- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3641-3642
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒在保民官坎努提乌斯的引导下进入罗马并公开宣示与安东尼决裂,但士兵们因不愿对抗故将而萌生退意。恺撒以赏赐与劝说留住部分兵力,同时奔赴各地招募新军。
ὧδε δὲ αὐτῶν θορυβουμένων, Καννούτιος ὁ δήμαρχος, ἐχθρὸς ὢν Ἀντωνίῳ καὶ παρʼ αὐτὸ Καίσαρι φίλος, ὑπήντα τῷ Καίσαρι καὶ τὴν γνώμην ἐκμαθὼν ἀπήγγελλε τῷ δήμῳ, μετʼ ἔχθρας Ἀντωνίου1 σαφοῦς ἐπιέναι τὸν Καίσαρα καὶ χρῆναι δεδιότας Ἀντώνιον ἐπὶ τυραννίδι τόνδε προσεταιρίσασθαι, στρατὸν ἄλλον οὐκ ἔχοντας ἐν τῷ παρόντι. ταῦτα δʼ εἰπὼν ἐσῆγε τὸν Καίσαρα, αὐλισάμενον πρὸ τοῦ ἄστεος ἀπὸ σταδίων πεντεκαίδεκα ἐν τῷ τοῦ Ἄρεως ἱερῷ. ὡς δὲ εἰσῆλθον, ὁ μὲν εἰς τὸν νεὼν τῶν Διοσκούρων παρῆλθε, καὶ τὸν νεὼν περιέστησαν οἱ στρατευόμενοι ξιφίδια ἀφανῶς περιεζωσμένοι, Καννούτιος δὲ πρότερον ἐδημηγόρει κατὰ τοῦ Ἀντωνίου. ὁ δὲ Καῖσαρ καὶ τοῦ πατρὸς αὐτοὺς ὑπεμίμνησκε καὶ ὧν αὐτὸς ὑπὸ Ἀντωνίου πάθοι, διʼ ἃ καὶ τόνδε τὸν στρατὸν ἐς φυλακὴν εἴη συνειλεγμένος· ἔφη τε ἐς πάντα τῆς πατρίδος ὑπηρέτης καὶ κατήκοος ἔσεσθαι καὶ ἐς τὰ νῦν πρὸς Ἀντώνιον ἕτοιμος.
正当他们如此骚动不安之际,保民官坎努提乌斯因与安东尼为敌,且正因此而与恺撒交好,便前去迎接恺撒;在探明其意图后,他向民众报告说,恺撒带着对安东尼的明确敌意而来,凡惧怕安东尼图谋僭主统治的人,眼下既然别无其他军队,就应当与恺撒结盟。说完这些,他便引恺撒入城;此前恺撒驻扎在城外十五斯塔德处的阿瑞斯神庙。他们入城后,恺撒来到了狄奥斯库洛伊神庙前,士兵们暗中佩带短剑环立在神庙周围,而坎努提乌斯首先发表了反对安东尼的演说。随后恺撒使民众想起其父,以及他自身遭受安东尼的迫害,正因如此他才召集了这支军队作为防卫;他还声称自己在一切事上都将是祖国的仆役与顺从者,并已准备好在眼前之事上与安东尼对抗。
ὧδε δʼ εἰπόντος αὐτοῦ καὶ τὴν ἐκκλησίαν διαλύσαντος ἐπὶ τῷδε, ὁ στρατὸς ἡγούμενος ἐς τὸ ἐναντίον ἐπὶ διαλλαγαῖς Ἀντωνίου τε καὶ Καίσαρος ἀφῖχθαι ἢ ἐς μόνην γε φυλακὴν τοῦ Καίσαρος καὶ τῶν φονέων ἄμυναν, ἤχθοντο2 τῇ κατʼ Ἀντωνίου προαγορεύσει, στρατηγοῦ τε σφῶν γεγονότος καὶ ὄντος ὑπάτου· καὶ οἱ μὲν αὐτῶν ἐπανελθεῖν ᾔτουν εἰς τὰ οἰκεῖα ὡς ὁπλιούμενοι· οὐ γὰρ ἄλλων ἢ τῶν ἰδίων ὅπλων ἀνέξεσθαι· οἱ δὲ καὶ τὸ ἀληθὲς ὑπέφαινον. ὁ δὲ Καῖσαρ ἠπόρητο μὲν ἐς τὸ ἐναντίον ὧν προσεδόκησε μετενεχθείς, ἐλπίσας δʼ αὐτῶν πειθοῖ μᾶλλον ἢ βίᾳ περιέσεσθαι, συνεχώρει ταῖς προφάσεσι καὶ τοὺς μὲν ἐπὶ τὰ ὅπλα ἔπεμπε, τοὺς δὲ ἁπλῶς ἐς τὰ οἰκεῖα. πάντας δʼ, ἐπικρύπτων τὴν ἀχθηδόνα, ἐπῄνει τῆς συνόδου καὶ ἐδωρεῖτο ἑτέραις δωρεαῖς καὶ δαψιλέστερον ἔτι ἀμείψεσθαι ἔλεγεν, αἰεὶ χρώμενος ἐς τὰ ἐπείγοντα ὡς πατρικοῖς φίλοις μᾶλλον ἢ στρατιώταις. χιλίους μὲν δὴ μόνους ἢ τρισχιλίους τάδε λέγων ἐπέκλασεν ἐκ μυρίων οἱ παραμεῖναι ʽδιαφέρονται γὰρ περὶ τοῦ ἀριθμοὖ. οἱ δὲ λοιποὶ τότε μὲν ἐξῄεσαν, ἀνεμιμνήσκοντο δʼ αὐτίκα γεωργίας τε πόνων καὶ κερδῶν στρατείας καὶ λόγων τῶν Καίσαρος καὶ εὐπειθείας αὐτοῦ, πρὸς ἃ ἐβούλοντο, καὶ χαρίτων, ὧν τε εἰλήφεσαν καὶ ὧν ἤλπιζον ἔτι λήψεσθαι. οἷόν τε ὄχλος ἀνώμαλος μετενόουν καὶ τῆς προφάσεως ἐς εὐπρέπειαν ἐπιβαίνοντες3 ὡπλίζοντο καὶ πρὸς αὐτὸν ἐπανῄεσαν. ὁ δὲ ἤδη μετὰ χρημάτων ἄλλων τήν τε Ῥάβενναν καὶ τὰ ἀγχοῦ πάντα περιῄει, στρατεύων ἑτέρους ἐφʼ ἑτέροις· καὶ πάντας ἐς Ἀρρήτιον ἔπεμπεν.
当他这番话讲完并就此解散集会时,军队却感到愤怒,因为他们原本以为,恰恰相反,自己前来是为了促成安东尼与恺撒的和解,或者至少仅仅是为了保护恺撒的人身安全以及向刺客们复仇;他们对公开发表针对安东尼的宣战言论大为不悦,毕竟安东尼曾是他们的统帅,且如今身为执政官。他们中的一些人请求返回家园,借口说是去取全套武装,因为他们不愿使用除自己原有武器之外的任何武器;而另一些人则隐约流露出了实情。恺撒因局势发展与自己的预期截然相反虽陷入窘境,但希望以劝导而非强力来制服他们,遂顺从了这些托词,打发一些人去取武器,另一些人则径直遣送回家。然而他隐忍住怒火,赞赏所有人的集结,赠予他们另外的礼物,并表示日后定将更为丰厚地予以奖赏,他在紧急关头总是把他们当作父亲的故友而非普通士兵来对待。通过这番话,他从万人之中仅劝服了一千人(或三千人)留在他身边(因为史籍对此数目记载不一)。其余的人当时虽然离去,但随即回想起农耕的辛劳、从军的利禄、恺撒的话语、他对他们愿望的顺从,以及他们已经获得的恩惠与仍指望获得的好处。正如反复无常的乌合之众常有的表现,他们心生悔意,借着体面的借口武装起来,重新归附于他。此时恺撒已带着另外的资财巡行于拉文纳及其周边全境,接连招募了一批又一批新兵,并将他们尽数派往阿里提乌姆。
- 3641μετʼ ἔχθρας Ἀντωνίου
Ἀντωνίου 是依附于 ἔχθρας 的宾格性属格,意为“对安东尼的敌意”,而非主格性属格(“安东尼所怀有的敌意”),因为此处语境指恺撒对安东尼采取敌对立场。
- 3642ὁ στρατὸς ἡγούμενος ... ἤχθοντο
单数集合名词主语 ὁ στρατὸς 及其修饰分词 ἡγούμενος(单数),与复数谓语动词 ἤχθοντο 搭配,属于“按意义一致”(constructio ad sensum)。这是因为说话者意念中强调的是构成军队的士兵个体们。
- 3642τῆς προφάσεως ἐς εὐπρέπειαν ἐπιβαίνοντες
意为“踏上这一体面的借口”或“利用借口来顾全体面”的形象化表达。介词短语 ἐς εὐπρέπειαν 修饰 τῆς προφάσεως,表明士兵们以此前“取武器”的借口作为体面的台阶,借机重返恺撒麾下。
