- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3321-3323
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
屋大维试图通过拍卖遗产来筹措分发给民众的赠款,但因安东尼的阻挠和接踵而至的土地诉讼而蒙受巨额损失。然而,他毅然将个人私产及家族财产也一并变卖以推行分发,赢得了民众极大的同情与支持。
τούτων τοῖς πολλοῖς δυσχεράνας ὁ Καῖσαρ ἐς ὕβριν εἰρημένοις ἀπεχώρει, τὸν πατέρα ἀνακαλῶν θαμινὰ ἐξ ὀνόματος, καὶ τὴν οὐσίαν ἐς πρᾶσιν αὐτίκα προυτίθει πᾶσαν, ὅση κατὰ τὸν κλῆρον ἐγίγνετο αὐτοῦ, προτρέπων ἐπικουρεῖν οἱ τὸν δῆμον ἐκ τῆσδε τῆς σπουδῆς· φανερᾶς δὲ τῆς Ἀντωνίου πρὸς αὐτὸν ἔχθρας γενομένης καὶ τῆς βουλῆς ζήτησιν εὐθὺς εἶναι τῶν δημοσίων χρημάτων ψηφισαμένης, οἱ πολλοὶ ἔδεισαν ἐπὶ τῷ νέῳ Καίσαρι τῆς πατρῴας ἐς τοὺς στρατιώτας καὶ τὸν δῆμον εὐνοίας οὕνεκα καὶ τῆς νῦν ἐπὶ τῇ χορηγίᾳ δημοκοπίας καὶ περιουσίας, ἣ δὴ πάνυ αὐτῷ πολλὴ προσελθοῦσα οὐκ ἐδόκει τοῖς πλείοσιν αὐτὸν ἐν ἰδιώτου μέτρῳ καθέξειν, ἐπὶ δὲ Ἀντωνίῳ μάλιστα, μὴ τὸν Καίσαρα, νέον ἄνδρα καὶ ἔνδοξον καὶ πλούσιον, ἑταιρισάμενος ὑφʼ ἑαυτὸν εἶναι πρότερος ἅψαιτο τῆς Καίσαρος δυναστείας.1 οἱ δὲ καὶ τοῖς τότε γιγνομένοις ἐφήδοντο, ὡς καὶ τῶν ἀνδρῶν ἀλλήλοις ἐμποδὼν ἐσομένων καὶ τοῦ Καίσαρος πλούτου τῇ ζητήσει τῶν χρημάτων αὐτίκα διαλυθησομένου καὶ σφίσι τοῦ ταμιείου περιουσίας πλήρους ἐξ αὐτῆς ἐσομένου· τὰ γὰρ πολλὰ τῶν κοινῶν εὑρήσειν παρὰ Καίσαρι.
恺撒因这些话中的大部分带有侮辱性质而极其愤慨,口中连连呼唤着父亲的名字愤然离去。他立即将遗嘱中属于自己的全部遗产予以拍卖,借此热忱号召民众支持自己。随着安东尼与他之间的敌意公开化,且元老院随即表决通过对公款展开调查,众人开始对年轻的恺撒感到担忧——这既是出于他在士兵和民众中继承自父亲的爱戴,也是由于他如今通过赏赐拉拢民心的举动和巨额财富;这笔财富来到他手中,在大多数人看来显然不会让他安于平民的身份。但他们尤其对安东尼感到担忧,唯恐他若将既年轻、有名望又富有的恺撒收归己用,便会率先攫取恺撒的独裁霸权。然而另一些人却对当时的局势暗自欣喜,认为两人将相互制约,恺撒的财富在公款清查中很快就会化为乌有,而国库则将因此盈满财富;因为他们预料公款的大部分都将在恺撒手中查出。
πολλοί τε αὐτῶν ἐς δίκας τὸν Καίσαρα ὑπῆγον περὶ χωρίων, ἕτερος ἑτέρῳ ἐπιλέγοντες ἄλλα τε ἕκαστοι καὶ τὸ κοινὸν ἐπὶ τοῖς πλείστοις, ἐκ προγραφῆς εἶναι τῶν δημευθέντων ἢ φυγόντων ἢ ἀναιρεθέντων. ἦγόν τε τὰς δίκας ἐπὶ τὸν Ἀντώνιον αὐτὸν ἢ τὸν ἕτερον ὕπατον Δολοβέλλαν. εἰ δέ τις καὶ ἐφʼ ἑτέρας ἀρχῆς ἐδικάζετο, πανταχοῦ τὰ πολλὰ ὁμοίως ὁ Καῖσαρ εἰς χάριν Ἀντωνίου ἡττᾶτο, τά τε ὠνήματα τῷ πατρὶ ἐκ τοῦ δημοσίου γενόμενα ἐπιδεικνὺς καὶ τὸ τελευταῖον ψήφισμα τὸ βεβαιοῦν τὰ Καίσαρι πεπραγμένα πάντα. ὕβρεις τε πολλαὶ παρὰ τὰς δίκας ἦσαν αὐτῷ, καὶ τὸ τῆς ζημίας προύκοπτεν ἐς ἄπειρον, ἔστε Πέδιον καὶ Πινάριον ʽοὗτοι γὰρ τὴν ἐκ τῶν Καίσαρος διαθηκῶν τοῦ κλήρου μοῖραν εἶχον’ μέμψασθαι τῷ Ἀντωνίῳ περί τε σφῶν αὐτῶν καὶ περὶ τοῦ Καίσαρος ὡς ἄδικα πασχόντων παρὰ τὸ ψήφισμα τῆς βουλῆς. ᾤοντό τε αὐτὸν τὰ ἐς ὕβριν ἐκλύειν δεῖν μόνον, τὰ ἄλλα δὲ πάντα κυροῦν, ὅσα τῷ Καίσαρι πέπρακται. ὁ δὲ ὡμολόγει μὲν τὰ πρασσόμενα ἴσως ἐναντίον ἔχειν τι τοῖς συνεψηφισμένοις, καὶ τὰ ἐψηφισμένα δʼ ἔφη τοῖς τότε δόξασιν ἐναντίως γεγράφθαι. μόνης γὰρ τῆς ἀμνηστίας ἐπειγούσης, τὸ ʼμηδὲν ἀνατρέπειν τῶν προδιῳκημένων,ʼ οὐ τοῦδʼ αὐτοῦ γε χάριν οὐδὲ ἐφʼ ἅπασιν ἁπλῶς μᾶλλον ἢ ἐς εὐπρέπειαν καὶ παρηγορίαν τοῦ δήμου θορυβουμένου τούτοις, ἐπιγραφῆναι.2 εἶναι δὲ δικαιότερον τῇ γνώμῃ τοῦ ψηφίσματος μᾶλλον ἢ τῷ ῥήματι χρωμένους μὴ παρὰ τὸ εἰκὸς ἀντιπράττειν ἀνδράσι τοσοῖσδε ἰδίων ἢ προγονικῶν κτήσεων κατὰ στάσιν ἐκπεσοῦσιν ὑπὲρ νεανίσκου τοσόνδε πλοῦτον ἀλλότριόν τε καὶ οὐκ ἰδιωτικὸν παρʼ ἐλπίδα λαβόντος καὶ οὐκ ἐπιδεξίως, ἀλλʼ ἐς θρασύτητα τῇ τύχῃ χρωμένου. σφῶν μέντοι φείσεσθαι τὸ μέρος νειμαμένων πρὸς Καίσαρα. ὧδε μὲν ὁ Ἀντώνιος τοῖς ἀμφὶ τὸν Πινάριον ἀπεκρίνατο. καὶ εὐθὺς ἐνέμοντο, ἵνα μὴ καὶ τὸ μέρος ἐν ταῖς δίκαις προσαπόλοιτο, οὐ σφῶν ἕνεκα αὐτῶν, ἀλλὰ καὶ τόδε τοῦ Καίσαρος· ἔμελλον γὰρ αὐτῷ μετʼ οὐ πολὺ πάντα χαριεῖσθαι.
他们中的许多人还在土地纠纷上将恺撒告上法庭,不同的人针对不同的〔土地〕各自提出种种由头,但大多数人的共同借口是:这些土地属于那些被没收财产、流放或诛戮之人的名单。他们把诉讼提交给安东尼本人或另一位执政官多拉贝拉。即令有人在其他裁判官面前起诉,恺撒几乎在所有案件中都为了迎合安东尼而同样败诉,尽管他出示了父亲向国库购买土地的契据,以及确认恺撒所做一切行为的最新元老院决议。在审判过程中,他遭受了诸多屈辱,损失无休止地扩大,直到佩迪乌斯和皮纳留斯(他们持有恺撒遗嘱中所赠的一份遗产)为自身及恺撒向安东尼抗议,指责他们违反元老院决议遭受不公待遇。他们认为安东尼应当只取缔出于侮辱性质的行为,而应当批准恺撒生前所作的一切其他决定。 安东尼则承认,眼下所行之事或许与通过的决议有冲突之处,但他声称那些决议的条文本身就与当时的心意背道而驰。因为当时迫在眉睫的只有大赦,所谓“不得推翻先前处置的任何事务”这一条,并非单为了这规定本身,也非一概无条件适用,而更主要是为了体面,并安抚因这些问题而骚动不安的民众才附加进去的。他还宣称,依从决议的本意而非拘泥于字句更为公允,绝不该为一个出人意料地获得了如此巨额的他人之财、非平民所应有的财富,且不善加利用反而用于傲慢妄为的年轻后生,去不近情理地与这么多在内乱中失去自己或祖传产业的人作对。不过,一旦他们与恺撒分清了各自的份额,他会宽待他们。安东尼便是这样回复皮纳留斯一行的。于是他们立即着手分割财产,以免他们的份额在诉讼中也一同化为乌有——这不是为了他们自己,连这件事也是为了恺撒;因为他们打算不久之后就将全部财产赠送给他。
θέας δὲ πλησιαζούσης, ἣν ἔμελλεν ὑπὲρ Βρούτου στρατηγοῦντος ἐπιδώσειν Γάιος Ἀντώνιος ὁ ἀδελφὸς Ἀντωνίου, καὶ τἆλλα τοῦ Βρούτου τῆς στρατηγίας ἐπιτροπεύων ἀπόντος, παρασκευή τε ἦν ἐς αὐτὴν δαψιλὴς καὶ ἐλπὶς ἐν τῇ θέᾳ τὸν δῆμον ἐπικλασθέντα καλέσειν τοὺς ἀμφὶ τὸν Βροῦτον. ὁ δὲ Καῖσαρ ἀντιθεραπεύων τὸ πλῆθος, ὅσον ἀργύριον ἐκ τῆς πράσεως ἐγίγνετο, αἰεὶ κατὰ μέρος τοῖς φυλάρχοις ἀνεδίδου νέμειν τοῖς φθάνουσι λαβεῖν· καὶ ἐς τὰ πωλητήρια περιιὼν ἀποκηρύσσειν ἔλεγεν ὅσου δύναιντο πάντα τοὺς πιπράσκοντας ὀλιγίστου, διά τε δίκας ἀμφίβολα ἢ ἐπίφοβα ἔτι ὄντα καὶ διὰ τὴν Καίσαρος σπουδήν. ἅπερ αὐτῷ πάντα τὸν δῆμον εἰς εὔνοιαν ἤγειρεν καὶ ἐς ἔλεον, ὡς ἀναξίῳ τοιάδε πάσχειν. ὡς δʼ ἐπὶ τῇ κληρονομίᾳ καὶ τὴν ἴδιον αὑτοῦ περιουσίαν ὅση τε παρὰ Ὀκταουίου τοῦ πατρὸς ἢ ἑτέρωθεν ἦν αὐτῷ, καὶ τὰ τῆς μητρὸς πάντα καὶ τὰ Φιλίππου, καὶ τὸ μέρος τοῦ κλήρου Πινάριον καὶ Πέδιον αἰτήσας, προύθηκεν ἐς τὴν διανέμησιν πιπράσκεσθαι, ὡς τῆς Καίσαρος περιουσίας οὐδʼ ἐς τοῦτο μόνον ἀρκούσης διὰ τὰς ἐπηρείας, ὁ δῆμος οὐκέτι παρὰ τοῦ πρώτου Καίσαρος, ἀλλὰ παρὰ τοῦδε αὐτοῦ τὴν ἐπίδοσιν λογιζόμενος εἶναι ἐκπαθῶς αὐτὸν ἠλέει καὶ ἐπῄνουν ὧδε πάσχοντα καὶ ὧδε φιλοτιμούμενον δῆλοί τε ἦσαν οὐκ ἐς πολὺ τὴν ἐς αὐτὸν Ἀντωνίου ὕβριν ὑπεροψόμενοι.3
适逢赛会临近,安东尼的兄弟盖乌斯·安东尼将要代表缺席的裁判官布鲁图斯主办该赛会,并代理布鲁图斯裁判官职务的其他事务;赛会的筹备极尽奢华,人们寄望于民众在赛会中深受感触而召回布鲁图斯一党。恺撒则与他们争夺民众的心,每次拍卖所得的银钱,都按部分交给各部落的长官,分发给率先领取的民众。他还巡视拍卖行,要求主持拍卖的人尽可能以最低价拍出一切,这一方面是因为土地因诉讼而所有权未定或尚有风险,另一方面也出于恺撒本人的迫切需要。所有这些举动激起了民众对他的好感,并对他遭受如此不公的待遇深表同情。当他除了遗产之外,还将属于自己的私产——无论是来自父亲奥克塔维乌斯还是其他渠道所得——以及母亲的全部财产和腓力的财产,连同向皮纳留斯和佩迪乌斯请求索来的遗产份额,都拿出来拍卖用于分发,声称由于遭受恶意刁难,恺撒的遗产甚至不足以支付这笔分配时,民众不再认为这笔赐赠是来自老恺撒,而是来自年轻的恺撒本人,因而极度同情他,赞颂他遭受如此苦难却依然慷慨解囊,并且显然不会长久容忍安东尼对他的羞辱了。
- 3321ἐπὶ δὲ Ἀντωνίῳ μάλιστα, μὴ τὸν Καίσαρα, νέον ἄνδρα καὶ ἔνδοξον καὶ πλούσιον, ἑταιρισάμενος ὑφʼ ἑαυτὸν εἶναι πρότερος ἅψαιτο τῆς Καίσαρος δυναστείας
本句承接上文的谓语动词 οἱ πολλοὶ ἔδεισαν(“众人惧怕”)。介词短语 ἐπὶ τῷ νέῳ Καίσαρι ... 与 ἐπὶ δὲ Ἀντωνίῳ μάλιστα 构成呼应,其后由表示担忧的连词 μὴ(“唯恐……提前摄取”)引出具体的恐惧内容。分词 ἑταιρισάμενος 表手段或伴随状况(“将……拉拢为同伙/收归己用”),修饰希求法动词 ἅψαιτο 的主语。
- 3322τὸ ʼμηδὲν ἀνατρέπειν τῶν προδιῳκημένων,ʼ οὐ τοῦδʼ αὐτοῦ γε χάριν οὐδὲ ἐφʼ ἅπασιν ἁπλῶς μᾶλλον ἢ ἐς εὐπρέπειαν καὶ παρηγορίαν τοῦ δήμου θορυβουμένου τούτοις, ἐπιγραφῆναι
承接前文 ἔφη(“他说”)的宾格加不定式间接引语结构。中性冠词引导的短语 τὸ ʼμηδὲν ἀνατρέπειν...ʼ(“不得推翻先前处置的任何事务”这一条文)作为被动不定式 ἐπιγραφῆναι(“被题写/附加”)的宾格主语。οὐ... μᾶλλον ἤ 表示“与其说是为了……,不如说是为了……”。
- 3323ὁ δῆμος οὐκέτι παρὰ τοῦ πρώτου Καίσαρος, ἀλλὰ παρὰ τοῦδε αὐτοῦ τὴν ἐπίδοσιν λογιζόμενος εἶναι ἐκπαθῶς αὐτὸν ἠλέει καὶ ἐπῄνουν ὧδε πάσχοντα καὶ ὧδε φιλοτιμούμενον δῆλοί τε ἦσαν οὐκ ἐς πολὺ τὴν ἐς αὐτὸν Ἀντωνίου ὕβριν ὑπεροψόμενοι
接续在漫长的从句(ὡς δʼ ἐπὶ τῇ κληρονομίᾳ...)之后的主句结构。单数集合名词主语 ὁ δῆμος 起初与单数动词 ἠλέει 保持一致,随后因依义配合(constructio ad sensum)转换为复数动词 ἐπῄνουν 及 δῆλοί τε ἦσαν。此外,δῆλός εἰμι 接分词(ὑπεροψόμενοι)是表示“显然将要……”的经典人称表语构式。
