← 阿庇安

内战记

§3531-3533

屋大维保民官之争与军官们的调解

民众试图推举恺撒(屋大维)为保民官,安东尼以严厉告示予以阻挠,导致二人矛盾激化;军官们再次出面劝说安东尼与恺撒和解,安东尼遂就此前对待谋杀者妥协的内情展开申辩。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3531

τῶν δὲ δημάρχων τινὸς ἀποθανόντος, ἐς τὴν ἀντʼ αὐτοῦ χειροτονίαν ὁ Καῖσαρ συνέπρασσεν Φλαμινίῳ· καὶ ὁ δῆμος οἰόμενος αὐτὸν ἐπιθυμοῦντα τῆς ἀρχῆς διὰ τὸ νεώτερον τῆς ἡλικίας οὐ παραγγέλλειν, ἐπενόουν1 ἐν ταῖς χειροτονίαις δήμαρχον ἀποφῆναι τὸν Καίσαρα. ἡ δὲ βουλὴ τῆς αὐξήσεως ἐφθόνει καὶ ἐδεδοίκει, μὴ δημαρχῶν τοὺς φονέας τοῦ πατρὸς ἐπὶ τὸν δῆμον ἐς δίκην ἀπαγάγοι· Ἀντώνιός τε τῆς ἄρτι συγκειμένης πρὸς τὸν Καίσαρα φιλίας ὑπεριδών, εἴτε ἐς χάριν τῆς βουλῆς ἢ παρηγορίαν, ἀχθομένης τῷ περὶ τῆς Κελτικῆς νόμῳ, εἴτε ἀπʼ οἰκείας γνώμης, προύγραφεν ὡς ὕπατος μηδενὶ Καίσαρα ἐγχειρεῖν παρανόμως, ἢ χρήσεσθαι κατʼ αὐτοῦ παντὶ μέτρῳ τῆς ἐξουσίας. ἀχαρίστου δʼ ἐς τὸν Καίσαρα καὶ ὑβριστικῆς ἅμα ἐς αὐτὸν καὶ τὸν δῆμον τῆς προγραφῆς γενομένης, ὁ μὲν δῆμος διώργιστο καὶ φιλονικήσειν ἔμελλον ἐν ταῖς χειροτονίαις, ὥστε δεῖσαι τὸν Ἀντώνιον καὶ ἀνελεῖν τὴν χειροτονίαν, τοῖς ὑπολοίποις τῶν δημάρχων ἀρκούμενον· ὁ δὲ Καῖσαρ, ὡς σαφῶς ἐπιβουλευόμενος ἤδη, πολλοὺς περιέπεμπεν ἔς τε τὰς τοῦ πατρὸς ἀποικίδας πόλεις ἐξαγγέλλειν, ἃ πάσχοι, καὶ τὴν ἑκάστων γνώμην καταμανθάνειν· ἔπεμπε δὲ καὶ ἐς τὰ Ἀντωνίου στρατόπεδα ἐπιμίγνυσθαί τινας ἀγορὰν φέροντας καὶ ἐντυγχάνειν τοῖς θαρροῦσι μάλιστα καὶ ἐς τὸ πλῆθος διαρριπτεῖν ἀφανῶς βιβλία.

当一名保民官去世时,恺撒协助弗拉米尼乌斯竞选补缺;民众以为恺撒只是因年纪太轻才未出面竞选,内心实则渴望此职,便打算在选举中宣布恺撒为保民官。元老院嫉妒他的崛起,且害怕他若担任保民官,会将谋害其父的凶手押解到民众面前受审;而安东尼无视不久前与恺撒结下的友好,不知是为了讨好元老院、安抚其因高卢法案而生的怨气,还是出于他自己的打算,便以执政官的身份发布告示,责令恺撒不得从事任何违法之举,否则将动用其权力的全部手段制裁恺撒。由于这一告示对恺撒既忘恩负义,同时又对他和民众构成了侮辱,民众极为愤怒,打算在选举中坚决抗争,以致安东尼心生恐惧而取消了选举,声称其余的保民官已足够。恺撒明白自己此时已公然受到算计,便派了许多人前往其父设立的殖民城市,告知他所遭受的待遇,并探察各处的民意;他还派人潜入安东尼的军营,借运送物资之名混入军中,与最大胆的士卒接洽,并在人群中暗中散发传单。

§3532

καὶ ὁ μὲν ἀμφὶ ταῦτα ἦν· οἱ ταξίαρχοι δὲ αὖθις παρὰ Ἀντωνίου καιρὸν αἰτήσαντες ἔλεγον· “ἡμεῖς, ὦ Ἀντώνιε, καὶ ὅσοι ἄλλοι μετὰ σοῦ Καίσαρι στρατευσάμενοι τήν τε ἡγεμονίαν αὐτῷ συνεστησάμεθα καὶ ἐς τὰ καθʼ ἡμέραν αὐτῆς ὑπηρέται γιγνόμενοι διετελοῦμεν, ἔχθει μὲν ἴσῳ καὶ ἐπιβουλῇ τοὺς φονέας αὐτοῦ γιγνώσκομεν εἰς ἡμᾶς χρωμένους καὶ τὴν βουλὴν ἐκείνοις ἐπιρρέπουσαν, τοῦ δήμου δʼ ἐξελάσαντος αὐτοὺς ἀνεθαρρήσαμεν, οὐ πάντῃ τὰ Καίσαρος ὁρῶντες ἄφιλα οὐδὲ ἀμνήμονα οὐδὲ ἀχάριστα. τὴν δʼ ἐς τὸ μέλλον ἀσφάλειαν εἴχομεν ἐν σοί, φίλῳ τε Καίσαρος ὄντι καὶ ἡγεμονικωτάτῳ μετʼ ἐκεῖνον ἐκ πάντων καὶ ἄρχοντι νῦν ἡμῶν καὶ ἐς τὰ μάλιστα ἐπιτηδείῳ. ἀναφυομένων δὲ τῶν ἐχθρῶν καὶ θρασέως ἔς τε Συρίαν καὶ Μακεδονίαν βιαζομένων καὶ χρήματα καὶ στρατιὰν ἐφʼ ἡμᾶς συνιστάντων, καὶ τῆς βουλῆς σοι Δέκμον ἐπαλειφούσης, καὶ σοῦ τὰς φροντίδας ἐς τὴν Καίσαρος τοῦ νέου διαφορὰν δαπανῶντος, δέδιμεν εἰκότως, μὴ ἐς τὸν μέλλοντα καὶ ὅσον οὔπω παρόντα πόλεμον ἡ στάσις ὑμῶν τῷ πολέμῳ συνεπιθῆται2 καὶ διαπραχθῇ τοῖς ἐχθροῖς καθʼ ἡμῶν, ἃ βούλονται. ὧν ἐνθυμηθέντα σε ἀξιοῦμεν,3 ὁσίας τε χάριν ἐς τὸν Καίσαρα καὶ φειδοῦς ὑπὲρ ἡμῶν οὐδὲν ἐπιμέμπτων σοι γενομένων καὶ πρὸ ἡμῶν αὐτοῦ σοῦ τῶν συμφερόντων οὕνεκα, ἕως ἔτι δύνασαι, Καίσαρι μέν, ὅπερ ἀρκέσει, μόνον συνεπαμῦναι τοὺς φονέας τιμωρουμένῳ, σὲ δὲ αὐτίκα δυναστεύειν, ἐν ἀμερίμνῳ γενόμενόν τε καὶ ἡμᾶς γενέσθαι παρασκευάσαντα τοὺς ὑπέρ τε σφῶν αὐτῶν καὶ ὑπὲρ σοῦ δεδιότας.”

就在恺撒忙于这些事情时,军官们再次向安东尼请求会面,并陈辞道: “安东尼啊,我们以及所有其他曾与你一同随恺撒征战、协助他建立霸业并在日常统治中持续效力的人,深知弑君凶手对我们怀有同样的仇恨与图谋,也深知元老院正偏向他们;然而在民众将他们驱逐之时,我们重拾了勇气,看到恺撒的事业并非完全没有朋友,亦非被遗忘或遭辜负。我们曾将未来的安全寄托于你,因为你是恺撒的朋友,在所有人中仅次于他最具统帅之才,如今是我们的统领,也是最合宜之人。然而,如今敌人死灰复燃,悍然进逼叙利亚与马其顿,并集结钱财和军队对抗我们,元老院又挑唆德基穆斯与你为敌,而你却将心思耗费在与年轻恺撒的争执上;我们自然深感忧虑,担心在这场迫在眉睫的战争中,你们的内讧会与外患同时夹击,从而让敌人对我们得逞其所愿。深思于此,我们请求你——出于对恺撒的神圣情分,也出于对未曾有可受你指责之处的我们的怜恤,更在我们之前为了你自身的利益——趁你尚有能力之时,仅需协助恺撒惩办凶手,这便足以应付,而你本人则立时执掌大权,既让自己高枕无忧,也让我们这些既为自身亦为你担惊受怕之人放下心来。”

§3533

τοσαῦτα τοὺς ταξιάρχους εἰπόντας ὁ Ἀντώνιος ὧδε ἠμείψατο· “ὅσῃ μὲν εὐνοίᾳ καὶ σπουδῇ πρὸς Καίσαρα περιόντα ἐχρώμην, φιλοκινδυνότατος ἐκ πάντων ἐς τὰς ἐκείνου χρείας γενόμενος, ἴστε σαφῶς, συστρατευσάμενοί τε καὶ τοῖς γιγνομένοις παρατυχόντες· ὅσῃ δʼ αὖ κἀκεῖνος εἰς ἐμὲ χάριτι καὶ προτιμήσει χρώμενος διετέλει, οὐ μαρτυρεῖν ἐμὲ δίκαιον. ἄμφω δὲ ταῦτα καὶ οἱ φονεῖς εἰδότες συνετίθεντο κἀμὲ Καίσαρι συνανελεῖν, ὡς ἐμοῦ περιόντος οὐ καθέξοντες ὧν ἐπενόουν.4 καὶ ὅστις αὐτοὺς μετέπεισε τῆς γνώμης, οὐκ εὐνοίᾳ τῆς ἐμῆς σωτηρίας ἔπεισεν, ἀλλʼ εὐπρεπείᾳ τῆς τυραννοκτονίας, ὡς μὴ δοκῶσι πολλοὺς ὥσπερ ἐχθρούς, ἀλλʼ ἕνα ἀνελεῖν ὡς τύραννον. τίς ἂν οὖν πιστεύσειεν ἐμὲ Καίσαρός τε ἀμελεῖν εὐεργέτου μοι γεγενημένου καὶ προτιμᾶν τοὺς ἐχθροὺς ἐκείνου καὶ τὸν φόνον ἑκόντα χαρίζεσθαι τοῖς ἐμοῖς ἐπιβούλοις, ὡς οἴεται Καῖσαρ ὁ νέος; πόθεν οὖν αὐτοῖς ἀμνηστία τοῦ φόνου καὶ ἡγεμονίαι; ταῦτα γὰρ ἐπικαλεῖν, ἀντὶ τῆς βουλῆς, ἐμοὶ βούλεται. μάθετε, ὡς ἐγένετο.

军官们讲完这番话后,安东尼如此答复道: “当恺撒在世时,我对他是何等赤诚与竭力,为了他的需要而在众人中最为甘冒奇险,你们作为同袍并目睹过那些经历,心里自然十分清楚;而他在回报我时又是何等恩重且优待,由我亲自作证则并不适宜。凶手们因深知这两点,曾共谋在诛杀恺撒的同时将我除掉,料想只要我尚在人世,他们便无法实现图谋。而无论何人劝阻他们改变了主意,其劝说并非出于保全我性命的善意,而是为了弑君之举的体面,免得他们看似像对待私仇那样滥杀多人,而显得是作为诛杀暴君仅除掉一人。既如此,又有谁能相信,我竟会忽视对我施以恩德的恺撒,反而推重他的仇敌,并如年轻的恺撒所设想的那样,心甘情愿地宽恕谋害我之人的弑君罪行呢?那么,对凶手的赦免以及他们的行省统帅权究竟是从何而来的?因为他一心想把这些事归咎于我,而非元老院。听我道来这究竟是如何发生的吧。”

语法注4 条
  1. 3531ὁ δῆμος οἰόμενος ... ἐπενόουν

    单数集合名词主语 ὁ δῆμος 与复数谓语动词 ἐπενόουν 呼应。此结构属于依意合一(constructio ad sensum),意在强调组成民众的各个个体的意图与行动。

  2. 3532μὴ ἐς τὸν μέλλοντα καὶ ὅσον οὔπω παρόντα πόλεμον ἡ στάσις ὑμῶν τῷ πολέμῳ συνεπιθῆται

    由 δέδιμεν 引出的表惧怕的从句(μὴ ... συνεπιθῆται)。复合动词 συνεπιτίθημι 意为“一同袭击/加势侵袭”,支配与格 τῷ πολέμῳ。整句生动地描绘了双重危机的交织:你们之间的内讧(ἡ στάσις ὑμῶν)可能会与迫在眉睫的外部战事(τῷ πολέμῳ)一并向我们袭来。

  3. 3532ὧν ἐνθυμηθέντα σε ἀξιοῦμεν

    连接关系代名词 ὧν(=καὶ τούτων)承接前文所述内容,受支配属格的动词 ἐνθυμέομαι(此处为被动不定过去时分词 ἐνθυμηθέντα)直接支配而用属格。分词 ἐνθυμηθέντα 与主句动词 ἀξιοῦμεν 的宾格宾语 σε 一致,同时 σε 亦充当后接不定式 συνεπαμῦναι 与 δυναστεύειν 的逻辑主语。

  4. 3533ὡς ἐμοῦ περιόντος οὐ καθέξοντες ὧν ἐπενόουν

    主格将来时分词 οὐ καθέξοντες 与主句主语(οἱ φονεῖς)呼应,并与 ὡς 连用以表达其主观动机或判断。中间插入的 ἐμοῦ περιόντος 是属格独立结构(“只要我尚在人世”)。ὧν 则是由于先行词 τούτων 省略,受动词 κατέχω(支配属格,“掌握/实现”)支配的先行词影响,使原本作 ἐπενόουν 宾语的宾格关系代词 ἅ 被引缩为属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3531-3533