威吓,显然正是他使安东尼未被决议宣布为公敌。然而,他并未能使安东尼获准统治高卢;因为刺客们的朋友和亲属出于恐惧横加阻挠,担心一旦战争结束,安东尼与凯撒和解后便会追究谋杀之罪;因此他们也始终图谋让凯撒与安东尼处于相争之中。元老院决议向安东尼宣布以马其顿替代高卢;至于其余的训令,不知是由于疏忽还是故意,他们责成西塞罗起草并交给使者们。然而西塞罗歪曲了决议的本意,起草如下:安东尼须立即从穆蒂纳撤军并将高卢交还德基穆斯,并在指定日期前到达划分意大利与高卢界限的卢比孔河以内,将其一切事务全凭元老院处置。西塞罗就这样怀着争胜之心和欺瞒起草了训令,当时元老院并无如此巨大的敌意,但看来似乎是神明在扰乱国政使之走向巨变,并对西塞罗本人降下厄运。恰在此时,特雷博尼乌斯的遗体被送达,对其所施暴行也被更确切地获悉,元老院毫不犹豫地将多拉贝拉判定为公敌。
οἱ δʼ ἐς τὸν Ἀντώνιον ἀπεσταλμένοι πρέσβεις, αἰδούμενοι τῶν ἐντολῶν τὸ ἀλλόκοτον, οὐδὲν μὲν ἔφασαν, αὐτὰς δʼ ἐπέδοσαν αὐτῷ. καὶ ὁ Ἀντώνιος σὺν ὀργῇ πολλὰ ἔς τε τὴν βουλὴν καὶ τὸν Κικέρωνα ἀπερρίπτει, θαυμάζων, ὅτι Καίσαρα μὲν τὸν τὰ μέγιστα ὠφελήσαντα τὴν ἀρχὴν ἡγοῦνται τύραννον ἢ βασιλέα, Κικέρωνα δὲ οὐ νομίζουσιν, ὃν Καῖσαρ μὲν εἷλε πολέμῳ καὶ οὐκ ἀπέκτεινε, Κικέρων δὲ τοὺς ἐκείνου φονέας προτίθησι τῶν φίλων αὐτοῦ καὶ Δέκμον Καίσαρι μὲν ὄντα φίλον ἐμίσει, ἀνδροφόνον δὲ αὐτοῦ γενόμενον ἀγαπᾷ, καὶ τῷ μὲν παρʼ οὐδενὸς μετὰ Καίσαρα λαβόντι τὴν Κελτικὴν προστίθεται, τῷ δὲ παρὰ τοῦ δήμου λαβόντι πολεμεῖ. “τῶν τε ἐψηφισμένων μοι τελῶν τοῖς μὲν αὐτομολήσασι γέρα δίδωσι, τοῖς δὲ παραμείνασιν οὔ, διαφθείρων οὐκ ἐμοὶ μᾶλλον ἀλλὰ τῇ πόλει τὰ στρατιωτικά. καὶ τοῖς μὲν ἀνδροφόνοις ἀμνηστίαν ἔδωκεν, ᾗ κἀγὼ συνεθέμην διὰ δύο ἄνδρας αἰδεσίμους· Ἀντώνιον δὲ καὶ Δολοβέλλαν ἡγεῖται πολεμίους, ὅτι τῶν δεδομένων ἐχόμεθα. ἥδε γάρ ἐστιν ἡ ἀληθὴς αἰτία· κἂν ἀποστῶ τῆς Κελτικῆς, οὔτε πολέμιος οὔτε μόναρχός εἰμι. ταῦτα μέντοι μαρτύρομαι λύσειν τὴν οὐκ ἀγαπωμένην ἀμνηστίαν.”
出使安东尼的使者们因训令的乖戾而感到羞愧,自己未发一言,只将训令递交给他。安东尼盛怒之下对元老院和西塞罗大加斥责,惊异于他们将给国家带来最大利益的凯撒视为僭主或国王,却不这样看待西塞罗——凯撒在战火中俘获西塞罗却未加杀害,而西塞罗却将凯撒的凶手置于他的朋友之上,在德基穆斯是凯撒朋友时憎恶他,在德基穆斯沦为凯撒凶手后反倒爱护他,并且倒向凯撒之后未经任何人合法授受而占据高卢之人,却向从人民那里依法受领高卢之人开战。“不仅如此,在决议配属给我的军团中,他对逃兵给予赏赐,对坚守岗位者却分文不给,破坏军纪与其说是危害我,不如说是危害城邦。他对杀人凶手给予了大赦,而我也曾因两位受尊敬之人的缘故同意了大赦;但对安东尼和多拉贝拉,他却视作公敌,只因我们坚守受赠之物。因为这才是真正的原因;倘若我退出高卢,我便既非公敌亦非独裁者。然而我声明,这必将废除那本不受欢迎的大赦。”
τοιάδε πολλὰ εἰπὼν ὁ Ἀντώνιος ἀντέγραφε τῷ δόγματι τῇ μὲν βουλῇ πεισθῆναι ἂν3 ἐς ἅπαντα ὡς πατρίδι, Κικέρωνι δὲ τῷ συγγράψαντι τὰς ἐντολὰς ὧδε ἀποκρίνεσθαι· “ὁ δῆμος ἔδωκέ μοι τὴν Κελτικὴν νόμῳ, καὶ Δέκμον ἀπειθοῦντα τῷ νόμῳ μετελεύσομαι καὶ τοῦ φόνου δίκας ἀπαιτήσω μόνον ὑπὲρ ἁπάντων, ἵνα καὶ ἡ βουλὴ καθαρεύσῃ ποτὲ τοῦ μύσους, ἐμπιπλαμένη νῦν διὰ Κικέρωνα Δέκμῳ βοηθοῦντα.” τάδε μὲν ὁ Ἀντώνιος εἶπέ τε καὶ ἀντέγραψε, καὶ ἡ βουλὴ αὐτὸν αὐτίκα ἐψηφίζετο εἶναι πολέμιον καὶ τὸν ὑπʼ αὐτῷ στρατόν, εἰ μὴ ἀποσταῖεν αὐτοῦ· Μακεδονίας δὲ καὶ τῆς Ἰλλυρίδος αὐτῆς καὶ τῶν ἐν ἀμφοτέραις ὑπολοίπων στρατῶν Μᾶρκον Βροῦτον ἄρχειν, μέχρι κατασταίη τὰ κοινά. ὁ δὲ ἴδιόν τε εἶχεν ἤδη στρατὸν καὶ παρὰ Ἀπουληίου τινὰ προσειλήφει καὶ ναῦς εἶχε μακράς τε καὶ ὁλκάδας καὶ χρημάτων ἐς μύρια καὶ ἑξακισχίλια τάλαντα καὶ ὅπλα πολλά, ὅσα ἐν Δημητριάδι Γαΐῳ Καίσαρι ἐκ πολλοῦ γιγνόμενα εὗρεν· οἷς ἅπασιν αὐτὸν ἡ βουλὴ τότε ἐψηφίζετο ἐς τὰ συμφέροντα τῆς πατρίδος χρῆσθαι. ἐψηφίσαντο δὲ καὶ Κάσσιον ἄρχειν τε Συρίας καὶ πολεμεῖν Δολοβέλλᾳ· τούς τε ἄλλους, ὅσοι τινὸς ἔθνους ἢ στρατοῦ Ῥωμαίων ἄρχουσιν ἀπὸ τῆς Ἰονίου θαλάσσης ἐπὶ τὴν ἕω, πάντας ὑπακούειν ἐς ὅ τι προστάσσοι Κάσσιος ἢ Βροῦτος.
安东尼说了许多类似的话后,对该决议回复书面答复称,他愿将元老院视作祖国而事事顺从,但对起草训令的西塞罗则如此答复道:“人民依法将高卢授予了我,我定要惩办违法的德基穆斯,并代表所有人只向他一人索取弑君之债,以便元老院有朝一日能洗刷污秽,而如今由于西塞罗援助德基穆斯,元老院正充斥着这股污秽。”安东尼如此口述并书面作答,元老院随即决议将他以及麾下的军队判定为公敌,除非士兵脱离他;并决议由马尔库斯·布鲁图斯统治马其顿、伊利里亚本土以及两地的余部军队,直至国政恢复秩序。布鲁图斯当时已有自己的军队,又从阿普莱乌斯处接管了一部,拥有战船与运输船、多达一万六千塔兰同的钱财,以及他在德米特里亚斯发现的、早已为盖乌斯·凯撒制备的大量武器;元老院当时决议,允许他将这一切全部用于祖国的利益。他们还决议由卡西乌斯掌管叙利亚并对多拉贝拉作战;从爱奥尼亚海至东方的所有掌管罗马行省或军队的长官,一律听从卡西乌斯或布鲁图斯的命令。
- 3861αἴτιος ἐγένετο μὴ ψηφισθῆναι
αἴτιος ἐγένετο(成为……的原因)后接不定式 ψηφισθῆναι,并以不定式的常规否定词 μή 否定不定式以表示否定结果,意为“成为使安东尼未被投票宣布为公敌的原因”。
- 3861τὴν γνώμην παραφέρων
分词 παραφέρων 与 τὴν γνώμην 搭配,表示偏离、扭曲元老院的原意或决议(γνώμη),指西塞罗违背元老院本意,擅自将训令条件变得极其苛刻。
- 3863πεισθῆναι ἂν
在依赖于 ἀντέγραφε 的间接引语中,πεισθῆναι ἄν 是带有 ἄν 的虚拟/潜在不定式,对应直接引语中的 optative + ἄν(πιθοίμην ἄν)或 past indicative + ἄν,表达附带条件的服从意愿:“他愿意事事遵从元老院”。
