← 阿庇安

内战记

§3853-3855

西塞罗对安东尼的弹劾与皮索的辩护演说

西塞罗痛斥安东尼残酷抽签处决士兵并围攻德基穆斯,极力主张将其定为公敌;随后皮索登台,从法律层面上驳斥了关于公款侵吞与高卢统领权指控的虚妄性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3853

τὴν στρατιὰν ἐπὶ τοῖσδε καταπλησσόμενος, ἵνα πρὸς μηθὲν αὐτῷ παρανομοῦντι κατοκνῇ, διεκλήρωσεν ἐς θάνατον,1 οὐ στασιάσαντας ἢ φυλακὴν ἢ τάξιν ἐν πολέμῳ λιπόντας, ἐφʼ ὧν μόνων ὁ στρατιωτικὸς νόμος τὴν οὕτως ὠμὴν ὥρισε τιμωρίαν, καὶ ὅμως αὐτῇ καὶ ἐπὶ τοῖσδε ὀλίγοι μόλις ἐν τοῖς πάνυ κινδύνοις ἐχρήσαντο ὑπʼ ἀνάγκης· ὁ δὲ φωνῆς ἢ γέλωτος ἦγεν ἐς θάνατον τοὺς πολίτας καὶ θάνατον οὐ τῶν ἐλεγχθέντων, ἀλλὰ τῶν διαλαχόντων. τοιγαροῦν οἱ μὲν δυνηθέντες ἀπέστησαν αὐτοῦ, καὶ ὑμεῖς αὐτοῖς ὡς εὖ πράξασι δωρεὰς χθὲς ἐψηφίσασθε· οἱ δὲ οὐ δυνηθέντες ἀποδρᾶναι δεδιότες συναδικοῦσι καὶ χωροῦσιν ἐπὶ χώραν ὑμετέραν πολέμιοι καὶ πολιορκοῦσι στρατὸν ὑμέτερον καὶ στρατηγὸν ὑμέτερον, ᾧ γράφετε μὲν ὑμεῖς ἐμμένειν τῇ Κελτικῇ, Ἀντώνιος δʼ ἐξιέναι κελεύει. πότερον οὖν ἡμεῖς Ἀντώνιον ψηφιζόμεθα εἶναι πολέμιον, ἢ Ἀντώνιος ἡμᾶς ἤδη πολεμεῖ, καὶ ὁ δήμαρχος ἡμῶν ἔτι ἀγνοεῖ, μέχρι ἄρα Δέκμου πεσόντος ἥ τε χώρα τοσήδε οὖσα καὶ ὅμορος ἡμῖν καὶ ἐπὶ τῇ χώρᾳ ὁ Δέκμου στρατὸς ἐς τὰς καθʼ ἡμῶν ἐλπίδας Ἀντωνίῳ προσγένηται. τότε γὰρ αὐτόν, ὡς ἔοικεν, ὁ δήμαρχος ψηφιεῖται πολέμιον, ὅταν ἡμῶν γένηται δυνατώτερος.”

为了以此手段威吓军队,使其在自己施行任何违法行为时皆不敢稍有迟疑,他将士兵抽签处死——他们既未叛乱,也未在战时擅离守地或阵列,而军事法规唯独针对此类情形才规定了如此残酷的惩罚,即便在面临此类情形时,也仅有极少数人在极度凶险之中出于万不得已才勉强使用过此刑。然而他却因士兵出言说话或发笑而将公民处以死刑,且受死者并非经查证有罪之人,而是中签之人。因此,凡能脱身者皆背离了他,而你们昨日亦决议向他们发放赏赐,视其行为为正义之举;至于那些未能逃脱者,则在恐惧之中盲从其罪恶,作为公敌进犯你们的领土,围攻你们的军队与你们的将领——对于这位将领,你们下令命其坚守高卢,安东尼却命其离开。那么,究竟是我们投票宣布安东尼为公敌,还是安东尼早已在向我们开战,而我们的保民官至今仍懵然不察——莫非一定要等到德基穆斯战死,这片如此广袤且与我们毗邻的土地,以及该土地上的德基穆斯之军队,皆落入安东尼之手,助长其反对我们的企图不成?因为看样子,保民官只有在安东尼变得比我们更为强大之时,才会投票宣布其为公敌。”

§3854

ταῦτʼ ἔτι τοῦ Κικέρωνος λέγοντος οἱ φίλοι θορυβοῦντες ἀπαύστως οὐδενὶ ἀντειπεῖν ἐπέτρεπον, μέχρι Πείσωνος αὐτοῦ παρελθόντος ἥ τε ἄλλη βουλὴ κατʼ αἰδῶ τοῦ ἀνδρὸς ἡσύχασε καὶ οἱ τοῦ Κικέρωνος ἠνέσχοντο. καὶ ἔλεγεν ὁ Πείσων· “ὁ μὲν νόμος, ὦ βουλή, δικαιοῖ τὸν εὐθυνόμενον αὐτὸν ἀκοῦσαί τε τῆς κατηγορίας καὶ ἀπολογησάμενον ὑπὲρ αὑτοῦ κρίνεσθαι· καὶ τὸν δεινότατον εἰπεῖν Κικέρωνα ἐς ταῦτα προκαλοῦμαι. ἐπεὶ δὲ ὀκνεῖ μὲν παρόντος Ἀντωνίου κατηγορεῖν, ἀπόντος δʼ ἐγκλήματά τινα εἶπεν ὡς μέγιστα ἐκ πάντων καὶ ἀναμφίλογα ὄντα, παρῆλθον ἐγὼ δείξων αὐτὰ ψευδῆ βραχυτάταις ἀποκρίσεσι. τὰ χρήματά φησιν Ἀντώνιον τὰ κοινὰ μετὰ τὴν Καίσαρος τελευτὴν σφετερίσασθαι, τοῦ μὲν νόμου τὸν κλέπτην οὐ πολέμιον ἀποφαίνοντος, ἀλλὰ ὡρισμένῃ δίκῃ ζημιοῦντος, Βρούτου δὲ τοῦ Καίσαρα κτείναντος ἐν τῷ δήμῳ καὶ τόδε κατηγορήσαντος, ὅτι ὁ Καῖσαρ τὰ χρήματα διεφόρησε καὶ κενὰ καταλέλοιπε τὰ ταμιεῖα, Ἀντωνίου δὲ μετʼ οὐ πολὺ ζητεῖν αὐτὰ ψηφισαμένου καὶ ὑμῶν ἀποδεξαμένων τε τὴν γνώμην καὶ κεκυρωκότων καὶ γέρας τοῖς μηνύουσι δεκάτην ὑπεσχημένων, ἣν διπλασιάσομεν ἡμεῖς, εἴ τις Ἀντώνιον περὶ αὐτῶν ἔχοι τι διελέγχειν.

西塞罗言犹未尽之时,其友党便持续喧扰,不容任何人出言反驳,直至皮索亲自走上前来,其余元老因敬重其为人而安静下来,西塞罗一派的人亦忍耐退让。皮索遂发言如下: “元老院的各位,法律规定受指控者本人当亲自听取控告,并在为自身辩护之后接受审判;我谨以此原则向演说最为雄辩的西塞罗提出挑战。然而,既然他不敢当着安东尼的面提出指控,却趁其缺席罗织某些被视作最为重大且无可辩驳的罪状,我便出面以极简短的答辩指明这些全系伪妄。他声称安东尼在恺撒死后侵吞了公款;但法律并不宣布盗窃者为公敌,而是处以既定的罚金;况且刺杀恺撒的布鲁图斯本人亦曾在民众面前指控恺撒挥霍了钱财,留下了空匮的国库;此外,安东尼不久后即提议立案清查这笔款项,你们亦采纳并批准了该提议,并许诺向告发者提供十分之一的赏金——若有人能在该问题上彻底驳倒安东尼,我们愿将此赏金加倍。

§3855

καὶ τάδε μὲν περὶ τῶν χρημάτων· τὴν δὲ Κελτικὴν ἡγεμονίαν οὐκ ἐψηφισάμεθα μὲν ἡμεῖς Ἀντωνίῳ, ἔδωκε δὲ ὁ δῆμος νόμῳ, παρόντος αὐτοῦ Κικέρωνος, ᾧ τρόπῳ καὶ ἕτερα πολλάκις ἔδωκε καὶ τήνδε τὴν ἡγεμονίαν αὐτὴν Καίσαρι πάλαι. μέρος δʼ ἐστὶ τοῦ νόμου τὸν Ἀντώνιον, τὴν δεδομένην οἱ μετιόντα, Δέκμῳ μὴ παραχωροῦντι πολεμεῖν καὶ τὸν στρατὸν ἀντὶ Θρᾳκῶν οὐδὲν ἔτι κινουμένων ἐς τὴν Κελτικὴν ἐπὶ τὸν ἀντιλέγοντα.2 ἀλλὰ Κικέρων Δέκμον μὲν οὐχ ἡγεῖται πολέμιον, ἐναντία τῷ νόμῳ τιθέμενον ὅπλα, Ἀντώνιον δὲ πολέμιον, τῷ νόμῳ συμμαχοῦντα. εἰ δὲ αὐτὸν αἰτιᾶται τὸν νόμον, τοὺς θεμένους αἰτιᾶται· οὓς ἔδει μεταπείθειν, οὐχὶ συνθέμενον ὑβρίζειν, οὐδὲ τὴν χώραν Δέκμῳ μὲν πιστεύειν, ὃν ὁ δῆμος ἐδίωξεν ἐπὶ τῷ φόνῳ, Ἀντωνίῳ δὲ ἀπιστεῖν, ὅ τι ὁ δῆμος ἔδωκεν. οὐ γὰρ εὖ βουλευομένων ἐστὶ διαστασιάζεσθαι πρὸς τὸν δῆμον ἐν καιροῖς μάλιστα ἐπικινδύνοις οὐδὲ ἀμνημονεῖν, ὅτι καὶ τόδε αὐτὸ τοῦ δήμου πρότερον ἦν, τὸ κρίνειν τὰ φίλια καὶ πολέμια. μόνος γὰρ ἐκ τῶν πάλαι νόμων ὁ δῆμος αὐτοκράτωρ εἰρήνης πέρι καὶ πολέμου σκοπεῖν. ὧν μηδὲν ὁ δῆμος ἐπιστήσειε μηδὲ ἐπιμηνίσειεν ἡμῖν, προστάτου λαβόμενος.3

有关钱款之事便止于此。至于高卢的统领权,我们虽未决议授予安东尼,民众却在西塞罗本人在场的情形下依法律授予了他,正如民众以往多次依此方式授予其他官职,且很久以前便依此方式将这同一统领权授予恺撒一般。而法律的内容本身便包含:安东尼在前往接管授予他的属州时,对不肯让出的德基穆斯开战,并将原本针对已无任何异动的色雷斯人的军队,转而引向高卢去讨伐违抗法令之人。然而西塞罗却不将逆法动武的德基穆斯视作公敌,反而将顺法而战的安东尼视作公敌。若他谴责该法律本身,他便是在谴责立法的民众;他本当劝导民众改变想法,而非在赞同之后横加侮辱,更不当把该地区托付给民众因谋杀罪而追究的德基穆斯,却对民众所授予安东尼的权力心存猜忌。在局势尤为险恶之时与民众分道扬镳,绝非明智者的作为,忘却判定亲善与仇敌自古亦属于民众的权限,同样非明智者所为。因为依据自古以来的法律,唯独民众全权掌管审议和平与战争之事务。但愿民众在寻得领袖之时,绝不至追究这些事情,亦不至向我们倾泄怒火!”

语法注3 条
  1. 3853τὴν στρατιὰν ἐπὶ τοῖσδε καταπλησσόμενος, ἵνα πρὸς μηθὲν αὐτῷ παρανομοῦντι κατοκνῇ, διεκλήρωσεν ἐς θάνατον

    现在分词 καταπλησσόμενος 为中动语态(意为“威吓”、“令……震慑”),表明主语(安东尼)的心理与动机,修饰主动词 διεκλήρωσεν ἐς θάνατον(“按抽签处死”,即十一抽杀律)。ἵνα 从句表示其威慑的目的,即“以便当他(安东尼,与格 αὐτῷ)施行任何违法行为时,军队(主语)皆不敢有所畏缩”。

  2. 3855καὶ τὸν στρατὸν ἀντὶ Θρᾳκῶν οὐδὲν ἔτι κινουμένων ἐς τὴν Κελτικὴν ἐπὶ τὸν ἀντιλέγοντα

    该句与承接 μέρος δʼ ἐστὶ τοῦ νόμου 的不定词结构(πολεμεῖν)并列。后半句 καὶ τὸν στρατὸν ... ἐς τὴν Κελτικὴν ἐπὶ τὸν ἀντιλέγοντα 省略了与介词短语 ἐς τὴν Κελτικήν 搭配的动词不定词(如 ἄγειν 等“率领/调遣”),用以支配宾格 τὸν στρατόν。属格独立结构 οὐδὲν ἔτι κινουμένων 表示伴随情况或原因(“既然色雷斯人已无任何骚动”)。

  3. 3855ὧν μηδὲν ὁ δῆμος ἐπιστήσειε μηδὲ ἐπιμηνίσειεν ἡμῖν, προστάτου λαβόμενος

    此句为带有否定词 μηδέν/μηδέ 的祈愿希求法(ἐπιστήσειε, ἐπιμηνίσειεν),意为“但愿民众在寻得领袖(保护人)时,绝不留心于这些事情(ὧν),亦不向我们倾泄怒火”。ἐφίστημι 在此具有不及物的心智引申义(“注意”、“留心”,省略了 νοῦν 等),宾格 μηδέν 与指示前文民众权力及争端的属格关系代词 ὧν 结合,后接支配与格 ἡμῖν 的 ἐπιμηνίσειεν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3853-3855