← 阿庇安

内战记

§3639-3640

行刺指控与双方募兵带来的罗马恐慌

安东尼指控恺撒图谋行刺,恺撒则狂怒反驳,致使民众舆论剧烈动摇。当安东尼前往布伦提西翁安抚动摇的军队时,恺撒为求自保前往坎帕尼亚招募老兵组建军队,两军逼近罗马令市民深感恐慌。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3639

τοιαῦτα τοῦ Ἀντωνίου διεξιόντος, παρέστη τοῖς ταξιάρχαις αὐτὸν ἅπαντα μετʼ ἔχθρας ἀκριβοῦς ἐς τοὺς ἀνδροφόνους, ἐπιτεχνάζοντα τῇ βουλῇ, πεποιηκέναι. ἠξίουν δὲ καὶ ὣς τῷ Καίσαρι συναλλαγῆναι καὶ πείσαντες αὐτοὺς συνήλλασσον αὖθις ἐν τῷ Καπιτωλίῳ. οὐ πολὺ δὲ ὕστερον ὁ Ἀντώνιος τῶν σωματοφυλάκων τινὰς ἐς τοὺς φίλους παρήγαγεν ὡς ὑπηρέτας γενομένους1 ἐπιβουλεύοντος αὑτῷ τοῦ Καίσαρος, εἴτε συκοφαντῶν εἴτε τῷ ὄντι νομίσας εἴτε περὶ τῶν εἰς τὰ στρατόπεδα περιπεμφθέντων πυθόμενος καὶ τὴν ἐς τὸ ἔργον ἐπιβουλὴν μεταφέρων ἐς τὸ σῶμα.2 ὅ τε λόγος ἐκδραμὼν αὐτίκα θόρυβον ἤγειρε πάνδημον, καὶ ἀγανάκτησις ἦν. ὀλίγοι μὲν γάρ, οἷς τι λογισμοῦ βαθέος ἦν, ᾔδεσαν Καίσαρι συμφέρειν Ἀντώνιον καὶ βλάπτοντα ὅμως περιεῖναι, ἐπίφοβον ὄντα τοῖς φονεῦσιν· ἀποθανόντος γὰρ ἀδεέστερον ἐκείνους ἅπασιν ἐπιτολμήσειν, βοηθουμένους μάλιστα ὑπὸ τῆς βουλῆς. ὧδε μὲν εἴκαζον οἱ συνετώτεροι· τὸ δὲ πλέον, ὁρῶντες, οἷα καθʼ ἑκάστην ἡμέραν ὁ Καίσαρ ὑβριζόμενός τε καὶ ζημιούμενος πάσχοι, οὐκ ἄπιστον ἐτίθεντο τὴν διαβολὴν οὐδὲ ὅσιον ἢ ἀνεκτὸν ἐνόμιζον Ἀντώνιον ὑπατεύοντα ἐς τὸ σῶμα ἐπιβεβουλεῦσθαι. ὁ δὲ Καῖσαρ καὶ πρὸς οὕτως ἔχοντας3 ἐξέτρεχε σὺν ὀργῇ μανιώδει καὶ ἐβόα αὐτὸς ἐπιβουλεύεσθαι πρὸς Ἀντωνίου ἐς τὴν παρὰ τῷ δήμῳ φιλίαν ἔτι οἱ μόνην οὖσαν· ἐπί τε τὰς θύρας τοῦ Ἀντωνίου δραμὼν τὰ αὐτὰ ἐβόα καὶ θεοὺς ἐμαρτύρετο καὶ ἀρὰς ἠρᾶτο πάσας καὶ ἐς δίκην ἐλθεῖν προυκαλεῖτο. οὐδενὸς δὲ προϊόντος, “ἐν τοῖς φίλοις,” ἔφη, “δέχομαι τοῖς σοῖς κριθῆναι,” καὶ εἰπὼν ἐπέτρεχεν ἔσω. κωλυθεὶς δὲ αὖθις ᾤμωζε καὶ ἐλοιδορεῖτο αὐτῷ καὶ τοῖς περὶ θύρας ἠγανάκτει κωλύουσι τὸν Ἀντώνιον ἐλεγχθῆναι. ἀπιών τε τὸν δῆμον ἐμαρτύρετο, εἴ τι πάθοι, πρὸς Ἀντωνίου δολοφονεῖσθαι. λεγομένων δὲ τῶνδε σὺν πάθει πολλῷ μετέπιπτε τὸ πλῆθος, καί τις αὐτοῖς τῆς πρὶν δόξης μετάνοια ἐνεγίγνετο. εἰσὶ δὲ οἳ καὶ τότε ἀπιστοῦντες ὤκνουν ἑκατέρῳ τὸ πιστὸν νέμειν, καί τινες ὑπόκρισιν ἀμφοῖν τὰ γιγνόμενα διέβαλλον εἶναι, συνθεμένων μὲν ἄρτι ἐν ἱερῷ, μηχανωμένων δὲ ταῦτα ἐπὶ τοὺς ἐχθρούς. οἱ δὲ αὐτὰ τὸν Ἀντώνιον ἡγοῦντο ἐπινοεῖν εἰς ἀφορμὴν φρουρᾶς πλείονος ἢ ἐς ἀλλοτρίωσιν τῶν κληρουχιῶν Καίσαρι.

安东尼如此详尽陈述之后,百夫长们便明白,他所做的一切皆出于对凶手们的刻骨仇恨,同时亦是在对元老院施展权谋。尽管如此,他们仍要求他与恺撒和解;在说服了他们之后,百夫长们使两人在卡皮托利乌姆再次和解。然而不久之后,安东尼把几名近卫兵带到朋友们面前,指控他们充当了恺撒谋害其性命的爪牙——无论是他蓄意诬告,抑或确实信以为真,还是听闻了被遣往军营四处活动之人的消息,而将针对其大业的图谋转移为针对其人身的刺杀。这消息不胫而走,即刻激起了公众的轩然大波与公愤。因为少数具有深邃洞察力的人深知,即便安东尼对恺撒有害,但他活着仍对恺撒有利,因他对刺客们构成了威慑;盖因他一旦死去,刺客们在元老院的竭力协助下,行事必将更加无所忌惮。聪敏之士如是推测;但多数人目睹恺撒平日饱受凌辱与剥夺的处境,不仅认为这项指控并非不可信,更认为身为执政官的安东尼的人身安全遭到图谋乃是大逆不道且无法容忍之事。 但恺撒面对心存此念的人们,仍带着狂乱的愤怒冲了出来,高呼自己才是遭到安东尼图谋的一方,安东尼企图剥夺他在民众中所仅存的唯一好感;他奔至安东尼门前,亦高喊同样的话,指神为誓,发出各种诅咒,并要求交付审判。当见无人出来,他便喊道:“我甘愿在你的朋友们面前受审!”言毕便欲强行闯入。但在受阻之后,他再次痛哭并怒骂他,又对门前妨碍安东尼被驳倒的人们怒不可遏。离去之时,他向民众呼吁作证:倘若他遭遇任何不测,定是遭到安东尼暗算。当这些话伴随着极大的悲愤说出时,民众的心绪开始动摇,对先前的看法产生了一种悔意。但亦有人此时仍持怀疑态度,迟疑于相信任何一方;有人甚至攻讦所发生的一切不过是两人的双簧,他们才刚在神庙中达成协议,如今却以此做戏以对付敌人。另一些人则认为这是安东尼设下的计策,借以作为扩充卫队的借口,或是为了使殖民者疏远恺撒。

§3640

ὡς δὲ τῷ Καίσαρι ὑπὸ τῶν κρύφα ἀπεσταλμένων ἀπηγγέλθη τὸν ἐν Βρεντεσίῳ στρατὸν καὶ τοὺς ἀπῳκισμένους ἐν ὀργῇ τὸν Ἀντώνιον ἔχειν, ἀμελοῦντα τοῦ Καίσαρος φόνου, καὶ σφᾶς ἐπικουρήσειν, ἂν δύνωνται, ὁ μὲν Ἀντώνιος ἐς τὸ Βρεντέσιον ἐξῄει διὰ τάδε. δείσας δὲ ὁ Καῖσαρ, μὴ μετὰ τῆς στρατιᾶς ἐπανελθὼν ἀφρούρητον αὑτὸν λάβοι, χρήματα φέρων εἰς Καμπανίαν ᾔει, πείσων τὰς πόλεις οἱ στρατεύεσθαι, τὰς ὑπὸ τοῦ πατρὸς ᾠκισμένας. καὶ ἔπεισε Καλατίαν πρώτην, ἐπὶ δʼ ἐκείνῃ Κασιλῖνον, δύο τάσδε Καπύης ἑκατέρωθεν· ἐπιδοὺς δʼ ἑκάστῳ δραχμὰς πεντακοσίας ἦγεν ἐς μυρίους ἄνδρας, οὔτε ὡπλισμένους ἐντελῶς οὔτε συντεταγμένους πω κατὰ ἴλας, ἀλλʼ ὡς ἐς μόνην τοῦ σώματος φυλακήν, ὑφʼ ἑνὶ σημείῳ. οἱ δὲ ἐν ἄστει τὸν Ἀντώνιον δεδιότες μετὰ στρατιᾶς ἐπανιόντα, ὡς ἐπύθοντο καὶ τὸν Καίσαρα μεθʼ ἑτέρας προσιέναι, οἱ μὲν διπλασίως ἐδεδοίκεσαν, οἱ δʼ ὡς χρησόμενοι κατʼ Ἀντωνίου Καίσαρι ἠσμένιζον· οἱ δὲ αὐτῶν τὰς ἐν τῷ Καπιτωλίῳ διαλλαγὰς ἑωρακότες ὑπόκρισιν ἐνόμιζον εἶναι τὰ γιγνόμενα καὶ ἀντίδοσιν Ἀντωνίῳ μὲν δυναστείας, Καίσαρι δὲ τῶν φονέων.4

当暗中派遣的人向恺撒回报,称布伦提西翁的军队与殖民者对安东尼漠视恺撒遇害一事极为愤怒,并愿在可能时前来相助,安东尼遂因此起程前往布伦提西翁。恺撒担心安东尼率军返回时自己会猝不及防被其捕获,便携带着资金前往坎帕尼亚,去劝说其父所建的各城为他出征。他首先说服了卡拉提亚,随后又说服了卡西利努姆,此二城分别位于卡普亚的两侧;他给每人发放了五百德拉克马,率领了约一万人,这些人既未配备齐全的武装,亦尚未编成分队,仅受一面军旗统领,仿佛只为保护其人身安全。城中之人本就惧怕安东尼率军返回,当得知恺撒亦率另一支军队逼近时,一方面恐惧倍增,另一方面又因可利用恺撒对付安东尼而感到庆幸;但他们当中目睹过卡皮托利乌姆和解之人,则认为眼前之事不过是一场演戏,是安东尼换取专制大权、而恺撒换取刺客们性命的利益互换。

语法注4 条
  1. 3639ὡς ὑπηρέτας γενομένους

    连词 ὡς 连用不定过去时宾格分词 γενομένους,表示主句主语安东尼所主张的主观理由或借口(“以……充当了爪牙为由”)。

  2. 3639μεταφέρων ἐς τὸ σῶμα

    现在时分词 μεταφέρων 与前文分词 πυθόμενος 并列,构成了将针对其大业/军事行动(τὸ ἔργον)的策反偷换为针对其肉体/性命(τὸ σῶμα)的谋杀之对比。

  3. 3639πρὸς οὕτως ἔχοντας

    介词 πρός 后接分词实质化宾格短语 οὕτως ἔχοντας(“心存此念的人们”),指恺撒面对并冲向其前去抗辩的受众群体。

  4. 3640ἀντίδοσιν Ἀντωνίῳ μὲν δυναστείας, Καίσαρι δὲ τῶν φονέων

    名词 ἀντίδοσις(“互换、交换”)统辖成对的接受者与格(Ἀντωνίῳ, Καίσαρι)与所交换客体的属格(δυναστείας, τῶν φονέων),构成“将专制权力归于安东尼,将刺客们归于恺撒”的交易对仗结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3639-3640