- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3427-3428
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼企图将马其顿军团调往本土附近而索取山南高卢,遭到元老院抵制后转而谋求公民大会立法并调兵进驻布伦迪西乌姆以行威慑。与此同时,围绕赛会上展示老恺撒的金座与殊荣一事,年轻的恺撒与安东尼彻底交恶,年轻的恺撒遂在城中巡走并公然控诉安东尼的背信寡恩。
ὁ δʼ Ἀντώνιος ἐς τὴν Ἰταλίαν τὸν στρατὸν ἐκ τῆς Μακεδονίας διενεγκεῖν ἐπενόει, καὶ προφάσεως ἄλλης ἐς τοῦτο ἀπορῶν ἠξίου τὴν βουλὴν ἀντὶ τῆς Μακεδονίας ἐναλλάξαι οἱ τὴν ἐντὸς Ἄλπεων Κελτικήν, ἧς ἡγεῖτο Δέκμος Βροῦτος Ἀλβῖνος, εἰδὼς μέν, ὅτι καὶ ὁ Καῖσαρ ἐκ τῆσδε τῆς Κελτικῆς ὁρμώμενος ἐκράτησε Πομπηίου, ὡς δὲ τὸν στρατὸν δόξων οὐκ ἐς τὴν Ἰταλίαν, ἀλλʼ ἐς τὴν Κελτικὴν μετακαλεῖν.1 ἡ δὲ βουλὴ τήνδε τὴν Κελτικὴν ἀκρόπολιν ἐπὶ σφίσιν ἡγουμένη ἐδυσχέραινέ τε καὶ τῆς ἐνέδρας τότε πρῶτον ᾔσθοντο καὶ τὴν Μακεδονίαν δόντες αὐτῷ μετενόουν. ἰδίᾳ τε αὐτῶν οἱ δυνατοὶ ἐπέστελλον τῷ Δέκμῳ τῆς ἀρχῆς ἐγκρατῶς ἔχεσθαι καὶ στρατὸν ἄλλον καὶ χρήματα ἀγείρειν, εἰ πρὸς Ἀντωνίου βιάζοιτο· οὕτως ἐδεδοίκεσάν τε καὶ ἐν ὀργῇ τὸν Ἀντώνιον εἶχον. ὁ δὲ ἀντὶ μὲν τῆς βουλῆς ἐπενόει τὸν δῆμον αἰτῆσαι νόμῳ τὴν Κελτικήν, ᾧ τρόπῳ καὶ ὁ Καῖσαρ αὐτὴν πρότερον εἰλήφει καὶ Συρίαν Δολοβέλλας ὑπογύως, ἐς δὲ φόβον τῆς βουλῆς τὴν στρατιὰν ἐς τὸ Βρεντέσιον ἐκέλευε Γαΐῳ τὸν Ἰόνιον περᾶν αὐτίκα.
安东尼企图将马其顿的军队调往意大利,但苦于没有其他借口,便要求元老院将阿尔卑斯山南的高卢换给他以代替马其顿——该地正由德基穆斯·布鲁图斯·阿尔比努斯统辖——他既知道老恺撒当年正是以此高卢为依托击败了庞培,又想借此让人以为他并非将大军召入意大利,而是调往高卢。然而元老院将这片高卢视为扼制自己的卫城,因而深感不快;他们直到此时才察觉到其中的圈套,并为先前将马其顿授予安东尼而懊悔不已。元老院中的权要们私下遣信给德基穆斯,嘱咐他坚守职权,若遭安东尼强迫,则另行招募军队并筹措资金;他们对安东尼既如此畏惧,又怀有满腔怒火。安东尼则打算绕过元老院,通过人民法令来索取高卢,正如早先恺撒获取该省以及前不久多拉贝拉获取叙利亚的途径一样;为了震慑元老院,他命令盖乌斯立刻率军渡过伊奥尼亚海开赴布伦迪西乌姆。
καὶ ὁ μὲν ἔμελλε ποιήσειν, ὡς προσετέτακτο· θέαι δʼ ἦσαν, ἃς Κριτώνιος ἀγορανομῶν ἔμελλε τελέσειν· καὶ ὁ Καῖσαρ ἐς τὰς θέας τῷ πατρὶ τόν τε χρύσεον θρόνον καὶ στέφανον παρεσκεύαζεν, ἅπερ αὐτῷ κατὰ πάσας θέας ἐψηφίσαντο προτίθεσθαι. τοῦ Κριτωνίου δὲ εἰπόντος οὐκ ἀνέξεσθαι τιμωμένου Καίσαρος ἐν ταῖς αὑτοῦ δαπάναις, ὁ Καῖσαρ αὐτὸν ἐς τὸν Ἀντώνιον ἦγεν ὡς ὕπατον. Ἀντωνίου δὲ εἰπόντος ἐς τὴν βουλὴν ἐπανοίσειν, χαλεπήνας ὁ Καῖσαρ, “ἀνάφερε,” εἶπεν, “ἐγὼ δὲ τὸν θρόνον, ἕως ἂν ᾖ τὸ δόγμα, προθήσω.” καὶ ὁ Ἀντώνιος χαλεπήνας ἐκώλυσεν. ἐκώλυσε δὲ καὶ ἐν ταῖς ἑξῆς θέαις ἔτι παραλογώτερον, ἃς αὐτὸς ὁ Καῖσαρ ἐτέλει, ἀνακειμένας ἐκ τοῦ πατρὸς Ἀφροδίτῃ Γενετείρᾳ, ὅτε περ αὐτῇ καὶ τὸν νεὼν ὁ πατὴρ τὸν ἐν ἀγορᾷ ἅμα αὐτῇ ἀγορᾷ ἀνετίθει. τότε δὴ καὶ μάλιστα μῖσος ἤδη σαφὲς ἐκ πάντων ἐς τὸν Ἀντώνιον ἐγίγνετο, ὡς οὐκ ἐς τὸν νῦν Καίσαρα φιλονικοῦντα μᾶλλον ἢ ἐς τὸν πρότερον ὑβρίζοντα ἀχαρίστως. αὐτός τε ὁ Καῖσαρ μετὰ πλήθους οἷα φρουρᾶς τὸν δῆμον καὶ τοὺς εὖ τι παθόντας ὑπὸ τοῦ πατρὸς καὶ τοὺς ἐκείνῳ στρατευσαμένους περιθέων ἐπιφθόνως ἱκέτευεν οὗ μὲν αὐτοῦ τοιάδε καὶ τοσάδε πάσχοντος ὑπερορᾶν καὶ ἀμελεῖν ἑκόντος, Καίσαρι δὲ τῷ σφῶν αὐτοκράτορι καὶ εὐεργέτῃ ἀμύνειν, ἀτιμουμένῳ πρὸς Ἀντωνίου· ἀμυνεῖν δὲ καὶ σφίσιν αὐτοῖς, οὐδὲν ἕξουσι βέβαιον ὧν εἰλήφασι παρὰ Καίσαρος,2 εἰ μηδὲ αὐτῷ Καίσαρι μενεῖ τὰ ἐψηφισμένα βέβαια. Ἀντωνίου τε πανταχοῦ τῆς πόλεως ἐς τὰ ὑψηλὰ ἀναπηδῶν κατεβόα· “Καίσαρι μὲν διʼ ἐμὲ μήτε ὀργίζεσθαι μήτε ἐνυβρίζειν,3 εὐεργέτῃ σοῦ μάλιστα, ὦ Ἀντώνιε, ἐς τὰ μάλιστα γεγενημένῳ· ἐμοὶ δὲ τῶν μὲν ὕβρεων, ἐς ὅσον θέλεις, ἐμφορεῖσθαι, τὴν δὲ τῆς οὐσίας ἁρπαγὴν ἐπισχεῖν, μέχρι τοὺς πολίτας κομίσασθαι τὴν διανέμησιν καὶ τὰ λοιπὰ πάντα ἔχειν· ἀρκέσειν γὰρ ἐμοὶ πενομένῳ τήν τε τοῦ πατρὸς δόξαν, ἂν διαμένῃ, καὶ τὴν τοῦ δήμου διανέμησιν, ἐὰν ἐάσῃς δοθῆναι.”
盖乌斯正准备奉命行事;适逢市政官克里托尼乌斯即将主持赛会,恺撒(屋大维)为这届赛会准备了早已决议为他父亲在所有赛会上摆设的金座与冠冕。然而克里托尼乌斯声称绝不能容忍用自己的开销来使老恺撒受尊崇,恺撒便将他带到身为执政官的安东尼面前。当安东尼表示要将此事提交元老院决议时,恺撒恼怒地说道:“你去提交吧;但只要决议依然有效,我就会摆设那金座。”安东尼勃然大怒,下令禁止摆设。随后,在紧接着由恺撒亲自主持的赛会上,安东尼更无理地下令禁止;这届赛会是他父亲当年在将广场上的神庙连同广场本身也奉献给母神维纳斯时,献给该女神的。自此,所有人对安东尼的公然憎恨达到了极点,人们认为他与其说是在与如今的年轻恺撒相争,不如说是在忘恩负义地侮辱已故的老恺撒。 恺撒本人由大批如卫队般的民众簇拥着,奔走于民众、曾受其父恩惠者以及曾随其父征战的将士之间,激起怨愤地恳求他们:他自己承受这般多重苦难,在他本人甘愿之下,他们大可听凭不管,但他们应当为受安东尼侮辱的恺撒——他们自己的统帅和恩人——辩护;他们也必须保护他们自己,因为如果连对恺撒本人的决议都无法保持稳固,那么他们从恺撒那里获得的一切利益也将无一能得保全。他在城中各处跃上高处,大声痛斥安东尼道:“安东尼啊,切莫因我的缘故而对恺撒泄愤或施加侮辱,他是你最大的恩人!你若愿意,尽可将所有侮辱倾泻在我一人身上,但请暂缓侵吞这笔家产,直到公民们领到了分发的赏金,余下的一切便都归你所有;因为对我这个一贫如洗的人而言,只要我父亲的声誉长存,且你允许将赏金如数发给民众,我便心满意足了。”
- 3427ὡς δὲ τὸν στρατὸν δόξων οὐκ ἐς τὴν Ἰταλίαν, ἀλλʼ ἐς τὴν Κελτικὴν μετακαλεῖν
接续词 ὡς 与将来时分词 δόξων(主格阳性单数)连用,表示主语安东尼的主观意图或掩人耳目的借口(“以图显得是在将军队调往高卢,而非意大利”)。分词支配不定式 μετακαλεῖν,连词短语 οὐκ... ἀλλʼ... 修饰表示方向的介词短语。
- 3428οὐδὲν ἕξουσι βέβαιον ὧν εἰλήφασι παρὰ Καίσαρος
分词短语 οὐδὲν ἕξουσι 中的 ἕξουσι 为将来时分词(与格阳性复数),与前面的间接反身代词 σφίσιν αὐτοῖς 保持格一致,含有因果或条件分词的意味(“因为他们若……将一无所保”)。关系代词 ὧν 经历了格的同化(attraction),其省略的先行词本为属格(如 τούτων),使得关系代词从动词 εἰλήφασι 的宾格被吸引为属格。
- 3428Καίσαρι μὲν διʼ ἐμὲ μήτε ὀργίζεσθαι μήτε ἐνυβρίζειν
这里的否定不定式 μήτε ὀργίζεσθαι μήτε ἐνυβρίζειν(以及随后的 ἐμφορεῖσθαι, ἐπισχεῖν, ἔχειν)用作直接引语中的命令式不定式(imperatival infinitive),在控诉动词 κατεβόα(支配属格 Ἀντωνίου)引出的演说中表达强烈的命令与哀求口吻。
