- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3849-3850
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在高卢,德基穆斯拒绝撤退并退守穆蒂纳固守,安东尼随即展开围攻;而在罗马,新执政官召集元老院,西塞罗派要求宣布安东尼为公敌与皮索等人要求依法审理的主张形成僵持,最终因保民官行使否决权而将表决推迟至次日。
καὶ τάδε μὲν ἦν ἀνὰ τὴν Ἰταλίαν, ἐν δὲ τῇ Κελτικῇ τὸν Δέκμον ὁ Ἀντώνιος ἐκέλευσεν ἐς Μακεδονίαν μετιέναι, πειθόμενόν τε τῷ δήμῳ καὶ φειδόμενον ἑαυτοῦ. ὁ δὲ ἀντέπεμπεν αὐτῷ τὰ παρὰ τῆς βουλῆς οἱ κεκομισμένα γράμματα, ὡς οὐχὶ διὰ τὸν δῆμον εἴκειν οἷ πρέπον ἢ διὰ τὴν βουλὴν Ἀντωνίῳ μᾶλλον.1 Ἀντωνίου δʼ αὐτῷ προθεσμίαν ὁρίζοντος, μεθʼ ἣν ὡς πολεμίῳ χρήσεται, μακροτέραν ὁ Δέκμος ἐκέλευεν ὁρίζειν ἑαυτῷ, μὴ θᾶσσον γένοιτο τῇ βουλῇ πολέμιος. καὶ ὁ Ἀντώνιος εὐμαρῶς ἂν αὐτοῦ κρατήσας2 ἔτι ὄντος ἐν πεδίῳ ἐπὶ τὰς πόλεις ἔκρινε προελθεῖν. αἱ δὲ αὐτὸν ἐδέχοντο. καὶ δείσας ὁ Δέκμος, μὴ οὐδʼ ἐσελθεῖν ἔς τινα αὐτῶν ἔτι δύνηται, πλάσσεται γράμματα τῆς βουλῆς καλούσης αὐτὸν ἐς Ῥώμην σὺν τῷ στρατῷ· καὶ ἀναζεύξας ἐχώρει τὴν ἐπὶ τῆς Ἰταλίας, ὑποδεχομένων αὐτὸν ὡς ἀπιόντα πάντων, μέχρι Μουτίνην παροδεύων, πόλιν εὐδαίμονα, τάς τε πύλας ἀπέκλειε καὶ τὰ τῶν Μουτιναίων ἐς τὰς τροφὰς συνέφερεν, ὑποζύγιά τε ὅσα ἦν κατέθυε καὶ ἐταρίχευε δέει, μὴ χρόνιος ἡ πολιορκία γένοιτο, καὶ τὸν Ἀντώνιον ὑπέμενε. στρατιὰ δʼ ἦν αὐτῷ μονομάχων τε πλῆθος καὶ ὁπλιτῶν τρία τέλη, ὧν ἓν μὲν ἦν ἀρτιστρατεύτων ἀνδρῶν ἔτι ἀπείρων, δύο δέ, ἃ καὶ πρότερον ὑπεστρατευμένα αὐτῷ πιστότατα ἦν. ὁ δʼ Ἀντώνιος ἐπελθὼν αὐτῷ σὺν ὀργῇ τὴν Μουτίνην ἀπετάφρευέ τε καὶ ἀπετείχιζε.
意大利境内的局势大抵如此;但在高卢,安东尼命令德基穆斯服从民众之意并顾及自身安危,前往马其顿。德基穆斯则将元老院送达的信函转送给安东尼,声明自己绝无因民众之意而退让的道理,反倒是安东尼更有责任因元老院之意而退让。当安东尼为他定下最后期限,声称过期便将其视同公敌时,德基穆斯却要求他为自己定一个更长的期限,以免安东尼过快地沦为元老院的敌人。安东尼本可在德基穆斯尚在平原之际轻易将其制服,却决定先行进军各城镇。这些城镇接纳了安东尼;德基穆斯因恐自己再也无法进入其中任何一处,便伪造了元老院召其率军回罗马的信函。他拔营向意大利方向行进,众人都以为他正在撤离而沿途接待他,直至行经富庶之城穆蒂纳时,他便关闭城门,征集穆蒂纳居民的粮食充作补给,并因担忧围城战旷日持久而将所有驮兽屠宰腌制,在此等候安东尼。德基穆斯的军队包括大批角斗士和三个重装步兵军团,其中一个由新征募且尚无作战经验的新兵组成,另两个则是极度忠诚、早先便受其统辖的老兵。安东尼盛怒之下进逼而来,在穆蒂纳城外挖掘堑壕、筑起围墙。
καὶ Δέκμος μὲν ἐπολιορκεῖτο, ἐν δὲ τῇ Ῥώμῃ κατὰ τὴν ἐτήσιον νουμηνίαν ὕπατοι γενόμενοι Ἵρτιός τε καὶ Πάνσας τὴν βουλὴν εὐθὺς ἐπὶ ταῖς θυσίαις ἐν αὐτῷ τῷ ἱερῷ συνῆγον ἐπὶ Ἀντωνίῳ. Κικέρων μὲν δὴ καὶ οἱ Κικέρωνος φίλοι πολέμιον αὐτὸν ἠξίουν ἤδη ψηφίσασθαι, τὴν Κελτικὴν ἀκούσης τῆς βουλῆς ἐς ἐπιτείχισμα τῆς πατρίδος βιαζόμενον ὅπλοις καὶ τὸν ἐπὶ Θρᾷκας αὐτῷ δεδομένον στρατὸν ἐς τὴν Ἰταλίαν διαγαγόντα· ἐπελέγοντο δὲ καὶ τὴν ἄλλην αὐτοῦ μετὰ Καίσαρα προαίρεσιν, ἔν τε τῇ πόλει φανερῶς δορυφορηθέντος ὑπὸ τοσῶνδε λοχαγῶν καὶ περὶ τὴν οἰκίαν ὥσπερ ἄκραν ὅπλοις καὶ συνθήμασι κεχρημένου καὶ τἆλλα σοβαρωτέρου σφίσι φανέντος ἢ κατὰ τὴν ἐτήσιον ἀρχήν. Λεύκιος δὲ Πείσων, ὁ τῷ Ἀντωνίῳ τὴν ἀποδημίαν ἐπιτροπεύων, ἀνὴρ ἐν τοῖς μάλιστα Ῥωμαίων ἐπιφανής, ὅσοι τε ἄλλοι τῷ Πείσωνι διʼ αὐτὸν ἢ διʼ Ἀντώνιον ἢ κατʼ οἰκείαν γνώμην προσετίθεντο, καλεῖν αὐτὸν ἐς κρίσιν ἠξίουν, ὡς οὐ πάτριον σφίσιν ἀκρίτου καταδικάζειν οὐδʼ εὐπρεπὲς τοῦ χθὲς ὑπάτου τῆς ἐπιούσης ἡμέρας,3 οὗ γε μάλιστα συνεχεῖς ἐπαίνους ἄλλοι τε καὶ Κικέρων αὐτὸς εἶπε πολλάκις. ἡ δὲ βουλὴ τότε μὲν ἀγχώμαλοι ταῖς γνώμαις ἐς νύκτα περιῆλθον, ἅμα δʼ ἕῳ περὶ τῶν αὐτῶν ἐς τὸ βουλευτήριον συνελέγοντο· ἔνθα τῶν Κικερωνείων ἐπιβαρούντων ἐψήφιστο ἂν ὁ Ἀντώνιος πολέμιος, εἰ μὴ τῶν δημάρχων Σάλουιος ἐς τὴν ἐπιοῦσαν ἐκέλευσεν ἀναθέσθαι.4 ἔστι δὲ ἐν τοῖς ἄρχουσιν ὁ κωλύων ἀεὶ δυνατώτερος.
德基穆斯就这样被围困;而在罗马,希尔提乌斯与潘萨于岁首就任执政官,祭祀方毕,便立即在神庙内召开元老院会议商讨安东尼之事。西塞罗及其友人要求立即决议宣布安东尼为公敌,理由是他违背元老院意愿,企图以武力夺取高卢作为遏制祖国的堡垒,并将原拟用于讨伐色雷斯人的军队开入了意大利。他们还列举了恺撒死后安东尼的其他行径,指责他在城中公然由如此众多的百夫长护卫,在家宅周围如堡垒般布设武装与口令,且在各方面所显露的傲慢神态皆远超一年任期长官应有的分寸。然而,受托在安东尼离开期间料理事务的卢基乌斯·皮索——一位在罗马人中极负盛望之士——以及所有出于对皮索或安东尼的顾忌、或是基于自身考量而附和皮索的人,则要求依程序传唤他受审,理由是未经审讯即行定罪有违祖制,且在昨天还是执政官的人离任次日便将其定罪亦失体统,更何况他人以及西塞罗本人此前都曾屡次对其极尽赞誉。当时元老院双方意见僵持不下直至入夜,拂晓时分又齐集于元老院议事堂继续商议此事。在西塞罗一派占尽优势之际,若非保民官萨尔维乌斯下令推迟至次日决议,安东尼本已被宣布为公敌。因为在长官之中,行使否决阻挠者始终具有更大的效力。
- 3849ὡς οὐχὶ διὰ τὸν δῆμον εἴκειν οἷ πρέπον ἢ διὰ τὴν βουλὴν Ἀντωνίῳ μᾶλλον
由连词 ὡς 引导的间接引语从句,不定式 εἴκειν 依存于省略系动词的非人称表达 πρέπον (ἐστί)。οὐχὶ ... ἢ ... μᾶλλον 构成对比结构(“非因……而是更应因……”)。与格代词 οἷ 用作间接反身代词,指代德基穆斯本人(“他不宜让步”),与 Ἀντωνίῳ 形成对比。
- 3849εὐμαρῶς ἂν αὐτοῦ κρατήσας
分词 κρατήσας 与小词 ἄν 连用,表示虚拟或与过去事实相反的潜能(“本可轻易制服他,却未如此”),与主句的历史直陈式动词 ἔκρινε 构成对比。属格 αὐτοῦ 由动词 κρατέω 支配。
- 3850τοῦ χθὲς ὑπάτου τῆς ἐπιούσης ἡμέρας
属格短语 τοῦ χθὲς ὑπάτου 用作前文动词 καταδικάζειν 支配的对象(相当于“宣判某人有罪”中的宾格性属格)。副词 χθές 处于冠词与名词之间的定语位置(“昨日的执政官”),与表示时间的属格 τῆς ἐπιούσης ἡμέρας(“在次日”)形成鲜明对照,突出了这种迅速定罪的不合体统。
- 3850ἐψήφιστο ἂν ὁ Ἀντώνιος πολέμιος, εἰ μὴ τῶν δημάρχων Σάλουιος ἐς τὴν ἐπιοῦσαν ἐκέλευσεν ἀναθέσθαι
过去与事实相反的条件句(过去虚拟)。主句归结节使用过去完成直陈式加 ἄν(ἐψήφιστο ἄν),条件从句使用不定过去直陈式(εἰ μὴ ... ἐκέλευσεν)。归结节采用完成体,生动地表现了决议原本将“已然确立并生效”的终结状态与紧迫感。
