← 阿庇安

内战记

§329-3211

奥克塔维乌斯回国与接受养子收养

正在阿波罗尼亚受训的奥克塔维乌斯获悉恺撒遇刺,遵从母亲与腓力的谨慎建议渡海前往意大利南部的卢皮埃。在确认遗嘱内容并受到驻军热烈拥戴后,他毅然决定接受收养并正式改名恺撒。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§329

τὰ μὲν δὴ γινόμενα ἐν Ῥώμῃ τοιάδε ἦν· Ὀκτάουιος δὲ ὁ τῆς ἀδελφῆς τοῦ Καίσαρος θυγατριδοῦς ἵππαρχος μὲν αὐτοῦ Καίσαρος γεγένητο πρὸς ἓν ἔτος, ἐξ οὗ τήνδε τὴν τιμὴν ὁ Καῖσαρ ἐς τοὺς φίλους περιφέρων ἐτήσιον ἔσθʼ ὅτε ἐποιεῖτο εἶναι, μειράκιον δὲ ἔτι ὢν ἐς Ἀπολλωνίαν τὴν ἐπὶ τοῦ Ἰονίου παιδεύεσθαί τε καὶ ἀσκεῖσθαι τὰ πολέμια ἐπέμπετο ὑπὸ τοῦ Καίσαρος ὡς ἐς τοὺς πολεμίους ἑψόμενος αὐτῷ. καὶ αὐτὸν ἐν τῇ Ἀπολλωνίᾳ ἱππέων ἶλαι παραλλὰξ ἐκ Μακεδονίας ἐπιοῦσαι συνεγύμναζον καὶ τῶν ἡγεμόνων τοῦ στρατοῦ τινες ὡς συγγενεῖ Καίσαρος θαμινὰ ἐπεφοίτων. γνῶσίς τε ἐκ τούτων αὐτῷ καὶ εὔνοια παρὰ τοῦ στρατοῦ τις ἐνεγίγνετο, σὺν χάριτι δεξιουμένῳ πάντας. ἕκτον δʼ ἔχοντι μῆνα ἐν τῇ Ἀπολλωνίᾳ ἀγγέλλεται1 περὶ ἑσπέραν ὁ Καῖσαρ ἀνῃρημένος ἐν τῷ βουλευτηρίῳ πρὸς τῶν φιλτάτων καὶ παρʼ αὐτῷ δυνατωτάτων τότε μάλιστα. τῶν δὲ λοιπῶν οὐδενὸς ἀπαγγελθέντος πω δέος αὐτὸν ἐπεῖχε καὶ ἄγνοια, εἴτε κοινὸν εἴη τῆς βουλῆς τὸ ἔργον εἴτε καὶ τῶν ἐργασαμένων ἴδιον, καὶ εἰ δίκην ἤδη τοῖς πλείοσι δεδώκοιεν ἢ καὶ τοῦδε εἶεν,2 ἢ καὶ τὸ πλῆθος αὐτοῖς συνήδοιτο.

罗马城中发生的事情便是如此。且说恺撒姐姐的外孙奥克塔维乌斯,曾担任恺撒本人任期一年的骑兵长官——自恺撒将这一职位轮流授予友人们并有时将其定为一年一任以来便是如此——然而由于他还年轻,恺撒便将他派往爱奥尼亚海滨的阿波罗尼亚接受教育并研习战事,以便日后随同恺撒征战敌邦。在阿波罗尼亚,来自马其顿的一队队骑兵轮流前来与他一同演练,军队中的一些将领也因他是恺撒的亲属而时常前来拜访。由于他待人谦和得体,借此在军中赢得了知名度和相当的好感。当他在阿波罗尼亚度过第六个月时,傍晚传来消息,称恺撒在元老院议事堂内被刺身亡,行刺者正是当时最受他宠信且最有权势之人。由于尚未传报其余详情,他陷入了恐惧与疑虑之中:不知此举究竟是元老院的公议,还是行刺者个人的私图;亦不知他们是否已被多数人处死,还是依然掌权安稳,甚或是民众也与他们同欢共乐。

§3210

ἐφʼ οἷς οἱ φίλοι ἐκ Ῥώμης ὑπετίθεντο ταῦτα, ὥστε οἱ μὲν ἐς φυλακὴν τοῦ σώματος αὐτὸν ἠξίουν ἐπὶ τὸν ἐν Μακεδονίᾳ στρατὸν καταφυγεῖν καί, ὅτε μάθοι μὴ κοινὸν εἶναι τὸ ἔργον, ἐπιθαρρήσαντα τοῖς ἐχθροῖς ἀμύνειν τῷ Καίσαρι· καὶ ἦσαν οἳ καὶ τῶν ἡγεμόνων αὐτὸν ἐλθόντα φυλάξειν ὑπεδέχοντο· ἡ δὲ μήτηρ καὶ Φίλιππος, ὃς εἶχεν αὐτήν, ἀπὸ Ῥώμης ἔγραφον μήτε ἐπαίρεσθαι μήτε θαρρεῖν πω μεμνημένον, οἷα Καῖσαρ ὁ παντὸς ἐχθροῦ κρατήσας ὑπὸ τῶν φιλτάτων μάλιστα πάθοι, τὰ δὲ ἰδιωτικώτερα ὡς ἐν τοῖς παροῦσιν ἀκινδυνότερα αἱρεῖσθαι μᾶλλον καὶ πρὸς σφᾶς ἐς Ῥώμην ἐπείγεσθαι φυλασσόμενον. οἷς Ὀκτάουιος ἐνδοὺς διὰ τὴν ἔτι ἄγνοιαν τῶν ἐπὶ τῷ θανάτῳ γενομένων, τοὺς ἡγεμόνας τοῦ στρατοῦ δεξιωσάμενος διέπλει τὸν Ἰόνιον, οὐκ ἐς τὸ Βρεντέσιον ʽοὔπω γάρ τινα τοῦ ἐκεῖθι στρατοῦ πεῖραν εἰληφὼς πάντα ἐφυλάσσετὀ, ἀλλʼ ἐς ἑτέραν οὐ μακρὰν ἀπὸ τοῦ Βρεντεσίου πόλιν, ἐκτὸς οὖσαν ὁδοῦ, ᾗ ὄνομα Λουπίαι. ἐνταῦθα οὖν ἐνηυλίσατο διατρίβων.

对此,来自罗马的朋友们向他进言献策:一部分人主张他为了自身安全投奔驻扎在马其顿的军队,并在得知这并非元老院的集体决议之后,鼓起勇气向敌人为恺撒复仇;有些将领甚至许诺,若他前去必当全力护卫。然而他的母亲以及继父腓力却从罗马写信告诫他暂勿激动,尚不可大胆行事,务必谨记战胜一切强敌的恺撒是如何倒在至亲之友手下的,在眼前形势下应宁可选择较为低调且无风险的私人退路,万事谨慎,速返罗马与他们相会。奥克塔维乌斯因对恺撒死后局势尚不清楚而听从了后者的劝告,在向军队将领致意道别后横渡爱奥尼亚海;他并未驶往布伦特西昂——因为他尚未试探出该地军队的态度,事事倍加防范——而是前往距布伦特西昂不远、偏离主干道的一座名为卢皮埃的城镇。于是他便在此驻留扎营。

§3211

ὡς δέ οἱ τά τε ἀκριβέστερα περὶ τοῦ φόνου καὶ τοῦ δημοσίου πάθους τῶν τε διαθηκῶν καὶ τῶν ἐψηφισμένων ἦλθε τὰ ἀντίγραφα, οἱ μὲν ἔτι μᾶλλον αὐτὸν ἠξίουν τοὺς ἐχθροὺς Καίσαρος δεδιέναι, υἱόν τε αὐτοῦ καὶ κληρονόμον ὄντα, καὶ παρῄνουν ἅμα τῷ κλήρῳ τὴν θέσιν ἀπείπασθαι· ὁ δὲ καὶ ταῦτά οἱ καὶ τὸ μὴ τιμωρεῖν αὐτὸν Καίσαρι αἰσχρὸν ἡγούμενος3 ἐς τὸ Βρεντέσιον ᾔει, προπέμψας καὶ διερευνησάμενος, μή τις ἐκ τῶν φονέων ἐγκαθέζοιτο ἐνέδρα. ὡς δὲ αὐτῷ καὶ ὁ ἐνθάδε στρατὸς οἷα Καίσαρος υἱὸν δεξιούμενος ἀπήντα, θαρρήσας ἔθυε καὶ εὐθὺς ὠνομάζετο Καῖσαρ. ἔθος γάρ τι Ῥωμαίοις τοὺς θετοὺς τὰ τῶν θεμένων ὀνόματα ἐπιλαμβάνειν.4 ὁ δὲ οὐκ ἐπέλαβεν, ἀλλὰ καὶ τὸ αὑτοῦ καὶ τὸ πατρῷον ὅλως ἐνήλλαξεν, ἀντὶ Ὀκταουίου παιδὸς Ὀκταουίου Καῖσαρ εἶναι καὶ Καίσαρος υἱός, καὶ διετέλεσεν οὕτω χρώμενος. εὐθύς τε ἐς αὐτὸν ἄθρουν καὶ πανταχόθεν ὡς ἐς Καίσαρος υἱὸν πλῆθος ἀνθρώπων συνέθεον, οἱ μὲν ἐκ φιλίας Καίσαρος, οἱ δὲ ἐξελεύθεροι καὶ θεράποντες αὐτοῦ, καὶ ἕτεροι στρατιῶται σὺν αὐτοῖς, οἱ μὲν ἀποσκευὰς ἢ χρήματα φέροντες ἐς τὴν Μακεδονίαν, οἱ δὲ ἕτερα χρήματα καὶ φόρους ἐξ ἐθνῶν ἄλλων ἐς τὸ Βρεντέσιον.

当刺杀的详细经过、民众的悲恸,以及遗嘱和各项决议的抄本送达他手中时,一些人愈发劝他畏惧恺撒的仇敌,因为他是恺撒的儿子与继承人,并劝告他连同遗产一并放弃被收养之权。但他认为放弃这些权利以及自己不去为恺撒复仇乃是莫大的耻辱,于是在预先派出探子侦察是否有刺客设伏之后,毅然前往布伦特西昂。当那里的驻军亦如对待恺撒之子一般欣然列队欢迎他时,他信心大增,举行了献祭,并随即自称为恺撒。因为罗马人素有被收养者冠以养父姓名的习俗;但他并未追加名字,而是将自己原本的姓名与父名彻底更换,不再是奥克塔维乌斯之子奥克塔维乌斯,而是化身为恺撒且是恺撒之子,并终身保持这一名号。刹那间,大批人群如同奔赴恺撒之子身旁一般从四面八方聚集到他周围:有人出于对恺撒的情谊,有人则是恺撒的释奴和家仆,此外更有其他士兵与他们同行——其中一些正押送行装与饷银前往马其顿,另一些则正将从其他行省收缴的款项与贡赋运往布伦特西昂。

语法注4 条
  1. 329ἕκτον δʼ ἔχοντι μῆνα ἐν τῇ Ἀπολλωνίᾳ ἀγγέλλεται

    与格分词 ἔχοντι 在此处作关涉与格,配合被动语态动词 ἀγγέλλεται,用以表示时间背景:“当他在阿波罗尼亚度过第六个月时,有消息向他传来”。

  2. 329ἢ καὶ τοῦδε εἶεν

    τοῦδε 是代词 ὅδε 的中性单数属格,在此作表语性属格表示状态,与前文的 δίκην δεδώκοιεν(已受惩罚)相对立,意为“(行刺者是否已受罚)还是依然处于当下的权势/安全状态”。

  3. 3211ὁ δὲ καὶ ταῦτά οἱ καὶ τὸ μὴ τιμωρεῖν αὐτὸν Καίσαρι αἰσχρὸν ἡγούμενος

    分词 ἡγούμενος 带有两个并列宾语:指示代词 καὶ ταῦτα(放弃收养与继承权)以及带冠词不定式短语 καὶ τὸ μὴ τιμωρεῖν αὐτὸν Καίσαρι(自己不为恺撒复仇)。αἰσχρόν 是二者共用的宾补,οἱ 则是关涉与格(“对他而言”)。

  4. 3211τοὺς θετοὺς τὰ τῶν θεμένων ὀνόματα ἐπιλαμβάνειν

    动词 ἐπιλαμβάνειν 在此意为“额外添加、附随采用”,构成以 τοὺς θετούς 为主语、以 τὰ τῶν θεμένων ὀνόματα 为宾语的对格不定式结构。该词在后一句中与下文的完全更名形成了“仅仅追加(ἐπέλαβεν)”与“彻底改换”的对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:329-3211