← 阿庇安

内战记

§3858-3860

反驳安东尼进军罗马的指控与皮索的折中方案

演说者指出指控安东尼企图进军罗马之说的自相矛盾,为安东尼进行辩护,告诫元老院切勿轻率将强力将领宣布为公敌,并提出将数个军团调回罗马以确立自主防卫力量的折中方案。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3858

τὰ μὲν δὴ μέγιστα, ὦ Ῥωμαῖοι, καὶ ἀναμφίλογα Κικέρωνος ἐς τὸν Ἀντώνιον ἐγκλήματα ὁρᾶτε· ἐπεὶ δέ γε ἐπὶ τοῖς ἐγκλήμασι καὶ μαντεύματα ἐπάγουσιν, ὡς ὁ Ἀντώνιος ἔμελλε μὲν τὸν στρατὸν ἄξειν ἐπὶ τὴν πόλιν, δείσειε δὲ προλαβόντος αὐτὴν ἑτέρῳ στρατῷ Καίσαρος,1 πῶς οὖν, εἰ τὸ μελλῆσαι μόνον ἐστὶν ἀνδρὸς πολεμίου, τὸν ἐλθόντα καὶ παραστρατοπεδεύσαντα ἡμῖν ἀσήμαντον οὐχ ἡγεῖται πολέμιον; πῶς δʼ, εἴπερ ἤθελεν ὁ Ἀντώνιος, οὐκ ἀφίκετο; ἢ τρισμυρίους ἔχων συντεταγμένους ἔδεισε τρισχιλίους τοὺς ἀμφὶ τὸν Καίσαρα ὄντας ἀνόπλους, ἀσυντάκτους, ἐς μόνας Καίσαρι διαλλαγὰς συνελθόντας καὶ εὐθύς, ὡς ἔγνωσαν πολεμεῖν αἱρούμενον, καταλιπόντας; εἰ δὲ μετὰ τρισμυρίων ἐλθεῖν ἔδεισε, πῶς ἦλθε μετὰ μόνων χιλίων; μεθʼ ὧν αὐτὸν ἐς τὸ Τίβυρον ἐξιόντα πόσοι προεπέμπομεν καὶ πόσοι συνώμνυμεν οὐχ ὁρκούμενοι; πόσους δὲ Κικέρων ἐπαίνους ἐς τὴν πολιτείαν αὐτοῦ καὶ ἀρετὴν ἀνάλισκε; πῶς δʼ αὐτὸς Ἀντώνιος, εἴ τι τοιοῦτον ἐγίγνωσκε, τὰ ἐνέχυρα τὰ νῦν ὄντα πρὸ τοῦ βουλευτηρίου κατέλιπεν ἡμῖν; μητέρα καὶ γυναῖκα καὶ μειράκιον υἱόν; οἳ κλαίουσι καὶ δεδίασι νῦν οὐ τὴν Ἀντωνίου πολιτείαν, ἀλλὰ τὴν τῶν ἐχθρῶν δυναστείαν.

罗马人啊,你们看到了西塞罗对安东尼提出的那些最重大且无可辩驳的指控;但既然他们除了指控之外还提出各种臆测预言,声称安东尼本打算率军进犯罗马城,却因恺撒已率另一支军队抢先占领该城而心生畏惧,那么试问,若单凭意图便足以将人定为敌人,为何他不把那位真正率军前来且未经指令便驻扎在我们身旁的人视为敌人呢?而且,如果安东尼当真有意如此,为何他没有抵达?难道他手握三万训练有素之师,反倒会害怕恺撒身边那三千手无寸铁、毫无纪律、仅为与恺撒和解而聚集、且一旦得知他决意开战便立即将其抛弃的人吗?如果他连率领三万人前来都会畏惧,他又怎会仅率一千人前来?当他与这一千人一同动身前往蒂布尔时,我们当中有多少人前去送行,又有多少人在未被要求宣誓的情况下与他立下盟誓?西塞罗又曾对他的施政与美德倾注了多少赞誉?安东尼本人若真有任何这等意图,又怎会把如今正停留在元老院门前的质押物留在我们身边——他的母亲、妻子和幼子?他们如今哭泣战栗,并非出于对安东尼施政的畏惧,而是出于对仇敌专横威势的畏惧。

§3859

ταῦτα μὲν δὴ πρὸς ὑμᾶς ἐξενήνοχα δεῖγμα τῆς Ἀντωνίου τε ἀπολογίας καὶ Κικέρωνος μεταβολῆς· παραίνεσιν δʼ ἐπιθήσω τοῖς εὖ φρονοῦσι μήτε ἐς τὸν δῆμον μήτε ἐς Ἀντώνιον ἁμαρτάνειν μηδὲ ἔχθρας καὶ κινδύνους ἐπάγειν τοῖς κοινοῖς, νοσούσης ἔτι τῆς πολιτείας καὶ ἀπορούσης τῶν ὀξέως ἀμυνούντων, δύναμιν δʼ ἐν τῇ πόλει συστησαμένους, πρὶν θορυβῆσαί τι τῶν ἔξω, τὴν ἀρκέσουσαν, τότε τοῖς ἑκάστοτε ἐπείγουσιν ἐφεδρεύειν2 καὶ κρίνειν, οὓς ἂν ἐθέλητε, δυναμένους τὸ κεκριμένον τελεῖν. πῶς οὖν ἔσται ταῦτα; ἐὰν Ἀντώνιον μὲν ἐῶμεν ἐς πρόφασιν ἢ χάριν τοῦ δήμου τὴν Κελτικὴν ἔχειν, Δέκμον δὲ μετὰ τριῶν ὧν ἔχει τελῶν ἐνθάδε καλῶμεν καὶ ἀφικόμενον ἐκπέμπωμεν ἐς Μακεδονίαν, τὰ τέλη κατασχόντες. εἰ δὲ καὶ τὰ ἀπʼ Ἀντωνίου μεταστάντα δύο πρὸς ἡμᾶς μετέστη, καθάπερ φησὶ Κικέρων, καὶ τάδε καλῶμεν ἀπὸ τοῦ Καίσαρος ἐς τὴν πόλιν. οὕτω γὰρ πέντε τελῶν ἡμῖν ὑπαρχόντων ψηφιζοίμεθα ἄν, ὅ τι δοκιμάζοιμεν, ἐγκρατῶς, ἐς οὐδενὸς ἀνδρὸς ἐλπίδας αἰωρούμενοι.

这些便是我向你们陈述的证据,既用以证明安东尼的清白,也用以揭示西塞罗的反常多变;但我还要向明智之士提出忠告:既不要对民众犯下过失,也不要对安东尼犯下过失,更不要在国家依然处于病态、缺乏迅速保卫者之时,给公共利益招致仇恨与危险。相反,在对外引起任何骚动之前,应当在城内集结起一支充足的力量,随后再根据随时出现的紧迫事态静候良机,并在有能力执行所作判决的前提下,审判你们所愿审判的任何人。那么,这应当如何实现呢?只要我们允许安东尼保留高卢——无论以此作为安抚的借口还是为了顺应民众的恩赐,同时将德基穆斯连同他麾下的三个军团召回此地,待其抵达后将其派往马其顿,而将那些军团留扣于此。如果真如西塞罗所言,从安东尼那里叛离的两个军团已归顺于我们,那么我们也应将它们从恺撒那里召回城内。因为如此一来,当我们拥有了五个军团,便能在不必受制于任何个人指望的情况下,坚定有力地表决我们认可的任何决议。

§3860

καὶ τάδε μὲν εἴρηται τοῖς ἄνευ φθόνου καὶ φιλονικίας ἀκροωμένοις· τοῖς δὲ ἀπερισκέπτως καὶ ἀπαρασκεύως διʼ οἰκείαν ἔχθραν ἢ φιλονικίαν ἐκθορυβοῦσιν ὑμᾶς κριτὰς παραινῶ μὴ ταχεῖς εἶναι μηδὲ προπετεῖς ἐς ἄνδρας μεγίστους τε καὶ στρατιᾶς ἄρχοντας ἱκανῆς μηδὲ ἄκοντας ἐκπολεμοῦν, ἀναμιμνησκομένους Μαρκίου τε τοῦ Κοριολανοῦ καὶ τὰ ἔναγχος δὴ ταῦτα Καίσαρος, ὃν στρατιᾶς ὁμοίως ἡγούμενον καὶ σπονδὰς ἀρίστας ἂν ἡμῖν γενομένας3 προτείνοντα προπετῶς πολέμιον ψηφισάμενοι τῷ ὄντι πολέμιον ἠναγκάσαμεν γενέσθαι, φείδεσθαι δὲ καὶ τοῦ δήμου πρὸ βραχέος τοῖς φονεῦσι τοῖς Καίσαρος ἐπιδραμόντος, μὴ ἐς ὕβριν αὐτοῦ δοκῶμεν τοῖς μὲν ἡγεμονίας ἐθνῶν διδόναι, Δέκμον δὲ ἐπαινεῖν, ὅτι τοῦ δήμου νόμον ἀκυροῖ, καὶ Ἀντώνιον πολέμιον κρίνειν, ὅτι τὴν Κελτικὴν ἔλαβε παρὰ τοῦ δήμου. ὧν τοὺς μὲν εὖ βουλευομένους ἐνθυμεῖσθαι χρὴ ὑπὲρ τῶν ἔτι πλανωμένων, τοὺς δʼ ὑπάτους καὶ δημάρχους πλείονας κινδυνεύουσι τοῖς κοινοῖς γενέσθαι.”

这些言辞是说给那些不怀嫉妒与党争偏见倾听之人听的;但对于那些出于私怨或党争、轻率而不加准备地煽动身为裁判者的你们之人,我忠告他们不要对最显赫且统领充足军队的人物操之过急或鲁莽行事,也不要违背其本意逼他们走上战场。你们当记取马尔基乌斯·科里奥拉努斯的教训,以及近在眼前的恺撒之事——恺撒同样统领着军队,曾向我们提出本会是最为优厚的和约,我们却鲁莽地投票将他定为公敌,从而迫使他真正成为了敌人;你们亦当顾及不久前曾向杀害恺撒的凶手发动攻击的民众,免得我们显得是在羞辱民众:将各行省统治权授予某些人,称赞德基穆斯废除民众的法令,却因安东尼从民众那里获得高卢而将他判定为公敌。深谋远虑之人理当为了那些仍在迷途中的人思量这些事实,而执政官与护民官们则理当为身处险境的公共利益而变得更加众多。

语法注3 条
  1. 3858δείσειε δὲ προλαβόντος αὐτὴν ἑτέρῳ στρατῷ Καίσαρος

    间接引语(ὡς从句)中语气的转换,从未完成过去时直陈语气(ἔμελλε)转变为间接引语祈愿语气(δείσειε)。使用祈愿语气表明所谓的“畏惧”仅是指控者的主观说辞,而非演说者认可的客观事实。

  2. 3859δύναμιν δʼ ἐν τῇ πόλει συστησαμένους ... ἐφεδρεύειν

    对格分词(συστησαμένους)与主句谓语παραίνεσιν ἐπιθήσω所支配的与格(τοῖς εὖ φρονοῦσι)发生格的不一致。此处句式转向了以对格作为不定式(ἐφεδρεύειν, κρίνειν)逻辑主语的不定式结构。

  3. 3860σπονδὰς ἀρίστας ἂν ἡμῖν γενομένας

    分词(γενομένας)与ἄν连用,相当于过去与事实相反条件句的归结从句(等同于 αἳ ἄρισται ἂν ἡμῖν ἐγένοντο,“本会对我们最为优厚的和约”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3858-3860