- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3746-3748
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼在蒂布尔接受了元老院及显贵们效忠的誓言并开赴高卢;与此同时,恺撒(屋大维)在阿尔巴收拢倒戈军团,表面上谦抑地将军队推戴其统帅之请推予元老院,暗中则以厚赏巩固军心。
δεῦρο δὲ ὄντι1 ἥ τε βουλὴ σχεδὸν ἅπασα καὶ τῶν ἱππέων τὸ πλεῖστον ἀφίκετο ἐπὶ τιμῇ καὶ ἀπὸ τοῦ δήμου τὸ ἀξιολογώτατον· οἱ καὶ καταλαβόντες αὐτὸν ὁρκοῦντα τοὺς παρόντας οἱ στρατιώτας καὶ τοὺς ἐκ τῶν πάλαι στρατευσαμένων συνδραμόντας (πολὺ γὰρ καὶ τοῦτο ἦν) συνώμνυον ἑκόντες οὐκ ἐκλείψειν τὴν ἐς Ἀντώνιον εὔνοιάν τε καὶ πίστιν, ὡς ἀπορῆσαι, τίνες ἦσαν, οἳ πρὸ ὀλίγου παρὰ τὴν Καίσαρος ἐκκλησίαν τὸν Ἀντώνιον ἐβλασφήμουν. ὁ μὲν δὴ λαμπρῶς οὕτως ἐς τὸ Ἀρίμινον προεπέμπετο, ὅθεν ἐστὶν ἡ τῆς Κελτικῆς ἀρχή. καὶ ὁ στρατὸς ἦν αὐτῷ, χωρίς γε τῶν νεολέκτων, τρία τέλη τὰ ἐκ Μακεδονίας μετάπεμπτα (ἤδη γὰρ αὐτῷ καὶ τὸ λοιπὸν ἀφῖκτο), ἐξεστρατευμένων δὲ ἕν, οἳ καὶ γηρῶντες ὅμως ἐδόκουν νεοσυλλόγων ἀμείνους ἐς τὸ διπλάσιον εἶναι. οὕτω μὲν Ἀντωνίῳ τέσσαρα ἐγίγνετο τέλη γεγυμνασμένων ἀνδρῶν καὶ ὅσον ἐξ ἔθους αὐτοῖς ἐπίκουρον ἄλλο ἕπεται, καὶ ἡ τοῦ σώματος φρουρὰ καὶ τὰ νεόλεκτα. Λέπιδός τε ἔχων ἐν Ἰβηρίᾳ τέσσαρα τέλη καὶ Ἀσίνιος Πολλίων δύο καὶ Πλάγκος ἐν τῇ ἑτέρᾳ Κελτικῇ τρία ἐδόκουν αἱρήσεσθαι τὰ Ἀντωνίου.
当他滞留彼处时,几乎全体元老、绝大多数骑士以及民众中最有声望者都前来向他致敬。他们见安东尼正在让身边的士兵以及聚集而来的退役老兵(这部分人也极为可观)起誓,便欣然共同宣誓绝不背弃对安东尼的善意与忠诚,以致令人困惑,不久前在恺撒的集会上辱骂安东尼的究竟是何许人。 他就这样被隆重地送往阿里米努姆,该地即高卢的开端。他的军队除了新兵之外,包括从马其顿调来的三个军团(因为余下的一个此时也已抵达他那里),以及一个由退役老兵组成的军团——这些人虽已年迈,但仍被认为战力两倍于新兵。这样,安东尼便拥有了由受过严训的老练之士构成的四个军团,以及依惯例随同作战的各类辅助部队、亲卫队与新募之兵。此外,在伊比利亚拥有四个军团的雷必达、拥有两个军团的阿西尼乌斯·波利奥,以及在另一高卢拥有三个军团的普兰库斯,看来都将倾向于安东尼一边。
Καίσαρι δὲ ἦν δύο ὁμοίως ἀξιολογώτατα, τὰ ἐς αὐτὸν ἀπὸ τοῦ Ἀντωνίου μεταστάντα, ἓν δὲ νεοσυλλόγων, δύο δὲ ἐκ τῶν πρότερον ἐστρατευμένων, οὐκ ἐντελῆ μὲν ταῦτα τοῖς ἀριθμοῖς οὐδὲ ταῖς ὁπλίσεσιν, ὑπὸ δὲ τῶν νεοσυλλόγων καὶ ταῦτα ἀναπληρούμενα. συναγαγὼν δʼ ἅπαντας ἐς Ἄλβην ἐπέστελλε τῇ βουλῇ. ἡ δὲ ἐφήδετο μὲν αὖθις Καίσαρι, ὡς ἀπορεῖν καὶ τότε, τίνες ἦσαν, οἳ προύπεμπον Ἀντώνιον· ἤχθοντο δὲ τοῖς τέλεσιν οὐκ ἐς τὴν βουλήν, ἀλλʼ ἐς τὸν Καίσαρα μετελθοῦσιν. ἐπαινέσαντες δʼ ὅμως αὐτούς τε καὶ τὸν Καίσαρα, ἔφασαν ὀλίγον ὕστερον ὅ τι χρὴ ποιεῖν αὐτοὺς ψηφιεῖσθαι, ὅταν αὐτοῖς αἱ νέαι ἀρχαὶ ἐς τὰ πράγματα παρέλθωσιν. ἦν δὲ σαφές, ὅτι χρήσονται μὲν αὐτοῖς κατὰ Ἀντωνίου· στρατὸν δὲ οὐδένα πω ἔχοντες ἴδιον οὐδὲ καταλέξαι χωρὶς ὑπάτων δυνάμενοι ἐς τὰς νέας ἀρχὰς πάντα ἀνετίθεντο.
恺撒一方同样拥有两个极负声誉的军团,即从安东尼处倒戈而来的部队,此外还有一个新兵军团和两个退伍老兵军团;后两者无论在兵额还是在装备上皆不完备,但正由新兵予以补充。恺撒将全军召集至阿尔巴后,便致书元老院。元老院见状再次对恺撒感到欣喜,以致当时又令人疑惑,此前护送安东尼的究竟是哪些人;但他们对军团倒向恺撒而非归附元老院感到不满。然而元老院还是称赞了军团与恺撒,并表示稍后俟新任长官就职理事时,便会决议他们当行之事。显然他们意图利用这些军队来对抗安东尼;但因他们自己尚无嫡系军队,且没有执政官亦无法自行招募,故而将一切推延至新长官到任。
τῷ Καίσαρι δʼ ὁ στρατὸς πελέκεάς τε καὶ ῥαβδοφόρους ἐσκευασμένους προσαγαγόντες,2 ἠξίουν ἑαυτὸν ἀντιστράτηγον ἀποφῆναι, πολέμου τε ἡγεμονεύοντα καὶ σφῶν αἰεὶ ὑπʼ ἄρχουσι ταχθέντων. ὁ δὲ τὴν μὲν τιμὴν ἐπῄνει, τὸ δὲ ἔργον ἐς τὴν βουλὴν ἀνετίθετο· καὶ βουλομένους ἐπὶ τοῦτο χωρεῖν ἀθρόους ἐκώλυε καὶ πρεσβευομένους ἐπεῖχεν, ὡς καὶ τῆς βουλῆς ψηφιουμένης ταῦτα καθʼ ἑαυτήν, καὶ μᾶλλον, ἢν αἴσθωνται τὴν ὑμετέραν προθυμίαν καὶ τὸν ἐμὸν ὄκνον. διαλυθέντων δὲ μόλις οὕτω καὶ τῶν ἡγεμόνων ἐς ὑπεροψίαν αὐτὸν αἰτιωμένων, ἐξελογεῖτο αὐτοῖς τὴν βουλὴν οὐκ εὐνοίᾳ πρὸς αὑτὸν ἀποκλίνειν μᾶλλον ἢ Ἀντωνίου δέει καὶ στρατιᾶς ἀπορίᾳ, “μέχρι καθέλωμεν ἡμεῖς Ἀντώνιον καὶ οἱ σφαγεῖς φίλοι τε τῇ βουλῇ καὶ συγγενεῖς ὄντες δύναμιν αὐτοῖς συναγάγωσιν· ὧν αἰσθανόμενος ὑπηρετεῖν ὑποκρίνομαι. μὴ δὴ πρότεροι τὴν ὑπόκρισιν ἀποκαλύπτωμεν, ὡς προλαβοῦσι μὲν ἡμῖν τὴν ἀρχὴν ἐπικαλέσουσιν ὕβριν ἢ βίαν, αἰδεσθεῖσι δʼ ἴσως ἐπιδώσουσιν3 αὐτοὶ δέει, μὴ παρʼ ὑμῶν λάβοιμι.” τοιάδε εἰπὼν ἐθεᾶτο γυμνάσια τῶν δύο τελῶν τῶν αὐτομολησάντων ἀπʼ Ἀντωνίου, διαστάντων τε ἐς ἀλλήλους καὶ δρώντων ἀφειδῶς ἔργα πολέμου πάντα πλὴν ἐς μόνον θάνατον. ἡσθεὶς οὖν τῇ θέᾳ καὶ τῆς προφάσεως ἐπιβαίνων ἄσμενος, ἑτέρας αὐτῶν ἑκάστῳ πεντακοσίας δραχμὰς ἐπεδίδου καί, εἴ τις πολέμου χρεία γένοιτο, νικήσασιν ἐπηγγέλλετο πεντακισχιλίας. ὧδε μὲν ὁ Καῖσαρ δαψιλείᾳ δωρεῶν τοὺς μισθοφόρους ἐκρατύνετο.
此时,军队带着备齐仪仗斧与束棒的扈从走上前来,要求恺撒自封为资深法务官,主持战事并统率他们这些历来归于长官麾下之人。恺撒虽赞许此等盛意,却将实际决断推让给元老院;当士兵们欲为此全军前往请愿时,他予以阻拦,亦制止其派遣代表,声称元老院自会主动做出决议,若见你们热忱高涨而我自持退让,则更会如此。 好不容易以此方式遣散了士兵,当军官们责怪他傲慢时,他向他们解释道,元老院倾向于自己并非出于好感,而是出于对安东尼的恐惧以及兵力的匮乏,“直到我们打垮安东尼,且身为元老院友人与亲族的弑君者们为其集结起大军为止;洞察及此,我不过是伪装顺从而已。故而我们切莫先揭穿这层伪装:若我们抢先夺取职权,他们必将指责我们专横或使用暴力;但若我们表示恭顺,他们或许反倒因畏惧我从你们手中受领职权,而主动将其授予我。”言毕,他检阅了从安东尼处叛转过来的两个军团的操演,两军对峙演阵,除不致人于死地外,毫不留情地施展一切实战技能。恺撒见此甚为欣悦,并欣然利用这一借口,向他们每人另赏五百德拉克马,并许诺若有战事,获胜者每人可得五千德拉克马。恺撒就这样以丰厚的犒赏巩固了雇佣士卒的效忠。
- 3746δεῦρο δὲ ὄντι
承接前文的“ἐς Τίβυρον ἐξῄει”(前往蒂布尔)。副词 δεῦρο(本义为“至此处”)指代已抵达并逗留的地点(蒂布尔),现在分词与格 ὄντι 则作为后文主动词 ἀφίκετο 的关涉/承受与格,意为“当他滞留彼处时,……来到他跟前”。
- 3748ὁ στρατὸς ... προσαγαγόντες
意义一致(constructio ad sensum)的典型句式。主语为阳性单数集合名词 ὁ στρατός,但分词 προσαγαγόντες 采用了阳性复数,因为此处将整支军队理解为具体实施行动的众士兵个体。
- 3748ὡς προλαβοῦσι μὲν ἡμῖν τὴν ἀρχὴν ἐπικαλέσουσιν ὕβριν ἢ βίαν, αἰδεσθεῖσι δʼ ἴσως ἐπιδώσουσιν
在表示原因的 ὡς 从句中,与格分词 προλαβοῦσι 与 αἰδεσθεῖσι 经由 μὲν...δέ 构成鲜明对比,兼具条件含义(“若我们抢先夺取”、“若我们退让自持”),并分别作主动词 ἐπικαλέσουσιν(指控我们)和 ἐπιδώσουσιν(授予我们)的与格补足语。末尾的“δέει, μὴ παρʼ ὑμῶν λάβοιμι”是由名词 δέει 引出的畏惧从句(μή + 祈愿式)。
