← 阿庇安

内战记

§3851-3852

授予奥克塔维安特权与西塞罗的演说

尽管保民官萨尔维乌斯行使否决权使公敌决议被迫推迟,元老院仍通过决议嘉奖德基穆斯并授予奥克塔维安各项特权。在看到元老院成员因安东尼家属的哀求而动摇后,西塞罗发表演说斥责萨尔维乌斯,并历数安东尼的种种不法罪行以重申定其为公敌的正当性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3851

οἱ μὲν δὴ Κικερώνειοι καὶ τούτῳ μάλα φορτικῶς ὠνείδιζόν τε καὶ ἐνύβριζον καὶ τὸν δῆμον ἐκδραμόντες ἠρέθιζον ἐπʼ αὐτὸν καὶ τὸν Σάλουιον ἐς αὐτὸν ἐκάλουν. ὁ δὲ ἀκαταπλήκτως ἐξέτρεχεν, ἕως ἡ βουλὴ κατέσχε δείσασα, μὴ μεταπείσειε τὸν δῆμον ἐς μνήμην ἀγαγὼν Ἀντωνίου. οὐ γὰρ ἠγνόουν καταγινώσκοντες ἀνδρὸς ἐπιφανοῦς πρὸ δίκης1 οὐδʼ ὅτι τὴν Κελτικὴν ὁ δῆμος αὐτῷ δεδώκει· ἀλλʼ ὑπὲρ τῶν σφαγέων δεδιότες ὠργίζοντο πρώτῳ μετὰ τὴν ἀμνηστίαν ἀνακινήσαντι τὰ κατʼ αὐτούς. διὸ καὶ τῷ Καίσαρι ἐς αὐτὸν προκατεχρῶντο· καὶ ὁ Καῖσαρ οὐκ ἀγνοῶν ᾑρεῖτο καὶ αὐτὸς ὅμως προκαθελεῖν τὸν Ἀντώνιον. τοιᾷδε μὲν ἡ βουλὴ γνώμῃ τὸν Ἀντώνιον εἶχεν ἐν ὀργῇ, ἀναθέμενοι δὲ τὴν ψῆφον, ὡς ὁ δήμαρχος ἐκέλευεν, ἐψηφίσαντο ὅμως Δέκμον τε ἐπαινέσαι οὐκ ἐκστάντα Ἀντωνίῳ τῆς Κελτικῆς, καὶ τοῖς ὑπάτοις Ἱρτίῳ καὶ Πάνσᾳ Καίσαρα συστρατηγεῖν οὗ νῦν ἔχει στρατοῦ, ἐπίχρυσόν τε αὐτοῦ εἰκόνα τεθῆναι καὶ γνώμην αὐτὸν ἐσφέρειν ἐν τοῖς ὑπατικοῖς ἤδη καὶ τὴν ὑπατείαν αὐτὴν μετιέναι τοῦ νόμου θᾶσσον ἔτεσι δέκα, ἔκ τε τοῦ δημοσίου δοθῆναι τοῖς τέλεσι τοῖς ἐς αὐτὸν ἀπὸ Ἀντωνίου μεταστᾶσιν, ὅσον αὐτοῖς ὁ Καῖσαρ ἐπὶ τῇ νίκῃ δώσειν ὑπέσχετο. οἱ μὲν δὴ ταῦτα ψηφισάμενοι διελύθησαν, ὡς τὸν Ἀντώνιον ἔργῳ διὰ τῶνδε εἰδέναι πολέμιον ἐψηφισμένον καὶ τὸν δήμαρχον ἐς τὴν ἐπιοῦσαν οὐδὲν ἔτι ἀντεροῦντα· Ἀντωνίου δὲ ἡ μήτηρ καὶ ἡ γυνὴ καὶ παῖς ἔτι μειράκιον οἵ τε ἄλλοι οἰκεῖοι καὶ φίλοι διʼ ὅλης τῆς νυκτὸς ἐς τὰς τῶν δυνατῶν οἰκίας διέθεον ἱκετεύοντες καὶ μεθʼ ἡμέραν ἐς τὸ βουλευτήριον ἰόντας ἠνώχλουν, ῥιπτούμενοί τε πρὸ ποδῶν σὺν οἰμωγῇ καὶ ὀλολυγαῖς καὶ μελαίνῃ στολῇ παρὰ θύραις ἐκβοῶντες. οἱ δὲ ὑπό τε τῆς φωνῆς καὶ τῆς ὄψεως καὶ μεταβολῆς ἐς τοσοῦτον αἰφνιδίου γενομένης ἐκάμπτοντο. δείσας δʼ ὁ Κικέρων ἐβουληγόρησεν ὧδε.

西塞罗一派的人对他也极为粗暴地加以谴责和侮辱,奔出去煽动民众反对他,并传唤萨尔维乌斯到民众面前。萨尔维乌斯毫无惧色地正要奔出,元老院因惧怕他唤起对安东尼的回忆而改变民众的想法,遂将其拦阻。因为他们并非不知道自己是在未经审判便给一位显要人物定罪,也并非不知道高卢是民众授予安东尼的;但他们因顾念刺客们的安危,对大赦后首个重提追究刺客之事的人深感愤怒。因此,他们也提前利用恺撒来对付他;恺撒对此心知肚明,但仍选择先下手扳倒安东尼。元老院怀着这般心思对安东尼含怒在心,虽按保民官的命令推迟了表决,却仍决议:嘉奖德基穆斯未将高卢让予安东尼;恺撒与执政官希尔提乌斯和潘萨共同统领他现有的军队;为恺撒树立镀金雕像;准许他即刻在前执政官席位中发表意见;准许他比法定年龄提前十年竞选执政官;并由国库向那些从安东尼麾下倒戈归附他的军团发放恺撒所许诺在获胜时给付的等额款项。 他们通过这些决议后便散会了,因为他们明白,通过这些实际举措,安东尼已等同于被决议宣布为公敌,而保民官在次日亦将无言以对。然而,安东尼的母亲、妻子、尚处幼年的儿子以及其他亲友,整夜奔走于权贵宅第哀告求情,天亮后又纠缠前往议事堂的人,身着黑衣哭号悲泣,扑倒在门前的脚下大声呼号。众人因这哀声、景象以及如此突如其来的命运逆转而深为动容。西塞罗见状心生担忧,遂在元老院发表演说如下:

§3852

“ἃ μὲν ἔδει γνῶναι περὶ Ἀντωνίου, ἐχθὲς ἔγνωμεν· οἷς γὰρ αὐτοῦ τοὺς ἐχθροὺς ἐτιμῶμεν, τούτοις ἐψηφιζόμεθα εἶναι πολέμιον. Σάλουιον δὲ τὸν μόνον ἐμποδὼν γινόμενον ἢ πάντων εἶναι χρὴ συνετώτερον ἢ φιλίᾳ τάδε πράσσειν ἢ τῶν ἐνεστώτων ἀμαθίᾳ. ὧν τὸ μὲν αἴσχιστόν ἐστιν ἡμῖν, εἰ δόξομεν ἀσυνετώτεροι πάντες ἑνὸς εἶναι, τὸ δὲ αὐτῷ Σαλουίῳ, εἰ φιλίαν τῶν κοινῶν προτιμῴη·2 ἀμαθῶς δʼ αὐτὸν ἔχοντα τῶν παρόντων ἔδει πιστεύειν ὑπάτοις ἀνθʼ ἑαυτοῦ καὶ στρατηγοῖς καὶ δημάρχοις τοῖς συνάρχουσιν αὐτῷ καὶ τοῖς ἄλλοις βουλευταῖς, οἳ τοσοίδε τὴν ἀξίωσίν τε καὶ τὸν ἀριθμὸν ὄντες διά τε ἡλικίαν καὶ ἐμπειρίαν ὑπὲρ τὸν Σάλουιον, καταγινώσκομεν Ἀντωνίου. ἔστι δʼ ἔν τε χειροτονίαις καὶ δίκαις αἰεὶ τὸ πλέον δικαιότερον. εἰ δὲ καὶ νῦν ἔτι χρῄζει τὰς αἰτίας μαθεῖν, λελέξεται διὰ βραχέος, ὡς ἐν ἀναμνήσει, τὰ μέγιστα αὐτῶν. τὰ χρήματα ἡμῶν Καίσαρος ἀποθανόντος ἐσφετερίσατο Ἀντώνιος. Μακεδονίας ἄρχειν παρʼ ἡμῶν ἐπιτυχὼν ἐπὶ τὴν Κελτικὴν ὥρμησε χωρὶς ἡμῶν. τὸν στρατὸν ἐπὶ Θρᾷκας λαβὼν ἀντὶ Θρᾳκῶν ἐπήγαγεν ἡμῖν ἐς τὴν Ἰταλίαν. ἑκάτερα τούτων αἰτήσας ἡμᾶς ἐπʼ ἐνέδρᾳ καὶ οὐ λαβὼν ἔπραξε διʼ ἑαυτοῦ. σπεῖραν ἐν Βρεντεσίῳ βασιλικὴν συνέταξεν ἀμφʼ αὑτὸν εἶναι, καὶ φανερῶς αὐτὸν ἐν τῇ πόλει σιδηροφοροῦντες ἄνδρες ἐδορυφόρουν τε καὶ ἐνυκτοφυλάκουν ὑπὸ συνθήματι. ἦγεν ἐκ τοῦ Βρεντεσίου καὶ τὸν ἄλλον στρατὸν ἐς τὴν πόλιν ἅπαντα, συντομώτερον ἐφιέμενος ὧν ἐπενόει Καῖσαρ·3 Καίσαρος δὲ αὐτὸν τοῦ νέου σὺν ἑτέρῳ στρατῷ φθάσαντος ἔδεισε καὶ ἐς τὴν Κελτικὴν ἐτράπετο ὡς εὔκαιρον ἐφʼ ἡμῖν ὁρμητήριον, ὅτι καὶ ὁ Καῖσαρ ἐκεῖθεν ὁρμώμενος ἐδυνάστευσεν ἡμῶν.

“关于安东尼所应作出的决断,我们昨日已然作出;因为我们用于褒赏其仇敌的那些措施,正是我们在投票宣布他为公敌。而作为唯一阻碍的萨尔维乌斯,若非比所有人更为聪慧,便是出于私谊而行此事,再不然便是对当下局势一无所知。在这些可能中,倘若我们所有人看起来都不如一人明智,这对我们而言是最为可耻的;倘若他将私谊置于公共福祉之上,这对萨尔维乌斯自身而言是最为可耻的;而倘若他对当下局势愚钝无知,他便当放弃一意孤行,转而信任执政官、裁判官、与他共事的保民官同僚以及其余元老院成员——他们不论在声望还是在人数上皆如此卓著,论年龄与阅历亦在萨尔维乌斯之上,而他们全都判定安东尼有罪。无论在投票表决还是在司法审判中,多数人始终更为公正。然而,若他至今仍急于了解缘由,我便以提请记忆的方式,将其中最重大者简述如下: 恺撒死后,安东尼侵吞了我们的公款。他从我们这里获得了统领马其顿的任命,却在未经我们同意的情形下擅自奔向高卢。他获得了讨伐色雷斯人的军队,却未向色雷斯人进军,反而引军入意大利指向我们。他以阴谋奸计向我们索要这两者,未获准许后便擅自强行实施。他在布伦迪西乌姆组织了随侍左右的王家近卫军,在〔罗马〕城中更有佩带铁器武装之人公然充作其侍卫,并在口令之下设立夜间岗哨。他原本还从布伦迪西乌姆将其余全部军队引向〔罗马〕城,意欲比恺撒当年更为急迫地攫取所图之物;然而年轻的恺撒率另一支军队先发制人,使他心生恐惧,遂转向高卢,视其为反对我们的便利进据基地,因为当年的恺撒亦是以该地为跳板,确立了对我们的统治权。”

语法注3 条
  1. 3851οὐ γὰρ ἠγνόουν καταγινώσκοντες ἀνδρὸς ἐπιφανοῦς πρὸ δίκης

    分词 καταγινώσκοντες 作为补充成分跟在 οὐκ ἠγνόουν(并非不知道)之后,构成间接引语结构,意为“他们并非不知道自己是在未经审判便给人定罪”。复合动词 καταγινώσκω 依惯用法支配被定罪之人的属格(ἀνδρὸς ἐπιφανοῦς)。

  2. 3852ὧν τὸ μὲν αἴσχιστόν ἐστιν ἡμῖν, εἰ δόξομεν ἀσυνετώτεροι πάντες ἑνὸς εἶναι, τὸ δὲ αὐτῷ Σαλουίῳ, εἰ φιλίαν τῶν κοινῶν προτιμῴη

    关系代名词 ὧν 是指代前文所述三种可能(ἢ συνετώτερον... ἢ φιλíᾳ... ἢ ἀμαθίᾳ)的部分属格。在对比的两个条件从句中,前半句采用将来直陈式(εἰ δόξομεν)表达一种现实的担忧(“如果我们被认为……”),后半句则转用祈愿式(εἰ προτιμῴη)作假设性或委婉表达(“如果他把私谊置于……”)。与谓语形容词 αἴσχιστον 搭配的与格(ἡμῖν 与 αὐτῷ Σαλουίῳ)形成了工整的对称结构。

  3. 3852συντομώτερον ἐφιέμενος ὧν ἐπενόει Καῖσαρ

    由于动词 ἐφίεμαι(希求、图谋)要求支配属格,关系代词 ὧν 吸收了先行词(相当于 τούτων ἅ 的缩略及格吸引),整个短语意为“更为急迫地谋求当年恺撒所企图之事”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3851-3852