← 阿庇安

内战记

§3856-3857

皮索为安东尼军纪辩护与驳斥僭主指控

皮索辩护称安东尼肃正军纪系基于最高统帅的合法权限,指出西塞罗犒赏逃兵的自相矛盾,并通过列举恺撒死后安东尼推行的温和政令,逐一驳斥了西塞罗强加给他的僭主罪名。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3856

ἀλλʼ ἔκτεινέ τινας τῶν στρατιωτῶν ὁ Ἀντώνιος. αὐτοκράτωρ γε ὢν καὶ ἐς τοῦτο ὑφʼ ὑμῶν κεχειροτονημένος.1 καὶ οὐδείς πω τῶνδε λόγον ὑπέσχεν αὐτοκράτωρ. οὐ γὰρ ἔκριναν οἱ νόμοι λυσιτελήσειν ἡμῖν τὸν ἄρχοντα τοῖς στρατευομένοις ὑπεύθυνον εἶναι· οὐδʼ ἔστιν ἀπειθείας τι χεῖρον ἐν στρατοπέδῳ, διʼ ἣν καὶ νικῶντές τινες ἀνῃρέθησαν, καὶ οὐδεὶς εὔθυνε τοὺς ἀνελόντας. οὐδὲ τῶν νῦν συγγενὴς οὐδείς, ἀλλὰ Κικέρων ἐπιμέμφεται καὶ φόνου κατηγορῶν πολέμιον κοινὸν ἀντὶ τῶν ὡρισμένων ἐπιτιμίων τοῖς φονεῦσι τίθεται. Ἀντωνίῳ δὲ τὸ στρατόπεδον ὅπως τε ἄτακτον ἦν καὶ ὅπως κατεφρόνει, δηλοῖ καὶ τὰ μεταστάντα αὐτοῦ δύο τέλη, ἃ ὑμεῖς μὲν ἐψηφίσασθε Ἀντωνίῳ στρατεύειν, αὐτομολήσαντα δὲ παρὰ τοὺς στρατιωτικοὺς νόμους, οὐ πρὸς ὑμᾶς, ἀλλʼ ἐς Καίσαρα, ὁ Κικέρων ὅμως ἐπῄνεσε καὶ ἐκ τῶν κοινῶν ἐχθὲς ἐμισθοδότησε· καὶ μή ποτε ὑμᾶς λυπήσειε τὸ παράδειγμα. Κικέρωνα δὲ καὶ ἐς ἀνωμαλίαν ἐξέστησεν ἡ ἔχθρα· κατηγορεῖ γὰρ Ἀντωνίου τυραννίδα καὶ κόλασιν στρατιωτῶν, ἀεὶ τῶν ἐπιβουλευόντων τὰ στρατεύματα θεραπευόντων, οὐ κολαζόντων. ἐπεὶ δὲ οὐκ ὤκνησεν οὐδὲ τὴν ἄλλην Ἀντωνίου μετὰ Καίσαρα ἀρχὴν ὡς τυραννικὴν διαβαλεῖν, φέρε πύθωμαι καθʼ ἕκαστον ὧδε.

“但安东尼处死了一些士兵,”他如是说。然而他是作为最高统帅,且正是为了这一职责由你们选举出来的!迄今为止,从未有任何最高统帅为此类事情承担责任。因为法律并不认为让将领对麾下的士兵负责于我们有利;军营之中亦无任何事比抗命更为恶劣,因抗命之故,甚至连某些得胜之人也曾被处决,却无人追究处决者的责任。如今死者的亲属无一人出言责难,唯独西塞罗横加指责,在指控杀人罪的同时,却不施加法定针对杀人者的惩罚,反而将他定为公敌。军队对安东尼是何等无序、何等藐视,亦可由离开他的那两个军团表明:你们原决议让其在安东尼麾下服役,但当它们违反军纪开小差投奔恺撒而非投奔你们时,西塞罗却称赞它们,并于昨日从公款中向其发放了薪饷——但愿这等先例永远不会给你们带来悔恨!敌意甚至使西塞罗陷入了自相矛盾;因为他同时指控安东尼行僭主之政与惩处士兵,然而图谋专制者向来只会笼络军队,绝不会惩处军队。既然他连安东尼在恺撒之后的其他执政亦毫不迟疑地诬蔑为僭主行径,那么且让我逐条向他发问如下:

§3857

τίνα ἔκτεινεν ὡς τύραννος ἄκριτον ὁ νῦν κινδυνεύων ἀκρίτως; τίνα δʼ ἐξέβαλε τῆς πόλεως; τίνα δὲ ὑμῖν διέβαλεν; ἢ καθʼ ἕνα μὲν τοιόσδε ἦν, ἐπεβούλευε δὲ πᾶσιν ὁμοῦ; πότε, ὦ Κικέρων; ὅτε τὴν ἀμνηστίαν ἐκύρου τῶν γεγονότων; ἢ ὅτε μηδένα διώκεσθαι φόνου; ἢ ὅτε ζήτησιν εἶναι τῶν κοινῶν χρημάτων;2 ἢ ὅτε Πομπήιον τὸν Πομπηίου τοῦ ὑμετέρου κατεκάλει καὶ τὴν πατρῴαν ἐκ τῶν δημοσίων αὐτῷ διέλυε περιουσίαν; ἢ ὅτε τὸν Ψευδομάριον λαβὼν ἐπιβουλεύοντα ἀπέκτεινε καὶ ἐπῃνέσατε πάντες καὶ τοῦτο μόνον διʼ ὑμᾶς οὐ διέβαλε Κικέρων; ἢ ὅτε ἐψηφίζετο μὴ εἰσηγεῖσθαι περὶ δικτάτορος μηδένα μήτε ἐπιψηφίζειν, ἢ νηποινεὶ πρὸς τοῦ θέλοντος ἀποθνῄσκειν; ταῦτα γάρ ἐστιν, ἃ ἐπολιτεύσατο ἡμῖν Ἀντώνιος ἐν δύο μησίν, οἷς μόνοις ἐπέμεινε τῇ πόλει μετὰ Καίσαρα, ἄρτι μὲν τοῦ δήμου τοὺς φονέας διώκοντος, ἄρτι δὲ ὑμῶν δεδιότων ἐπὶ τοῖς ἐσομένοις· οὗ τίνα καιρόν, εἰ πονηρὸς ἦν, ἀμείνονα εἶχεν; ἀλλʼ ἐς τὰ ἐναντία· οὐκ ἦρχε. πῶς;3 οὐ μόνος ἦρχεν ἀποδημήσαντος ἐπὶ Συρίας Δολοβέλλα; οὐ στρατὸν εἶχεν ἕτοιμον ἐν τῇ πόλει τὸν ὑφʼ ἡμῶν αὐτῷ δεδομένον; οὐκ ἐνυκτοφυλάκει τὴν πόλιν; οὐκ ἐνυκτοφυλακεῖτο διὰ τὴν τῶν ἐχθρῶν ἐπιβουλήν; οὐ πρόφασιν εἶχε τὴν σφαγὴν Καίσαρος, φίλου τέ οἱ καὶ εὐεργέτου ὄντος καὶ τῷ δήμῳ μάλιστα ὑπεραρέσκοντος; οὐχ ἑτέραν εἶχεν οἰκείαν, ἐπιβεβουλευμένος ἐς τὸ σῶμα ὑπὸ τῶν ἀνδρῶν;4 ὧν ἔκτεινε μὲν ἢ ἐφυγάδευσεν οὐδένα, συνέγνω δέ, ὅσον εἶχε μέτρου καλῶς, καὶ διδομένας αὐτοῖς ἡγεμονίας οὐκ ἐφθόνησε δοθῆναι.

这位如今未经审判便身陷险境的人,究竟曾如僭主一般未经审判处决了何人?他又将何人驱逐出城?又向你们中伤了何人?难道他对个人虽表现如此,却在密谋危害所有人不成?西塞罗啊,那是在何时?是他批准对过往之事大赦之时吗?还是他规定任何人皆不得因谋杀罪被追究之时?抑或是他下令清查公款之时?还是他召回你们的庞培之子庞培,并从公款中偿还其父业之时?还是他擒获图谋叛乱的伪马略并将其处决、你们皆予以称赞、西塞罗仅因顾及你们才未予诬蔑之时?抑或是他通过法令规定任何人不得提议或表决设立独裁官,否则任何人皆可将其击杀而不受惩罚之时?因为这些便是安东尼在恺撒死后留驻罗马仅有的两个月里为我们所推行的政务,当时民众正追捕刺客,你们亦对将来的变故惶恐不安——若他心怀叵测,岂有比此时更为有利的时机? 然而相反地,或许有人会说:“他并未掌握大权。”何出此言?在多拉贝拉启程前往叙利亚之后,难道他不是独自执政吗?他在城内难道没有我们授予他、随时候命的军队吗?他难道没有在夜间守卫城市吗?他难道没有因仇敌的阴谋而在夜间受到护卫吗?对于既是其友人与恩人、又极受民众爱戴的恺撒惨遭杀害,他难道没有以此为借口吗?对于自身肉体亦曾遭那些人密谋刺杀,他难道没有另一个切身的借口吗?然而对于那些人,他既未处死亦未流放一人,而是在适度与良善所允许的限度内宽宥了他们,亦未在授予他们行省统领权时横加阻挠。

语法注4 条
  1. 3856αὐτοκράτωρ γε ὢν καὶ ἐς τοῦτο ὑφʼ ὑμῶν κεχειροτονημένος

    承接前句假设性反驳(ἔκτεινέ τινας τῶν στρατιωτῶν)的省略句。省略了主要动词 ἔκτεινε(或表示行动的动词),意为“[他处决他们]乃是作为最高统帅(imperator),且正是为了此项职责由你们选出的”。αὐτοκράτωρ 对译拉丁语的 imperator。

  2. 3857ὅτε μηδένα διώκεσθαι φόνου; ἢ ὅτε ζήτησιν εἶναι τῶν κοινῶν χρημάτων;

    在时间连词 ὅτε 所引导的从句中,接续了宾格加不定式结构(μηδένα διώκεσθαι, ζήτησιν εἶναι)而非限定动词。这是由于前文 ὅτε τὴν ἀμνηστίαν ἐκύρου 中的动词 ἐκύρου(决议、制定)之内涵在间接引语中持续发挥支配作用,表示“当[他规定]无人因谋杀受追究之时”及“当[他规定]应清查公款之时”。

  3. 3857ἀλλʼ ἐς τὰ ἐναντία· οὐκ ἦρχε. πῶς;

    此处为引入假想异议并随即予以反问驳斥的修辞手法:“然而相反地[有人会反驳说],‘他并未掌权。’何出此言?”随后接续的一连串反问句(οὐ μόνος ἦρχεν... οὐ στρατὸν εἶχεν...)正是为了证明他当时确实掌握着绝对权力。

  4. 3857ἐπιβεβουλευμένος ἐς τὸ σῶμα ὑπὸ τῶν ἀνδρῶν

    此为完成时被动分词 ἐπιβεβουλευμένος 结合介词短语 ἐς τὸ σῶμα(对其肉体/人身)与施事者 ὑπὸ τῶν ἀνδρῶν(被那些人)构成的被动结构。动词 ἐπιβουλεύω 通常支配与格,但此处在被动语态中作人称构式(自身成为暗杀阴谋的目标)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3856-3857