← 阿庇安

内战记

§3743-3745

布伦迪西乌姆的哗变处决与两军团的倒戈

安东尼在布伦迪西乌姆严惩发生哗变的军团后前往罗马,但在得知玛尔斯军团和第四军团已倒戈归顺恺撒后,便动身准备开战。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3743

Ἀντωνίῳ δʼ ἀφῖκτο μέσον ἐς τὸ Βρεντέσιον ἐκ πέντε τῶν ἐν Μακεδονίᾳ τελῶν τέσσαρα· ἐπιμεμφόμενοι δʼ αὐτὸν οὐκ ἐπεξελθόντα τῷ φόνῳ Καίσαρος, χωρὶς εὐφημίας ἐς τὸ βῆμα παρέπεμπον ὡς περὶ τοῦδε σφίσιν ἐκλογιούμενον πρώτου.1 ὁ δὲ αὐτοῖς χαλεπτόμενος τῆς σιωπῆς οὐ κατέσχεν, ἀλλʼ ὠνείδιζεν ἀχαριστίαν ἐκ Παρθυαίων ὑπὸ οὗ μετενεχθεῖσιν ἐς τὴν Ἰταλίαν καὶ οὐκ ἐπιμαρτυροῦσι τοιᾶσδε χάριτος· ἐμέμφετο δὲ καὶ ὅτι παρὰ μειρακίου προπετοῦς, ὧδε τὸν Καίσαρα καλῶν, ἄνδρας ἐπιπεμπομένους σφίσιν εἰς διαφθορὰν οὐκ αὐτοὶ προσάγουσιν αὑτῷ. ἀλλὰ τούσδε μὲν αὐτὸς εὑρήσειν, τὸν δὲ στρατὸν ἄξειν ἐπὶ τὴν ἐψηφισμένην οἱ χώραν εὐδαίμονα Κελτικήν, καὶ τοῖς παροῦσιν ἑκάστῳ δοθήσεσθαι δραχμὰς ἑκατόν. οἱ δὲ ἐγέλασαν τῆς σμικρολογίας καὶ χαλεπήναντος αὐτοῦ μᾶλλον ἐθορύβουν καὶ διεδίδρασκον. ὁ δὲ ἐξανέστη τοσοῦτον εἰπών· “μαθήσεσθε ἄρχεσθαι.” αἰτήσας δὲ παρὰ τῶν χιλιάρχων τοὺς στασιώδεις (ἀνάγραπτος γάρ ἐστιν ἐν τοῖς Ῥωμαίων στρατοῖς αἰεὶ καθʼ ἕνα ἄνδρα ὁ τρόπος) διεκλήρωσε τῷ στρατιωτικῷ νόμῳ καὶ οὐ τὸ δέκατον ἅπαν, ἀλλὰ μέρος ἔκτεινε τοῦ δεκάτου, νομίζων σφᾶς ὧδε καταπλήξειν διʼ ὀλίγου. οἱ δὲ οὐκ ἐς φόβον μᾶλλον ἢ ἐς ὀργὴν ἀπὸ τοῦδε καὶ μῖσος ἐτρέποντο.

另一方面,安东尼在马其顿的五个军团中有四个进抵布伦迪西乌姆城中;然而士兵们因怪罪他未能追究恺撒遇刺之事,便不加欢呼地将他护送到讲坛前,以为他会首先就此事向他们作出交代。安东尼因他们的沉默而大怒,未加克制,反倒斥责他们忘恩负义:他们是由他从帕提亚战役调往意大利的,却对如此恩德毫无感激之意;他还责备说,当那个鲁莽小儿——他以此称呼恺撒——派人前来收买腐蚀他们时,他们竟未亲手将那些人解送给他。但他表示,自己自会查明那些人,并将率领军队前往决议拨给他的富饶的高卢之地,且在场者每人将获得一百德拉克马。然而士兵们嘲笑他的吝啬,见他发怒,他们更加喧嚷吵闹并散开离去。安东尼起身,仅说了这样一句话:“你们自会懂得服从。”他向千夫长们索要煽动叛乱者的名单(因为罗马军队历来都逐人记录士兵的品行),依据军法进行了抽签,并未处死整个十分之一,而是处死了十分之一的一部分,以为如此便能迅速震慑他们。然而士兵们由此非但未生恐惧,反而转为愤怒与仇恨。

§3744

ταῦτα δʼ ὁρῶντες οὓς ὁ Καῖσαρ ἐπὶ διαφθορᾷ τῶνδε προπεπόμφει, βιβλία πολλὰ τότε μάλιστα διερρίπτουν ἐς τὸ στρατόπεδον, ἀντὶ τῆς Ἀντωνίου μικρολογίας τε καὶ ὠμότητος ἐς τὴν Καίσαρος μνήμην τοῦ προτέρου καὶ βοήθειαν τοῦ νῦν καὶ χορηγίας δαψιλεῖς μετατίθεσθαι. οὓς ὁ Ἀντώνιος μηνύμασι τε μεγάλοις ἐζήτει, καὶ ἀπειλαῖς, εἴ τις ἐπικρύπτοι. οὐδένα δὲ συλλαβὼν ἐχαλέπηνεν ὡς τοῦ στρατοῦ σφᾶς ἐπικρύπτοντος. ἀπαγγελλομένων δὲ καὶ τῶν ἐν ταῖς ἀποικίαις τε καὶ ἐν Ῥώμῃ Καίσαρι πεπραγμένων ἐθορυβεῖτο. καὶ ἐπελθὼν αὖθις ἐπὶ τὸν στρατὸν ἔφη χαλεπῆναι μὲν τῶν γεγονότων ὑπὸ ἀνάγκης στρατιωτικῆς ὀλίγοις ἀντὶ πλεόνων ὧν ἐκόλαζεν ὁ νόμος, αὐτοὺς δὲ εἰδέναι σαφῶς οὔτε ὠμὸν οὔτε μικρολόγον Ἀντώνιον. “ἀλλʼ ὁ μὲν φθόνος οἰχέσθω, κεκορεσμένος,” ἔφη, “καὶ τοῖς ἁμαρτήμασι καὶ ταῖς κολάσεσι· τὰς δὲ ἑκατὸν δραχμὰς ὑμῖν οὐ δωρεάν (οὐ γὰρ τοῦτό γε τῆς Ἀντωνίου τύχης), ἀλλὰ τῆς πρώτης ἐς ὑμᾶς ἐντεύξεως προσαγορευτικὸν μᾶλλον ἢ δωρεὰν ἐκέλευσα δοθῆναι, καὶ χρὴ νόμῳ πατρίῳ τε καὶ στρατιωτικῷ καὶ ἐς τάδε καὶ ἐς πάντα εὐπειθεῖς ὑπάρχειν.” ὁ μὲν οὕτως εἶπεν, οὐδέν τι ἔτι προσθεὶς τῇ δωρεᾷ τοῦ μὴ δοκεῖν ὁ στρατηγὸς ἡσσῆσθαι τοῦ στρατοῦ.2 οἱ δὲ ἐλάμβανον, εἴτε μεταγνόντες εἴτε καὶ δεδιότες. ὁ δὲ αὐτῶν τοὺς μὲν ταξιάρχους, εἴτε μηνίων ἔτι τῆς στάσεως εἴθʼ ἑτέρως ὑπονοῶν, ἐνήλλασσε, τοὺς δὲ λοιποὺς καὶ τἆλλα ἐν ταῖς χρείαις ἐδεξιοῦτο καὶ προύπεμπεν ἀνὰ μέρος τὴν παραθαλάσσιον ὁδεύειν ἐπὶ Ἀριμίνου.

恺撒预先派来收买他们的人目睹此景,便乘机向营中散发大量传单,呼吁他们与其忍受安东尼的吝啬与残暴,不如转而归附于对先代恺撒的追念、对当代恺撒的支持以及丰厚的赏赐。安东尼悬以重赏搜捕这些人,并威胁严惩隐匿者。但他未能捕获一人,因认定军队在包庇他们而勃然大怒。随着恺撒在殖民地及罗马的所作所为被接连报来,他心神不宁。他再次来到军队面前,声称由于军务之必然,自己对所发生的事仅针对少数人动怒,而非依照法律惩办更多的人,且他们自己清楚知道安东尼既不残暴也不吝啬。他说:“但怨恨既已在罪过与惩罚中得到了宣泄,就让它过去吧;至于那一百德拉克马,我命发给你们并非作为犒赏——因为这区区之数配不上安东尼的身价——,与其说是犒赏,不如说是初次相见时的见面礼,你们应当遵从祖制与军法,在此事及一切事上保持服从。”他这番话虽然讲完,却未对赏金再作任何增加,以免统帅显得屈服于军队。士兵们不知是悔过还是心存畏惧,收下了赏金。安东尼随后撤换了他们的百夫长,不知是因对哗变仍怀恨在心还是另有猜疑,但对其他人则亲切相待,满足其所需,并打发他们轮番沿海滨大道向阿里米努姆进军。

§3745

αὐτὸς δʼ ἐπιλεξάμενος ἐκ πάντων στρατηγίδα σπεῖραν ἀνδρῶν ἀρίστων τά τε σώματα καὶ τὸν τρόπον ὥδευεν ἐς Ῥώμην ὡς ἐκεῖθεν ἐπὶ τὸ Ἀρίμινον ὁρμήσων. ἐσῄει δὲ ἐς τὴν πόλιν σοβαρῶς, τὴν μὲν ἴλην πρὸ τοῦ ἄστεως στρατοπεδεύσας, τοὺς δʼ ἀμφʼ αὑτὸν ἔχων ὑπεζωσμένους καὶ τὴν οἰκίαν νυκτοφυλακοῦντας ἐνόπλους· συνθήματά τε αὐτοῖς ἐδίδοτο, καὶ αἱ φυλακαὶ παρὰ μέρος ἦσαν ὡς ἐν στρατοπέδῳ. συναγαγὼν δὲ τὴν βουλὴν ὡς μεμψόμενος Καίσαρι περὶ τῶν πεπραγμένων, ἐσιὼν ἤδη μανθάνει τῶν τεσσάρων τελῶν τὸ καλούμενον Ἄρειον κατὰ τὴν ὁδὸν ἐς Καίσαρα μετατεθεῖσθαι. καὶ αὐτῷ τὴν εἴσοδον ἐπισχόντι τε καὶ διαποροῦντι ἀγγέλλεται καὶ τὸ καλούμενον τέταρτον ὁμοίως τοῖς Ἀρείοις ἐς Καίσαρα μετατεθεῖσθαι. διαταραχθεὶς οὖν εἰσῆλθε μὲν ἐς τὸ βουλευτήριον, ὡς δʼ ἐφʼ ἕτερα αὐτοὺς συναγαγὼν μικρὰ διελέχθη καὶ εὐθὺς ἐπὶ τὰς πύλας ἐχώρει καὶ ἀπὸ τῶν πυλῶν ἐπὶ Ἄλβην πόλιν ὡς μεταπείσων τοὺς ἀποστάντας. βαλλόμενος δʼ ἀπὸ τοῦ τείχους ἀνέστρεφε καὶ τοῖς ἄλλοις τέλεσι προσέπεμπεν ἀνὰ πεντακοσίας δραχμὰς ἑκάστῳ, καὶ σὺν οἷς εἶχεν αὐτὸς ἐς Τίβυρον ἐξῄει, σκευὴν ἔχων τὴν συνήθη τοῖς ἐπὶ τοὺς πολέμους ἐξιοῦσι· καὶ γὰρ ἤδη σαφὴς ἦν ὁ πόλεμος, Δέκμου τὴν Κελτικὴν οὐ μεθιέντος.

他自己则从全军中挑选了一支由体魄与品行兼优之士组成的亲卫大队,向罗马进发,打算由此开赴阿里米努姆。他傲慢地进城,将骑兵队驻扎在城外,让随从暗佩短剑,并命武装士兵夜间守卫其住宅;他向他们下达口令,各哨位如在军营中一般轮流值守。他召集元老院原本意在指责恺撒的作为,但在正要入内时,却获悉四个军团中被称为玛尔斯军团的那一部队在行军途中倒戈归顺了恺撒。正当他止步未入、惊疑不定之际,又有人报称,所谓的第四军团也如玛尔斯军团一样倒戈归向了恺撒。他惊慌失措,遂步入元老院,但只略讲数语,仿佛召集他们是为别的事情,旋即直奔城门,从城门赶往阿尔巴城,试图劝说哗变者回心转意。然而他遭到来自城墙的矢石射击,只得折返,并向其余军团派送每人五百德拉克马,自己则率领现有的部队前往蒂布尔,身着出征者的常服;因为由于德基穆斯不肯交出高卢,战事已然昭然若揭。

语法注2 条
  1. 3743ὡς περὶ τοῦδε σφίσιν ἐκλογιούμενον πρώτου

    分词 ἐκλογιούμενον 为宾格,修饰主句动词 παρέπεμπον 的直接宾语 αὐτόν(安东尼)。连词 ὡς 表达了士兵们主观的预期或意图(“以为他首先会就此事向他们作出交代”)。动词 ἐκλογίζομαι 原意为“报账、核算”,此处引申为“解释、交代、澄清”。

  2. 3744τοῦ μὴ δοκεῖν ὁ στρατηγὸς ἡσσῆσθαι τοῦ στρατοῦ

    带冠词的属格不定式 τοῦ μὴ δοκεῖν 用于表示目的或否定性结果(“为了统帅不显得……”)。由于不定式 δοκεῖν 的逻辑主语与主句的主语(安东尼=统帅)相同,因此按照希腊语语法习惯并未采用宾格(τὸν στρατηγόν),而是保持为主格(ὁ στρατηγός),即主格不定式结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3743-3745