- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3534-3535
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼为自己在恺撒遇刺后的举措进行辩解,说明自己当时妥协接受大赦是为了保全恺撒的荣典与己方全员的安全,随后通过演说煽动民众驱逐了凶手,但元老院的反扑旋即令他面临新的军事威胁。
Καίσαρος ἐν τῷ βουλευτηρίῳ σφαγέντος ἄφνω, δέος ἐπέσχεν ἐκ πάντων δὴ μάλιστα πλεῖστον ἐμὲ φιλίᾳ τε αὐτοῦ Καίσαρος καὶ ἀγνοίᾳ τοῦ ἀκριβοῦς· οὐ γάρ πω τὴν συνθήκην ἑώρων οὐδὲ ἐπὶ ὅσοις. ὁ δὲ δῆμος ἐθορυβεῖτο, καὶ οἱ σφαγεῖς σὺν μονομάχοις τὸ Καπιτώλιον καταλαβόντες ἀπέκλειον, καὶ ἡ βουλὴ σὺν ἐκείνοις ἦν, ᾗ καὶ νῦν ἐστι φανερώτερον, γέρα τε τοῖς ἀνελοῦσιν ὡς τυραννοκτόνοις ἐψηφίζετο. καὶ εἰ τύραννος ὁ Καῖσαρ ἐφάνη, ἡμῖν ὑπῆρχεν ἀπολέσθαι πᾶσιν ὡς τυράννου φίλοις. ὧδε δή με ἔχοντα θορύβου καὶ μερίμνης καὶ δέους, ὅτε οὐκ ἦν γνώμης παράδοξον οὐδὲ ἀπορῆσαι,1 σκοποῦντες εὑρήσετε, ἔνθα μὲν ἔδει τόλμης, θρασύτατον, ἔνθα δὲ ὑποκρίσεως, εὐμήχανον. τὸ μὲν δὴ πρῶτον ἐκ πάντων καὶ τὰ λοιπὰ συνέχον ἦν ἀναιρεθῆναι τὰ γέρα τὰ ψηφιζόμενα τοῖς ἀνδράσιν· ὅπερ, ἀντιτάξας ἐμαυτὸν ἐγὼ τῇ τε βουλῇ καὶ τοῖς σφαγεῦσιν ἐγκρατῶς, ἔπραττον σὺν θράσει παραβόλῳ καὶ ἐπικινδύνῳ, τότε μόνον ἡγούμενος ἡμᾶς τοὺς Καίσαρος ἀσφαλῶς περιέσεσθαι, ὅταν μὴ Καῖσαρ εἶναι δόξῃ τύραννος. τῷ δʼ αὐτῷ δέει τῶν ἐχθρῶν καὶ τῆς βουλῆς αὐτῆς ἐχομένων, ὅτε μὴ Καῖσαρ εἴη τύραννος, ἀνδροφονίας αὐτοὺς ἁλώσεσθαι,2 καὶ διὰ τοῦτο φιλονικούντων, εἶξα τῆς ἀμνηστίας διδομένης ἀντὶ τῶν γερῶν,3 ἵνʼ ὅσων ἔχρῃζον ἀντιλάβοιμι. τὰ δὲ ἦν πόσα καὶ πηλίκα; μήτε τὴν ἐπωνυμίαν τοῦ Καίσαρος ἀπηλεῖφθαι τὴν ἐμοὶ μάλιστα πάντων ἡδίστην μήτε τὴν περιουσίαν δεδημεῦσθαι μήτε τὴν θέσιν, ἐφʼ ᾗ νῦν οὗτος γαυριᾷ, διαλελύσθαι μήτε τὰς διαθήκας ἀκύρους γενέσθαι τό τε σῶμα τεθάφθαι βασιλικῶς καὶ τιμὰς αὐτῷ τὰς πάλαι δεδομένας ἀθανάτους διαμένειν καὶ τὰ πεπραγμένα πάντα κύρια εἶναι καὶ τὸν ἐκείνου παῖδα καὶ τοὺς φίλους ἡμᾶς, καὶ στρατηγοὺς καὶ στρατιώτας, ἐν ἀσφαλεῖ γενέσθαι σωτηρίᾳ καὶ ἐνδόξῳ βίῳ ἀντὶ ἐπονειδίστου.
当恺撒在元老院议事堂突遭杀害时,出于对恺撒本人的情谊以及对局势底细的一无所知,我陷入了众人中最大的恐惧之中;因为我当时尚未看清究竟结下了怎样的同谋,亦不知针对多少人。民众陷入骚动,凶手们带领角斗士占领并封闭了卡皮托尔山;而元老院则与他们站在一边——正如如今更为明显的那样——并正在表决给予杀戮者以诛除暴君者的奖赏。倘若恺撒被判定为暴君,我们所有人作为暴君的朋友便注定要灭亡。在这样充满动荡、忧虑与恐惧的时刻——当时哪怕计无所出亦不足为奇——你们若加省察,便会发现我在需要胆魄之处最为果敢,在需要权术之处极富机智。在一切事情中首要且维系其余一切的,乃是废除正在表决给予那些人的奖赏;我以绝命涉险的胆魄,坚定地与元老院及凶手们抗争以推行此事,因为我认为唯有在恺撒不被视为暴君时,我们这些属于恺撒的人才能安全幸存。然而敌人和元老院自身亦抱着同样的恐惧——倘若恺撒并非暴君,他们便会被定为杀人犯——因此顽固抗争;我遂同意以赦免代替奖赏,以此换取我所需要的一切。而这些换得的权益又是何等众多与重大!恺撒那于我而言最觉甘美的名号不致被抹除;其财产不致被没收;如今此子引以为傲的养子身份不致被废除;遗嘱不致归于无效;其遗体得以享王家葬仪;昔日授予他的不朽荣典得以永存;他生前的一切政令法度尽皆有效;而他的嗣子与作为其友人的我们,无论统领还是士卒,皆能获得安稳的生路与体面的生活,而非蒙受耻辱。
ἆρʼ ὑμῖν ὀλίγα ἢ σμικρὰ τῆς ἀμνηστίας τὴν βουλὴν ἀνταιτῆσαι δοκῶ; ἢ δοῦναι ἂν αὐτὰ ἡ βουλὴ χωρὶς τῆς ἀμνηστίας; ἦν μὲν δὴ καὶ καθαρῶς ἀντιδοῦναι τάδε τῶνδε ἄξιον καὶ φείσασθαι σὺν ἀληθεῖ γνώμῃ φονέων ἀνδρῶν ὑπὲρ ἀθανάτου Καίσαρος δόξης καὶ ἡμῶν ἀσφαλοῦς σωτηρίας· οὐ μὴν ἐγὼ μετὰ τῆσδε τῆς γνώμης ἐποίουν, ἀλλʼ ἀνατιθέμενος τὴν δίκην. ἐπεί γέ τοι τῆς βουλῆς ἐς ἃ πρῶτα ἔχρῃζον ἐκράτησα καὶ οἱ σφαγεῖς ὡς ἐν ἀμερίμνῳ μεθεῖντο, ἀνεθάρρησα καὶ τὴν ἀμνηστίαν παρέλυον, οὐ ψηφίσμασιν ἢ δόγμασιν (οὐ γὰρ ἦν), ἀλλʼ ἀσήμῳ δημοκοπίᾳ,4 τὸ σῶμα τοῦ Καίσαρος ἐπὶ προφάσει τῆς ταφῆς ἐς τὴν ἀγορὰν ἐκφέρων καὶ τὰ τραύματα ἀπογυμνῶν καὶ τὸ πλῆθος αὐτῶν καὶ τὴν ἐσθῆτα ἐπιδεικνὺς ᾑμαγμένην τε καὶ κατακεκομμένην καὶ τὴν ἀρετὴν καὶ τὸ φιλόδημον αὐτοῦ παλιλλογῶν, ἐκπαθῶς ἐν μέσῳ καὶ ὀδυρόμενος μὲν ὡς ἀνῃρημένον, κατακαλῶν δʼ ὡς θεόν. τάδε γάρ μου τὰ ἔργα καὶ ῥήματα ἠρέθισε τὸν δῆμον, καὶ τὸ πῦρ ἧψε μετὰ τὴν ἀμνηστίαν, καὶ ἐς τὰς οἰκίας τῶν ἐχθρῶν ἔπεμψε καὶ τοὺς ἄνδρας ἐξέβαλε τῆς πόλεως. τοῦτο δʼ ὅπως ἀντιπραττούσης καὶ λυπουμένης τῆς βουλῆς ἐγένετο, αὐτίκα ἔδειξαν, ἐμὲ μὲν αἰτιώμενοι τῆς δημοκοπίας, τοὺς δὲ φονέας ἐκπέμψαντες ἐπὶ τὰς τῶν ἐθνῶν ἡγεμονίας, Βροῦτον δὲ καὶ Κάσσιον ἐς Συρίαν καὶ Μακεδονίαν, αἳ μεσταὶ μεγάλων στρατῶν ἦσαν, ἐπείγεσθαι καὶ πρὸ τοῦ δεδομένου χρόνου διδάξαντες ἐπὶ προφάσει φροντίδος σίτου. ἕτερον δή με δέος ἔτι μεῖζον ἐπελάμβανεν, οὐκ ἔχοντά πω στρατὸν ἴδιον οὐδένα, μὴ πρὸς ἐνόπλους τοσούσδε ἄνοπλοι καθιστώμεθα. καὶ ὁ σύναρχος ὕποπτος ἦν, ἐμοί τε διάφορος ὢν αἰεὶ καὶ ὑποκρινόμενος ἐπιβουλεῦσαι τῷ Καίσαρι καὶ τὴν ἡμέραν τοῦ φόνου γενέθλιον τῇ πόλει τιθέμενος.
你们难道以为我用以与元老院交换大赦的这些要求是寥寥无几或微不足道的吗?又或者元老院在没有大赦的情况下会答应这些吗?诚然,哪怕真心实意地用这些来换取那些,为了恺撒不朽的荣名与我们安稳的获救而赦免那些凶手,也是完全值得的;然而,我并非抱着此种本意行事,而不过是将惩罚暂且延后。事实上,当我一旦在元老院面前达成了首要的诉求,而凶手们亦自以为高枕无忧而放松戒备时,我便重振勇气,开始瓦解这道大赦——不是通过决议或法令(因为那并不可能),而是通过隐秘的民众煽动:我以葬礼为借口将恺撒的遗体抬至广场,揭露其身上的创伤,展示伤口的数量以及被鲜血浸透、千刀刺破的袍服,并反复申述他的美德与爱民之情,在众人面前痛哭流涕,既将他作为受戮者来哀悼,又将他作为神明来呼唤。正是我这些作为与言辞激怒了民众,在大赦之后点燃了烈火,驱使他们涌向敌人的宅邸,并将那些人赶出了城。而此事是在元老院如何阻挠与痛心之下发生的,他们立时便表明了这一点:他们一方面指责我煽动民众,另一方面却将凶手们派遣出任各自行省的统治权,并以照管谷物为借口,指示布鲁图斯和卡西乌斯甚至在规定期限之前便赶往驻扎重兵的叙利亚和马其顿。此时,尚未拥有任何属于自己的私兵的我,又被另一种更大的恐惧所笼罩:唯恐赤手空拳的我们要去面对如此众多的武装军队。而我的同僚执政官亦颇为可疑,他向来与我不和,佯称自己也曾图谋刺杀恺撒,并将刺杀之日定为城邦的诞生日。
- 3534ὅτε οὐκ ἦν γνώμης παράδοξον οὐδὲ ἀπορῆσαι
非人称结构 οὐκ ἦν παράδοξον(不足为奇)以不定式 ἀπορῆσαι(陷入困窘、不知所措)为主语,属格 γνώμης(计策、判断)受 ἀπορῆσαι 支配而前置(超置);οὐδέ 作副词(“甚至、哪怕”),带有让步意味,意为“在哪怕计无所出亦不足为奇的时刻”。
- 3534ὅτε μὴ Καῖσαρ εἴη τύραννος, ἀνδροφονίας αὐτοὺς ἁλώσεσθαι
该结构为名词 τῷ δέει(恐惧)的间接引语从属结构。在受主句过去时动词 εἶξα 统辖的属格绝对现在分词 ἐχομένων 之下,直接引语中的时间—条件从句(ὅταν μή + 虚拟语气)转为 ὅτε μή 加过去转述祈愿语气(εἴη),归结句则使用将来不定式(ἁλώσεσθαι),意为“担心倘若恺撒并非暴君,他们自身将被定为杀人犯”。
- 3534εἶξα τῆς ἀμνηστίας διδομένης ἀντὶ τῶν γερῶν
动词 εἶξα(退让、妥协)与属格绝对结构 τῆς ἀμνηστίας διδομένης(当大赦替代奖赏被给予时)相连,表达“在以大赦代替奖赏的条件下作出了妥协”。
- 3535οὐ ψηφίσμασιν ἢ δόγμασιν (οὐ γὰρ ἦν), ἀλλʼ ἀσήμῳ δημοκοπίᾳ
插入句 (οὐ γὰρ ἦν) 中的 ἦν 作非人称用法,相当于 ἐξῆν(“因为那是不可能的”)。这表明在元老院倾向敌方的情况下,试图通过正式法令或决议来推翻大赦在政治上是行不通的。
