← 阿庇安

内战记

§3429-3430

与屋大维的和解及高卢行省法案的通过

在军官们的调解下,安东尼与年轻的恺撒达成和解;尽管元老院竭力阻挠,但在恺撒的支持及被收买保民官的默许下,将高卢授予安东尼的法案在平民部落大会上获得通过。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3429

ἐφʼ οἷς ἤδη παρὰ πάντων συνεχεῖς ἐγίγνοντο καὶ φανεραὶ κατὰ τοῦ Ἀντωνίου βοαί. ἀπειλησαμένου δὲ αὐτοῦ τῷ Καίσαρι πικρότερον καὶ τῆς ἀπειλῆς ἐξενεχθείσης ἐς τὸ φανερόν, ἔτι μᾶλλον ἅπαντες ὥρμηντο· καὶ οἱ τῆς φρουρᾶς Ἀντωνίου ταξίαρχοι, ἐστρατευμένοι τε Καίσαρι τῷ προτέρῳ καὶ ἐς τὰ μέγιστα ὑπʼ Ἀντωνίου τότε προτιμώμενοι, τὴν ὕβριν αὐτὸν ἐπισχεῖν ἠξίουν καὶ διὰ σφᾶς καὶ διʼ ἑαυτόν, ὑπὸ Καίσαρι στρατευσάμενον καὶ τῶνδε τῶν οἱ παρόντων ἀγαθῶν παρʼ ἐκείνου τυχόντα. συγγιγνώσκων οὖν ὁ Ἀντώνιος ἀληθέσιν οὖσιν τούτοις καὶ τοὺς προφέροντας αὐτὰ αἰδούμενος, ἤδη δέ τι καὶ τοῦ Καίσαρος αὐτοῦ διὰ τὸν δῆμον ἐς τὴν ἀλλαγὴν τῆς Κελτικῆς δεόμενος, ὡμολόγει τοῖς λεγομένοις καὶ ἐπώμνυεν αὐτὰ καὶ οἷ πάνυ ἀβούλητα εἶναι,1 τῆς δὲ γνώμης τοῦ νεανίσκου ἕνεκεν μετατίθεσθαι, ἐπηρμένου τε ἐπαχθῶς ἔτι τηλικοῦδε ὄντος καὶ οὐδὲν ἔχοντος αἰδέσιμον ἢ τίμιον ἐς πρεσβυτέρους τε καὶ ἐς ἄρχοντας· ἅπερ αὐτοῦ μὲν χάριν τοῦ νεανίσκου χρῄζειν ἔτι νουθεσίας,2 σφῶν δὲ τῶν ταῦτα ἀξιούντων ἕνεκα αὐτὸς καθέξειν τῆς ὀργῆς καὶ ἐς τὴν προτέραν ἑαυτοῦ φύσιν τε καὶ γνώμην ἐπανήξειν, ἢν κἀκεῖνος ἀπέχηται τῆς ἀμετρίας.

因此,众人对安东尼公开而持续的声讨已经四起。而当他对恺撒发出更严厉的恐吓,且这恐吓公之于众后,所有人都愈发群情激愤;曾随老恺撒征战、当时又深受安东尼重用的安东尼卫队军官们,也要求他停止这种侮辱,这既是为他们着想,也是为了安东尼自己,因为安东尼也曾随恺撒征战,并从他那里获得了如今所享有的这一切优渥福祉。于是安东尼承认这些话属实,又顾及提出这些话的人的面子,加之因民意之故,他在交换高卢一事上也已在某种程度上需要恺撒本人的支持,便赞同了他们的说法,并起誓说这些事全然违背他本人的心愿,他之所以改变态度全是因为那年轻人的脾性;因为那年轻人年纪轻轻就傲慢得令人无法容忍,对长辈和长官毫无敬畏与尊重之意;虽说为了年轻人自己着想,这些恶习仍需规诫,但看在提出这一请求的将士们面上,只要那年轻人也克制其越轨行径,他自己便会抑制怒火,重归原先的本性与善意。

§3430

ταῦτα οἱ ταξίαρχοι ἀσπασάμενοι συνῆγον ἀμφοτέρους. οἱ δὲ ἐπεμέμφοντο ἀλλήλοις καὶ συνέβαινον ἐς φιλίαν. ὅ τε νόμος ὁ περὶ τῆς Κελτικῆς προυγράφετο αὐτίκα, ὀρρωδούσης πάνυ τῆς βουλῆς καὶ ἐπινοούσης, εἰ μὲν ὁ Ἀντώνιος αὐτὸν προβουλεύοι, κωλύειν προβουλευόμενον, εἰ δὲ ἀπροβούλευτον ἐς τὸν δῆμον ἐσφέροι, τοὺς δημάρχους ἐς κώλυσιν ἐπιπέμπειν. ἦσαν δʼ οἳ καὶ τὸ ἔθνος ὅλως ἐλευθεροῦν ἡγεμονίας ἠξίουν· οὕτως ἐδεδοίκεσαν ἀγχοῦ τὴν Κελτικὴν οὖσαν. ὁ δὲ Ἀντώνιος αὐτοῖς ἀντενεκάλει, εἰ Δέκμῳ μὲν αὐτὴν πιστεύουσιν,3 ὅτι Καίσαρα ἀπέκτεινεν, αὑτῷ δʼ ἀπιστοῦσιν, ὅτι οὐκ ἀπέκτεινε τὸν καταστρεψάμενον αὐτὴν καὶ κλίναντα ἐς γόνυ, ἀπορρίπτων ἤδη ταῦτα φανερῶς ἐς ἅπαντας ὡς ἐφηδομένους τοῖς γεγονόσιν. ἐλθούσης δὲ τῆς κυρίας ἡμέρας ἡ μὲν βουλὴ τὴν λοχῖτιν ἐνόμιζεν ἐκκλησίαν συλλεγήσεσθαι, οἱ δὲ νυκτὸς ἔτι τὴν ἀγορὰν περισχοινισάμενοι τὴν φυλέτιν ἐκάλουν, ἀπὸ συνθήματος ἐληλυθυῖαν. καὶ ὁ δημότης λεώς, ἀχθόμενος τῷ Ἀντωνίῳ, συνέπρασσεν ὅμως διὰ τὸν Καίσαρα ἐφεστῶτα τοῖς περισχοινίσμασι καὶ δεόμενον. ἐδεῖτο δὲ μάλιστα μέν, ἵνα μὴ Δέκμος ἄρχοι χώρας τε ἐπικαίρου καὶ στρατιᾶς ἀνδροφόνος ὢν τοῦ πατρός, ἐπὶ δὲ τούτῳ καὶ ἐς χάριν Ἀντωνίου συνηλλαγμένου. προσεδόκα δὲ ἄρα τι καὶ αὐτὸς ἀντιλήψεσθαι παρὰ Ἀντωνίου. διαφθαρέντων δὲ χρήμασι τῶν δημάρχων ὑπʼ Ἀντωνίου καὶ κατασιωπώντων ὁ νόμος ἐκυροῦτο, καὶ ὁ στρατὸς Ἀντωνίῳ μετʼ αἰτίας εὐπρεποῦς ἤδη τὸν Ἰόνιον ἐπέρα.

军官们欣然接受了这番话,便撮合两人相见。两人互致责备之后,终于达成了和解与修好。紧接着,有关高卢的法案被公开发布,元老院深感惊恐并图谋对策:如果安东尼将其提交元老院进行预先审议,就在预审中予以阻挠;如果他不经元老院预审便直接提交给民众,就派保民官前去行使否决权。甚至有人主张完全免除该行省受任何总督统治;他们对近在咫尺的高卢竟畏惧到了如此地步。安东尼则反唇相讥,责难他们为何单凭德基穆斯刺杀了恺撒就将该省托付于他,却因为自己没有杀害征服并降伏该省的人而不信任自己;他公然向所有人抛出这番话,斥责他们皆在为那桩惨案幸灾乐祸。到了法定之日,元老院原以为将要召集的是百人队大会,但安东尼等人早在夜间便用绳索将广场围起,召集了依照暗号赶来的部落大会。平民百姓虽对安东尼心怀不满,但由于恺撒伫立在绳索围栏旁恳求大家,众人依然从旁协助。他之所以恳求,主要是为了不让弑父凶手德基穆斯把持要冲之地和大军,此外也是为了给与自己和解的安东尼施以人情。并且,他自己也指望能从安东尼那里得到些许回报。随着保民官们被安东尼用金钱收买并保持缄默,该法案获得了通过,大军也已凭着名正言顺的理由为安东尼渡过伊奥尼亚海。

语法注3 条
  1. 3429οἷ πάνυ ἀβούλητα εἶναι

    间接引语中宾格不定式结构的一部分。主语为中性复数代词 αὐτά,表语为形容词 ἀβούλητα。第三人称单数与格代词 οἷ 用作间接反身代词,指代主句动词 ἐπώμνυεν 的主语(安东尼本人),表示“这些事完全违背了他自己的意愿”。

  2. 3429ἅπερ αὐτοῦ μὲν χάριν τοῦ νεανίσκου χρῄζειν ἔτι νουθεσίας

    由于间接引语(间接叙述)的延续,使得关系从句中的谓语动词采用不定式(χρῄζειν)的特殊构文。关系代词 ἅπερ 指代年轻恺撒的无礼行径,前面主导间接引语的动词力量延伸到了此关系从句之中。

  3. 3430εἰ Δέκμῳ μὲν αὐτὴν πιστεύουσιν

    紧接在表示反责的动词 ἀντενεκάλει 之后的 εἰ 从句。此处并非纯粹的假设条件(“如果”),而是用于引出带有愤慨或反讽意味的责难事实或理由(“他们竟然将它托付给德基穆斯……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3429-3430