← 阿庇安

内战记

§3536-3538

安东尼论夺取军权之谋略与全军团结的演说

安东尼向士卒们揭示了自己如何通过将行省军力移交多拉贝拉、提议废除独裁官以换取马其顿军权、以及通过民众法律夺取高卢等策略制衡元老院与凶手,并号召全军团结以继承恺撒的遗志。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3536

ὧδε δὲ ἀπορῶν καὶ ἐπειγόμενος ἐξοπλίσαι τοὺς πολεμίους1 καὶ ἐς ἡμᾶς ἀντʼ ἐκείνων τὰ ὅπλα μετενεγκεῖν, Ἀμάτιον ἔκτεινα καὶ κατεκάλεσα Πομπήιον, ἵνα τοῖσδε αὖθις ἁλοῦσα ἡ βουλὴ πρός με μεταθοῖτο. καὶ οὐδʼ ὣς αὐτῇ πιστεύων ἔπεισα Συρίαν αἰτεῖν Δολοβέλλαν, οὐ παρὰ τῆς βουλῆς, ἀλλὰ παρὰ τοῦ δήμου νόμῳ, καὶ συνέπραξα αἰτοῦντι, ἵνα τοῖς τε σφαγεῦσι Δολοβέλλας ἐχθρὸς ἀντὶ φίλου γένοιτο καὶ τοῖς βουλευταῖς αἰσχρὸν ᾖ μετὰ Δολοβέλλαν ἀντειπεῖν ἐμοὶ περὶ Μακεδονίας. οὐ μέντʼ ἂν οὐδʼ ὥς μοι Μακεδονίαν ἔδοσαν, οὐδʼ ἐπὶ Δολοβέλλᾳ, διὰ τὴν ἐν αὐτῇ στρατιάν, εἰ μὴ τὴν στρατιὰν προμεθῆκα τῷ Δολοβέλλᾳ ὡς Συρίαν καὶ τὰ ἐς Πάρθους διαλαχόντι. τοὺς δʼ αὖ περὶ τὸν Κάσσιον οὔτε Μακεδονίαν ἀφείλοντο ἂν οὔτε Συρίαν, μὴ ἕτερα αὐτοῖς ἐς ἀσφάλειαν ἀντιλαβόντες ἔθνη.2 δεῆσαν3 οὖν ἀντιδοῦναι θεάσασθε, οἷα ἀνθʼ οἵων καὶ ὡς στρατοῦ γυμνὰ ἐδόθη, Κυρήνη τε καὶ Κρήτη· ὧν καὶ οἱ ἐχθροὶ καταφρονοῦσιν οὐκ ἀσφαλῶν σφίσιν ὄντων καὶ ἐς τὰ ἀφῃρημένα βιάζονται. οὕτω μὲν δὴ καὶ ὁ στρατὸς ἐς Δολοβέλλαν μετενήνεκτο ἀπὸ τῶν ἐχθρῶν τέχναις καὶ μηχαναῖς καὶ ἀντιδόσεσιν ἑτέρων· οὐ γάρ πω τῶν ὅπλων φανέντων ὑπὸ τοῖς νόμοις ἔδει πράσσειν.

我陷入此种困境,却又急于解除敌人的武装,将武器从他们手中转移到我们自己手中,于是我处决了阿马提乌斯,并召回了庞培,以便元老院再度被这些举措所笼络,转而倾向于我。即便如此我仍不信任元老院,便劝说多拉贝拉不是向元老院、而是通过法律向民众请求叙利亚,并在他提出请求时施以援助,以便使多拉贝拉成为刺客们的敌人而非朋友,并使元老院议员们在准许了多拉贝拉之后,羞于在马其顿问题上反对我。然而,即使在处理了多拉贝拉之后,若非我事先将马其顿的军队交给了多拉贝拉,作为他抽签分得叙利亚和针对帕提亚军事行动的军力,元老院单因该省驻扎着军队,便无论如何也不会将马其顿给予我。另一方面,若不为卡西乌斯一党提供其他省份以保障其安全作为交换,他们亦绝不会夺走马其顿或叙利亚。因此,在必须给出补偿之时,你们且看他们用何种省份换取了何种省份,且是何等缺乏军队防守的省份:昔兰尼与克里特;连敌人亦因其不足以自保而轻视之,并强行闯入被夺走的省份。正是如此,通过权术、机巧以及交换其他省份,军队才从敌人手中转移至多拉贝拉手中;因为在兵戎尚未公开相见之时,必须在法律的框架内行事。

§3537

γεγενημένων δὲ τῶνδε καὶ τῶν ἐχθρῶν ἕτερον στρατὸν ἀγειράντων, ἔδει μοι τοῦ περὶ τὴν Μακεδονίαν στρατοῦ καὶ προφάσεως ἠπόρουν. φήμη δὲ κατέσκηψε Γέτας Μακεδονίαν πορθεῖν. ἀπιστουμένης δὲ καὶ ταύτης καὶ τῶν ἐπισκεψομένων ἀπεσταλμένων, εἰσηγησάμην ἐγὼ περὶ τῆς δικτάτορος ἀρχῆς μὴ ἐξεῖναι μήτε εἰπεῖν μήτε ἐπιψηφίσαι μήτε λαβεῖν διδομένην· ᾧ δὴ μάλιστα ὑπαχθέντες ἔδοσάν μοι τὸν στρατόν. καὶ ἐγὼ τότε πρῶτον ἐμαυτὸν ἡγησάμην ἰσόπαλον εἶναι τοῖς ἐχθροῖς, οὐ τοῖσδε τοῖς φανεροῖς, ὡς οἴεται Καῖσαρ, ἀλλὰ τοῖς πλέοσί τε καὶ δυνατωτέροις καὶ ἀφανέσιν ἔτι εἶναι θέλουσι. ταῦτα δʼ ἐργασαμένῳ μοι ἕτερος τῶν σφαγέων ἔλειπεν ἐν πλευραῖς, Βροῦτος ὁ Δέκμος, ἡγούμενος καὶ ὅδε χώρας ἐπικαίρου καὶ στρατοῦ πολλοῦ· ὃν ἐγὼ καὶ θρασύτερον εἰδὼς τὴν Κελτικὴν ἀφῃρούμην, ἐς εὐπρέπειαν ἔτι τῆς βουλῆς Μακεδονίαν ὑπισχνούμενος ἀντιδώσειν, γυμνὴν στρατοῦ γενομένην. ἀγανακτούσης δὲ τῆς βουλῆς καὶ τὴν ἐνέδραν ἤδη καθορώσης καὶ ἴστε οἷα καὶ ὅσα Δέκμῳ πολλῶν γραφόντων καὶ ἐπαλειφόντων ἤδη τοὺς μετʼ ἐμὲ ὑπάτους, ἐγὼ θρασύτερον ἔτι τὸ μὲν ἔθνος, ἀντὶ τῆς βουλῆς, νόμῳ παρὰ τοῦ δήμου λαβεῖν ἐπενόησα, τὸν δὲ στρατὸν ἀπὸ τῆς Μακεδονίας ἐς τὸ Βρεντέσιον ἐπέρων ὡς χρησόμενος δὴ ἐς τὰ ἐπείγοντα.4 καὶ σὺν θεοῖς εἰπεῖν, χρησόμεθα, ὡς ἂν αἱ χρεῖαι καλῶσιν.

这些事情办妥之后,敌人又集结了另一支军队,我急需马其顿周边的这支军队,却缺乏借口。此时传出谣言,称盖塔人正在蹂躏马其顿。然而连这也遭到怀疑,并派出了调查人员,于是我便提议关于独裁官之职,任何人均不得提议、不得交付表决,亦不得接受该职位的授予;他们尤其被这一提议所打动,遂将军队交给了我。那时我才首次认为自己足以与敌人匹敌——并非指这些表面上的敌人,如恺撒所认为的那样,而是指那些人数更多、权势更大且仍企图隐匿其迹的人。我完成了这些之后,刺客中尚有另一人留在我身侧,即德基穆斯·布鲁图斯,此人亦统领着要冲之地与大军。我深知他更为凶悍,却仍着手夺取他的高卢,为了仍在元老院面前顾全颜面,我许诺将已被抽空军队的马其顿作为交换给予他。当元老院深感愤慨并已看穿圈套时——正如你们所知,许多人给德基穆斯写了何等密信,并已在煽动我之后的下届执政官——我以更加大胆的举措,决意不是从元老院、而是通过法律从民众手中取得该省,并把军队从马其顿运抵布伦提西翁,借口乃是将其用于应急事务。托神明庇佑,一旦需要召唤,我们便将投入使用。

§3538

οὕτως ἐκ πολλοῦ δέους τοῦ πρὶν ἡμᾶς ἐπισχόντος μετεβάλομεν ἔς τε ἀσφάλειαν ὑπὲρ ἡμῶν αὐτῶν ἐγκρατῆ καὶ ἐς θάρσος ἐπὶ τοὺς ἐχθρούς· ὧν ἐκφανέντων ἀνεφάνη καὶ ἡ τῶν πλεόνων ἐς τοὺς πολεμίους σπουδή. ὁρᾶτε γάρ, ὅση μὲν αὐτοῖς ἐστι μεταμέλεια τῶν ἐψηφισμένων, ὅσος δὲ ἀγὼν ἀφελέσθαι με τὴν Κελτικὴν ἤδη δεδομένην. ἴστε, ἃ γράφουσι Δέκμῳ καὶ ὅσα τοὺς ὑπάτους τοὺς μετʼ ἐμὲ πείθουσι περὶ τῆς Κελτικῆς μεταψηφίσασθαι. ἀλλὰ σὺν θεοῖς τε πατρῴοις καὶ σὺν εὐσεβεῖ γνώμῃ καὶ σὺν ταῖς ὑμετέραις ἀνδραγαθίαις, μεθʼ ὧν καὶ ὁ Καῖσαρ ἐκράτει, ἀμυνοῦμεν αὐτῷ, τῷ τε σώματι ἐπεξιόντες καὶ τῇ γνώμῃ βοηθοῦντες. ταῦτά μοι γιγνόμενα μέν, ὦ συστρατιῶται, ἔτι ἔχρῃζον ἀπόρρητα εἶναι, γενόμενα δὲ ἐξενήνεκται πρὸς ὑμᾶς, οὓς ἐγὼ καὶ ἔργου καὶ λόγου κοινωνοὺς ἐς ἅπαντα τίθεμαι. καὶ τοῖς ἄλλοις, εἴ τινες αὐτὰ οὐ συνορῶσι, μεταφέρετε, πλὴν μόνου Καίσαρος ἀχαρίστως ἐς ἡμᾶς ἔχοντος.”

如此,我们从先前笼罩我们的巨大恐惧,转入了自身稳固的安全以及面对敌人的底气;而随着这些举措的彰显,多数人对敌方的热心亦暴露无遗。因为你们看得到,他们对自己表决通过的事情是何等后悔,又何等竭力企图从我这里夺走已经授予的高卢。你们知道他们给德基穆斯写了什么,又如何劝说继我之后的执政官就高卢问题重新表决废除决议。但依仗祖宗的神明,依仗虔敬的意志,并依仗你们的英勇——恺撒正是凭借这些而取得胜利的——我们将为他复仇,挺身而出捍卫他,并协助完成他的志愿。 将士们,这些事情在谋划进行之时,尚需秘而不宣;但如今既已告成,便向你们全盘托出,我视你们为一切言行之同道。若有其他未能洞察这些事的人,你们也要向其转告——唯独除了一人,即对我们忘恩负义的恺撒。”

语法注4 条
  1. 3536ἐξοπλίσαι τοὺς πολεμίους

    动词 ἐξοπλίζω 通常意为“使全副武装”,但鉴于紧接其后的“ἐς ἡμᾶς ἀντʼ ἐκείνων τὰ ὅπλα μετενεγκεῖν”(将武器从他们手中转移到我们手中)与之形成对文,此处的接头辞 ἐκ- 带有剥夺含义,意为“解除敌人的武装”或“剥夺武装”(同 ἀφοπλίσαι)。

  2. 3536μὴ ἕτερα αὐτοῖς ἐς ἀσφάλειαν ἀντιλαβόντες ἔθνη

    由 μή 引导的分词条件从句(“若非为他们换取/调配其他省份”)。阳性复数主格分词 ἀντιλαβόντες 与主句主语(元老院议员们)一致,此处并非取通常的被动/中间语态“作为交换而接受”之意,而是作使动/及物性质的理解,即为刺客们(αὐτοῖς)另外调配、安排替代省份。

  3. 3536δεῆσαν

    非人称动词 δεῖ 的中性单数宾格分词构成的独立宾格结构(accusative absolute),作为状语表示情况或原因,意为“鉴于必须给出交换”。

  4. 3537ὡς χρησόμενος δὴ ἐς τὰ ἐπείγοντα

    连词 ὡς 与将来时分词 χρησόμενος 连用,表示主观企图或表面上的目的,小辞 δή 则进一步强化了“公然声称用于紧急事务”的借口色彩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3536-3538