← 阿庇安

内战记

§3219-3220

安东尼自陈功绩并反驳屋大维

安东尼宣称正是自己的冒险抗争确保了恺撒的荣耀及屋大维如今的地位,并针对遗产公款及变幻莫测的民众对屋大维施以严厉的反驳。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3219

ὧν ἐγὼ δεδιὼς ἕκαστον ὑπερηγωνιζόμην Καίσαρος, ἀθανάτου τε δόξης καὶ δημοσίας ταφῆς, οὐκ ἀκινδύνως οὐδʼ ἀνεπιφθόνως ἐμαυτῷ, τυχεῖν,1 πρός τε ἄνδρας ταχυεργεῖς καὶ φόνου πλήρεις καί, ὡς ἔμαθες, ἤδη καὶ ἐπʼ ἐμὲ συνομωμοσμένους πρός τε τὴν βουλὴν ἀχθομένην σου τῷ πατρὶ τῆς ἀρχῆς. ἀλλὰ καὶ ταῦτα κινδυνεύειν καὶ παθεῖν ὁτιοῦν ᾑρούμην ἑκὼν μᾶλλον ἢ ἄταφον καὶ ἄτιμον γιγνόμενον περιιδεῖν Καίσαρα, ἄριστον ἀνδρῶν τῶν ἐφʼ ἑαυτοῦ καὶ εὐτυχέστατον ἐς τὰ πλεῖστα καὶ ἀξιοτιμότατον ἐκ πάντων ἐμοὶ γενόμενον. τοῖς δʼ αὐτοῖς μου τοῖσδε κινδύνοις καὶ σὺ τὰ νῦν σοι παρόντα πάντα λαμπρὰ τῶν Καίσαρος ἔχεις, γένος, ὄνομα, ἀξίωμα, περιουσίαν. ὧν σε δικαιότερον ἦν2 ἐμοὶ χάριν εἰδέναι μᾶλλον ἢ τὰ ἐκλειφθέντα εἰς τὴν τῆς βουλῆς παρηγορίαν ἢ ἐς ἀντίδοσιν τῶνδε, ὧν ἔχρῃζον, ἢ κατʼ ἄλλας χρείας ἢ λογισμοὺς ἐπιμέμφεσθαι πρεσβυτέρῳ νεώτερον ὄντα. καὶ τάδε μὲν ἀρκέσει σοι περὶ τῶνδε εἰρῆσθαι· ἐνσημαίνῃ δὲ καὶ τῆς ἡγεμονίας με ἐπιθυμεῖν, οὐκ ἐπιθυμοῦντα μέν, οὐκ ἀπάξιον δὲ ἡγούμενον εἶναι, καὶ ἄχθεσθαι μὴ τυχόντα τῶν διαθηκῶν τῶν Καίσαρος, ὁμολογῶν μοι καὶ τὸ τῶν Ἡρακλειδῶν γένος ἀρκεῖν.

正因我畏惧这每一项后果,我不惜让自己冒着危险和怨尤,力战以求使恺撒获得不朽的荣耀和国葬,既要对抗那些行动迅疾、嗜血成性的狂徒——正如你所知,他们如今也已密谋针对我了——又要对抗怨恨你父亲专权的元老院。但我宁愿自愿冒这些危险并承受任何后果,也绝不忍坐视恺撒落得死无葬身之地、身败名裂的境地,因为他是同时代中最优秀的男儿,在绝大多数事上最为幸运,也是全天下我最为尊崇的人。正是凭借我的这些艰险,你才拥有了如今属于你的恺撒的所有辉煌遗赠:血统、名号、尊荣与财富。对于这些,你本更应该对我心怀感恩,而不是作为一个年轻后生,为了元老院的安抚、为了换取我所需的这些东西、或为了其他需求和盘算而遗漏的琐事,去责难一个年长于你的人。 关于这些事,对你说到这里也就够了。你还暗示说我觊觎最高权力——其实我并无此念,尽管我自认并非不配——又暗示我因未能从恺撒的遗嘱中受惠而心怀不满,尽管你自己也承认,仅凭赫拉克勒斯后裔的血脉就足以让我荣耀了。

§3220

περὶ δὲ τῶν σῶν χρειῶν, ἐθέλοντα μέν σε ἐκ τῶν δημοσίων δανείσασθαι ἡγούμην ἂν εἰρωνείαν λέγειν, εἰ μὴ πιθανὸν ἦν ἔτι ἀγνοεῖν σε κενὰ πρὸς τοῦ πατρὸς ἀπολελεῖφθαι τὰ κοινὰ ταμιεῖα, τῶν προσόδων, ἐξ οὗ παρῆλθεν ἐπὶ τὴν ἀρχήν, ἐς αὐτὸν ἀντὶ τοῦ ταμιείου συμφερομένων καὶ εὑρεθησομένων αὐτίκα ἐν τῇ Καίσαρος περιουσίᾳ, ὅταν αὐτὰ ζητεῖν ψηφισώμεθα. ἄδικον γὰρ οὐδὲν τοῦτο ἐς τὸν Καίσαρα ἔσται, τεθνεῶτά τε ἤδη καὶ οὐκ ἂν εἰπόντα ἄδικον εἶναι, εἰ καὶ ζῶν ᾐτεῖτο τοὺς λογισμούς, ἐπεὶ καὶ τῶν ἰδιωτῶν πολλοῖς ἀμφισβητοῦσί σοι καθʼ ἕνα τῆς οὐσίας οὐκ ἀδήριτον αὐτὴν ἔχων γνώσῃ. τῶν δὲ μετενεχθέντων πρός με χρημάτων οὔτε τὸ πλῆθός ἐστιν, ὅσον εἰκάζεις, οὔτε τι νῦν ἔστι παρʼ ἐμοί, πάντα τῶν ἐν ἀρχαῖς καὶ δυνάμει, πλὴν Δολοβέλλα καὶ τῶν ἐμῶν ἀδελφῶν νειμαμένων μὲν εὐθὺς ὡς τυράννου, διʼ ἐμὲ δὲ μετατεθέντων ἐς χάριν τῶν ὑπὲρ Καίσαρος ἐψηφισμένων, ἐπεὶ καὶ σὺ τὰ λοιπὰ φέρων οἴσεις3 ἀντὶ τοῦ δήμου τοῖς δυσχεραίνουσιν, ἂν σωφρονῇς. οἱ μὲν γὰρ ἐκπέμψουσιν, ἂν συμφρονῶσι, τὸν δῆμον ἐπὶ τὰς ἀποικίας· ὁ δὲ δῆμός ἐστιν, ὥσπερ καὶ σὺ τῶν Ἑλληνικῶν ἀρτιδίδακτος ὢν ἔμαθες, ἀστάθμητον ὥσπερ ἐν θαλάσσῃ κῦμα κινούμενον· ὁ μὲν ἦλθεν, ὁ δʼ ἀπῆλθεν. ᾧ λόγῳ καὶ τῶν ἡμετέρων αἰεὶ τοὺς δημοκόπους ὁ δῆμος ἐπὶ πλεῖστον ἐξάρας ἐς γόνυ ἔρριψε.”

至于你的金钱需求,要不是因为你尚且有可能不知道公共金库早已被你父亲耗尽的话,我本会以为你想从公款借贷是在说风凉话呢。自他掌权以来,财政收入便流向他个人而非国库,一旦我们投票通过进行清查,这些钱款立即就会在恺撒的遗产中被查出。因为这对恺撒并不算任何不义之举——他如今已逝,即便他生前被要求汇报账目,他也不会称其为不义,况且许多私人正为你父亲的财产与你逐一发生争执,你自会明白你所继承的产业并非毫无争议。至于转移到我这里的钱财,数量既没有你猜测的那么多,如今我手中也没有分毫;因为除了多拉贝拉和我的兄弟们以外,那些居官执柄的人当初立即就将那些财产作为僭主之物私分了,只是经由我的周旋,才将其转化为对为恺撒所通过决议的报酬。假若你明智的话,你也会把剩下的财产迅速拿去奉送给那些心怀怨怼的人,而不是散给民众。因为他们一旦同心协力,就会把民众打发到殖民地去;而民众呢,正如你新近学习希腊典籍所了解的那样,就像海上翻滚的波浪般变幻莫测,这一个来了,那一个走了。出于同样的道理,民众总是把我们当中的蛊惑民心者捧到最高处,随后又将他们狠狠砸倒在地,让他们跪地求饶。”

语法注3 条
  1. 3219ὑπερηγωνιζόμην Καίσαρος, ἀθανάτου τε δόξης καὶ δημοσίας ταφῆς ... τυχεῖν

    动词 ὑπεραγωνίζομαι 支配其保护对象的属格(此处为 Καίσαρος,意为“为恺撒奋战/辩护”)。随后的不定式短语 τυχεῖν 及其支配的获得物属格(ἀθανάτου τε δόξης καὶ δημοσίας ταφῆς)构成结果或目的性状语,意为“使他得以获得不朽的荣耀与国葬”。

  2. 3219δικαιότερον ἦν

    表示恰当性的中性比较级形容词搭配不带 ἄν 的未完成过去时 ἦν,构成非人称结构,用于表达过去未曾实现的应尽之责(“理应更加正当/本该更为合宜”)。

  3. 3220φέρων οἴσεις

    同源动词 φέρω 的分词 φέρων 与将来时 οἴσεις 叠用,为希腊语的修辞惯用表达,带有毫不迟疑、匆忙或主动拿去奉上/交出的强调意味。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3219-3220