- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3324-3326
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
布鲁图斯的赛会被民众扰乱后,布鲁图斯与卡西乌斯决意在东方武力夺权,安东尼则通过权谋获取了马其顿军团的最高指挥权;而在亚细亚行省,多拉贝拉突袭并处死了刺杀者之一特雷波尼乌斯。
Διέδειξαν δὲ παρὰ τὰς Βρούτου θέας, πολυτελεστάτας δὴ γενομένας· ἐμμίσθων γάρ τινων ἀνακραγόντων κατακαλεῖν Βροῦτόν τε καὶ Κάσσιον, ἐπεὶ τὸ λοιπὸν αὐτοῖς θέατρον συνεδημαγωγεῖτο ἐς τὸν ἔλεον, ἐσέδραμον ἀθρόοι καὶ τὰς θέας ἐπέσχον, μέχρι τὴν ἀξίωσιν αὐτῶν σβέσαι.1 Βροῦτος δὲ καὶ Κάσσιος, ἐπεὶ σφῶν τὰς ἐλπίδας τὰς ἐν ταῖς θέαις ὁ Καῖσαρ διέχεεν, ἔγνωσαν εἰς Συρίαν καὶ Μακεδονίαν, ὡς πρὸ Ἀντωνίου καὶ Δολοβέλλα σφίσιν ἐψηφισμένας, χωρεῖν καὶ βιάζεσθαι. καὶ τῶνδε φανερῶν γενομένων ἠπείγετο καὶ Δολοβέλλας εἰς τὴν Συρίαν, καὶ πρὸ Συρίας ἐς τὴν Ἀσίαν, ὡς χρηματιούμενος ἀπʼ αὐτῆς. ὁ δʼ Ἀντώνιος ἡγούμενος ἐς τὰ μέλλοντά οἱ δεήσειν δυνάμεως, τὴν ἐν Μακεδονίᾳ στρατιάν, ἀρετῇ τε οὖσαν ἀρίστην καὶ πλήθει μεγίστην, — ἓξ γὰρ ἦν τέλη (καὶ ὅσον ἄλλο πλῆθος αὐτοῖς τοξοτῶν καὶ ψιλῶν ἢ γυμνητῶν συνεζεύγνυτο, ἵππος τε πολλὴ καὶ παρασκευὴ κατὰ λόγον ἐντελής) δοκοῦντα προσήκειν Δολοβέλλᾳ, Συρίαν καὶ τὰ ἐς Παρθυαίους ἐπιτετραμμένῳ, διότι καὶ ὁ Καῖσαρ αὐτοῖς ἐς Παρθυαίους ἔμελλε χρῆσθαι -- πρὸς ἑαυτὸν ἐπενόει μετενεγκεῖν,2 ὅτι καὶ μάλιστα ἦν ἀγχοῦ, ὡς τὸν Ἰόνιον περάσαντα εὐθὺς ἐν τῇ Ἰταλίᾳ εἶναι.
民众在布鲁图斯极尽奢华举行的赛会期间表明了态度。当时,一些受雇之人高呼召回布鲁图斯和卡西乌斯,剧场中的其他观众也被他们带动而心生怜悯,民众便蜂拥而入打断了赛会,直到彻底压制了他们的这一呼求。 布鲁图斯和卡西乌斯见自己在赛会上的希望被恺撒粉碎,便决心前往叙利亚和马其顿,并付诸武力夺取,声称这两处行省是在安东尼和多拉贝拉之前就表决指派给他们的。这一企图公开之后,多拉贝拉也急奔叙利亚,并在抵达叙利亚之前先赶往亚细亚,企图从中筹集资金。安东尼则认为自己为了未来的谋划需要兵力,打算将驻扎在马其顿的军队转移到自己麾下——这支军队勇武无双,人数庞大,共有六个军团(并配有数量相当的弓箭手、轻步兵或散兵,以及大批骑兵和相应完备的辎重),原本被认为应当归属于受命管辖叙利亚和帕提亚战事的多拉贝拉,因为老恺撒原本便计划将其用于对帕提亚的战役——安东尼之所以觊觎它,主要是因为它距离意大利极近,只要渡过伊奥尼亚海便能直接踏上本土。
ἄφνω δὴ φήμη κατέσκηψε, Γέτας τὸν θάνατον τὸν Καίσαρος πυθομένους Μακεδονίαν πορθεῖν ἐπιτρέχοντας, καὶ ὁ Ἀντώνιος τὴν βουλὴν ᾔτει τὸν στρατὸν ὡς Γέταις ἐπιθήσων δίκην· ἔς τε γὰρ Γέτας αὐτὸν πρὸ Παρθυαίων Καίσαρι παρεσκευάσθαι καὶ τὰ Παρθυαίων ἠρεμεῖν ἐν τῷ παρόντι. ἡ μὲν οὖν βουλὴ τὴν φήμην ὑπενόει καὶ τοὺς ἐπισκεψομένους ἔπεμψεν· ὁ δὲ Ἀντώνιος τὸν φόβον αὐτῶν καὶ τὴν ὑπόνοιαν ἐκλύων ἐψηφίσατο μὴ ἐξεῖναί πω κατὰ μηδεμίαν αἰτίαν περὶ δικτάτορος ἀρχῆς μήτε εἰπεῖν μήτʼ ἐπιψηφίζειν μήτε λαβεῖν διδομένην, ἢ τὸν ἐκ τῶνδέ τινος ὑπεριδόντα νηποινεὶ πρὸς τῶν ἐντυχόντων ἀναιρεῖσθαι.3 καὶ τῷδε μάλιστα ἑλὼν τοὺς ἀκούοντας καὶ τοῖς ὑπὲρ Δολοβέλλα πράττουσι συνθέμενος ἓν τέλος δώσειν, ᾑρέθη τῆς ἐν Μακεδονίᾳ δυνάμεως εἶναι στρατηγὸς αὐτοκράτωρ. καὶ ὁ μὲν ἔχων, ἃ ἐβούλετο, Γάιον τὸν ἀδελφὸν αὐτίκα σὺν ἐπείξει τὸ δόγμα φέροντα τῷ στρατῷ διεπέμπετο· οἱ δὲ ἐπισκέπται τῆς φήμης ἐπανελθόντες Γέτας ἔλεγον οὐκ ἰδεῖν ἐν Μακεδονίᾳ, προσέθεσαν δέ, εἴτε ἀληθὲς εἴτε ὑπʼ Ἀντωνίου διδαχθέντες, ὅτι δέος ἦν, μὴ τῆς στρατιᾶς ποι μετελθούσης οἱ Γέται τὴν Μακεδονίαν ἐπιδράμοιεν.
此时忽有传言四起,称盖塔人获悉恺撒死讯后正在越境劫掠马其顿;安东尼便以惩罚盖塔人为由向元老院索要这支军队,声称恺撒原本就是在征讨帕提亚之前为了防备盖塔人而备下此军,而帕提亚方面眼下并无动乱。元老院对这一传言起了疑心,遂派遣使者前去查验。但安东尼为了打消他们的恐惧和疑虑,提出并通过了一项法令:无论出于何种理由,绝不准讨论、表决独裁官职务,亦不得接受所授予的该职,凡违背其中任何一条者,任何人皆可将其诛杀而免受追究。他借此极大地博得了听众的欢心,又与多拉贝拉的代表达成协议让出一个军团,从而被推选为马其顿军队的最高指挥官。在如愿以偿之后,他立即急命其弟盖乌斯携此法令奔赴军营。而查验传言的使者归来后报告称,在马其顿并未见到盖塔人的踪影,但又补充道——不知是实情如此还是受了安东尼的指使——他们担心军队一旦移防别处,盖塔人便会乘虚侵扰马其顿。
ὧδε μὲν εἶχε τὰ ἐν Ῥώμῃ, Κάσσιος δὲ καὶ Βροῦτος χρήματα καὶ στρατιὰν συνέλεγον, καὶ Τρεβώνιος ὁ τῆς Ἀσίας ἡγούμενος τὰς πόλεις αὐτοῖς ἐτείχιζε καὶ Δολοβέλλαν ἐλθόντα οὐκ ἐδέχετο οὔτε Περγάμῳ οὔτε Σμύρνῃ, ἀλλὰ μόνην ἀγορὰν ἔξω τείχους ὡς ὑπάτῳ προυτίθει. ἐπιχειροῦντος δʼ ἐκείνου σὺν ὀργῇ τοῖς τείχεσι καὶ οὐδὲν ἀνύοντος, ὁ Τρεβώνιος αὐτὸν ἔφη δέξεσθαι Ἐφέσῳ καὶ ἐς τὴν Ἔφεσον εὐθὺς ἀπιόντι τοὺς ἐφεψομένους ἐκ διαστήματος ἔπεμπεν, οἳ νυκτὸς ἐπιγενομένης ἀπιόντα τὸν Δολοβέλλαν ὁρῶντες καὶ οὐδὲν ἔτι ὑπονοοῦντες, ὀλίγους σφῶν ὑπολιπόντες ἕπεσθαι αὐτῷ, ἐς τὴν Σμύρναν ἐπανῆλθον. καὶ τοὺς ὀλίγους ὁ Δολοβέλλας ἐνεδρεύσας τε καὶ περιλαβὼν ἔκτεινε καὶ ἦλθε τῆς αὐτῆς ἔτι νυκτὸς ἐς Σμύρναν καὶ αὐτὴν ἀφύλακτον εὑρὼν εἷλε διὰ κλιμάκων. Τρεβώνιος δὲ τοῖς συλλαμβάνουσιν αὐτὸν ἔτι εὐναζόμενον ἡγεῖσθαι πρὸς Δολοβέλλαν ἐκέλευεν· ἕψεσθαι γὰρ αὐτοῖς ἑκών. καί τις τῶν λοχαγῶν αὐτὸν ἐπισκώπτων ἠμείψατο· “ἴθι σύ, δεῦρο τὴν κεφαλὴν καταλιπών· ἡμῖν γὰρ οὐ σέ, ἀλλὰ τὴν κεφαλὴν ἄγειν προστέτακται.” καὶ τόδε εἰπὼν εὐθὺς ἀπέτεμε τὴν κεφαλήν. ἅμα δὲ ἡμέρᾳ Δολοβέλλας μὲν αὐτὴν προσέταξεν ἐπὶ τοῦ στρατηγικοῦ βήματος, ἔνθα ὁ Τρεβώνιος ἐχρημάτιζε, προτεθῆναι· ἡ στρατιὰ δὲ σὺν ὀργῇ καὶ ὁ οἰκετικὸς ἄλλος ὅμιλος αὐτῆς, ἐπεὶ τοῦ φόνου Καίσαρος ὁ Τρεβώνιος μετεσχήκει καὶ κτεινομένου τὸν Ἀντώνιον ἐν ὁμιλίᾳ περὶ θύρας τοῦ βουλευτηρίου περιεσπάκει, εἰς τε τὸ ἄλλο σῶμα αὐτοῦ ποικίλως ἐνύβριζον καὶ τὴν κεφαλὴν οἷα σφαῖραν ἐν λιθοστρώτῳ πόλει διαβάλλοντες ἐς ἀλλήλους ἐπὶ γέλωτι συνέχεάν τε καὶ συνέτριψαν. καὶ πρῶτος ὅδε τῶν φονέων δίκην τήνδε ἐδεδώκει.
罗马的局势如此,卡西乌斯和布鲁图斯则在加紧聚敛钱财和招募军队。亚细亚总督特雷波尼乌斯为他们加固各城防务,当多拉贝拉到来时,他在帕加马和士麦那均拒之门外,仅以对待执政官的礼仪在城外设立集市供其采买。多拉贝拉盛怒之下攻城未果,特雷波尼乌斯便称将在以弗所接纳他,并在他立即动身前往以弗所时派人在后方拉开距离尾随。尾随者在夜幕降临之际见多拉贝拉确实在行军,不再起疑,仅留下少数人继续跟踪,其余人则返回了士麦那。多拉贝拉设伏将这少数人包围斩杀,并在同一夜里杀回士麦那,见城中防备空虚,便架设云梯攻占了该城。 特雷波尼乌斯在尚未起身的床榻上被捕,他要求拿办他的人将他引见给多拉贝拉,声称自己愿随他们前去。其中一名百夫长却讥讽地回答道:“你去吧,把脑袋留在这里;因为上峰命我们带去的不是你,而是你的项上人头。”言毕立即砍下了他的头颅。破晓时分,多拉贝拉下令将这颗头颅置于特雷波尼乌斯生前办公的裁判官审判台上示众。士兵及其随军仆役群情激愤,因特雷波尼乌斯曾参与谋杀恺撒,并在恺撒遇刺时在元老院门前拉住安东尼谈话以转移其视线,他们便以各种方式侮辱他的遗体,并将他的头颅当作皮球在石铺的城中抛掷嬉戏,嘲弄着将其砸得稀烂。此人便是刺杀者中首个遭此报应之人。
- 3324μέχρι τὴν ἀξίωσιν αὐτῶν σβέσαι
连词 μέχρι 支配不定式结构(及物不定式 σβέσαι 的逻辑主语承前主句省略,τὴν ἀξίωσιν αὐτῶν 为其直接宾语),构成表示结果或限度的时间状语从句,意为“直到消除了他们的要求”。
- 3324τὴν ἐν Μακεδονίᾳ στρατιάν, ἀρετῇ τε οὖσαν ἀρίστην καὶ πλήθει μεγίστην, — ἓξ γὰρ ἦν τέλη ... — πρὸς ἑαυτὸν ἐπενόει μετενεγκεῖν
该句核心骨架为 ὁ δʼ Ἀντώνιος ... τὴν ἐν Μακεδονίᾳ στρατιάν ... πρὸς ἑαυτὸν ἐπενόει μετενεγκεῖν(安东尼企图将马其顿的军队调归己有)。在宾语与支配动词之间插入了对这支军队规模与背景的冗长插叙(ἓξ γὰρ ἦν τέλη...),形成了语序上的严重离隔(hyperbaton)。
- 3325ἐψηφίσατο μὴ ἐξεῖναί πω κατὰ μηδεμίαν αἰτίαν περὶ δικτάτορος ἀρχῆς μήτε εἰπεῖν μήτʼ ἐπιψηφίζειν μήτε λαβεῖν διδομένην, ἢ τὸν ἐκ τῶνδέ τινος ὑπεριδόντα νηποινεὶ πρὸς τῶν ἐντυχόντων ἀναιρεῖσθαι
中间态动词 ἐψηφίσατο 表明长官提出并表决通过某项法令。它支配由 ἤ 连接的两个并列不定式短语(μὴ ἐξεῖναι... 与 ἀναιρεῖσθαι),构成了条文内容:“不准……,否则(违者)得由任何人诛杀免责”。
