- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:316-318
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
鉴于民众与老兵的敌意及安东尼的反复无常,布鲁图斯与卡西乌斯接受元老院委派的筹粮职务以保全体面地离城。安东尼则暗中联手执政官多拉贝拉,通过民众大会将叙利亚及东征大军交由多拉贝拉统领,继而自己从犹豫不决的元老院手中取得了已被抽离军队的马其顿。
καὶ Ἀντώνιος μὲν ἀμφὶ ταῦτα ἦν, ὁ δὲ Βροῦτος καὶ ὁ Κάσσιος, οὔτε τινὸς παρὰ τοῦ δήμου σφίσιν ἢ παρὰ τῶν ἐξεστρατευμένων εἰρηναίου φανέντος, οὔτε τὴν ἐνέδραν Ἀματίου καὶ παρʼ ἑτέρου ἂν αὑτοῖς ἀδύνατον ἡγούμενοι γενέσθαι,1 οὔτε τὸ ποικίλον Ἀντωνίου φέροντες ἀφόβως, ἤδη καὶ στρατιὰν ἔχοντος, οὔτε τὴν δημοκρατίαν βεβαιουμένην ἔργοις ὁρῶντες, ἀλλὰ καὶ ἐς τοῦτο ὑφορώμενοι τὸν Ἀντώνιον, Δέκμῳ μάλιστα ἐπεποίθεσαν,2 ἔχοντι ἐν πλευραῖς τρία τέλη στρατοῦ, καὶ πρὸς Τρεβώνιον ἐς τὴν Ἀσίαν καὶ πρὸς Τίλλιον ἐς Βιθυνίαν κρύφα ἔπεμπον χρήματα ἀγείρειν ἀφανῶς καὶ στρατὸν περιβλέπεσθαι. αὐτοί τε ἠπείγοντο τῶν δεδομένων σφίσιν ὑπὸ τοῦ Καίσαρος ἐθνῶν λαβέσθαι.3 τοῦ χρόνου δὲ οὔπω συγχωροῦντος αὐτοῖς, ἀπρεπὲς ἡγούμενοι, τὴν ἐν ἄστει στρατηγίαν προλιπόντες ἀτελῆ, δόξαν ὕποπτον φιλαρχίας ἐθνῶν ἐνέγκασθαι, ᾑροῦντο ὅμως ὑπὸ ἀνάγκης τὸ ἐν μέσῳ διάστημα διατρῖψαί ποι μᾶλλον ἰδιωτεύοντες ἢ ἐν ἄστει στρατηγεῖν, οὔτε ἀφόβως ἔχοντες οὔτε τὰ εἰκότα ἐφʼ οἷς ὑπὲρ τῆς πατρίδος ἐπεπράχεσαν τιμώμενοι. οὕτω δʼ αὐτοῖς ἔχουσιν ἡ βουλὴ συνειδυῖα τὴν γνώμην ἔδωκε σίτου τῇ πόλει φροντίσαι, ἐξ ὅσης δύναιντο γῆς, μέχρις αὐτοὺς ὁ χρόνος τῶν ἐθνῶν τῆς στρατηγίας καταλάβοι.
正当安东尼忙于这些事务之际,布鲁图斯与卡西乌斯见无论是民众还是退役老兵对自己都没有任何讲和的迹象,又认为像阿马蒂乌斯那样的暗算也并非不可能由他人向自己发动,且无法对安东尼那反复多变的态度泰然处之——因为安东尼此刻已拥有一支军队——更不见共和国在实际行动中得到巩固,反而在此事上也对安东尼深怀戒心;于是他们最为信赖身侧握有三个军团的德基穆斯,并秘密派遣使者前往亚细亚的特雷波尼乌斯和比提尼亚的提利乌斯处,令他们暗中筹集钱财、招揽军队。他们二人自己也急于接管恺撒原先赋予他们的行省。然而时机尚不许他们如此,他们一面认为未尽城市裁判官之责便擅离职守、从而招致贪恋行省权柄的嫌疑乃是不体面之事,一面却因既无安全保障,又未因为祖国所立的功勋而获得应有的尊崇,不得已而选择在过渡时期退隐某处以平民身份度日,胜过留在城中行使裁判官职权。元老院洞悉他们的处境与心意,便将从力所能及的各地为罗马城督办粮秣的差使交由他们负责,直至他们出任行省长官的法定任期到来为止。
καὶ ἡ μὲν οὕτως ἔπραξεν, ἵνα μή ποτε Βροῦτος ἢ Κάσσιος φεύγειν δοκοῖεν· τοσήδε αὐτῶν φροντὶς ἦν ἅμα καὶ αἰδώς, ἐπεὶ καὶ τοῖς ἄλλοις σφαγεῦσι διὰ τούσδε μάλιστα συνελάμβανον· ἐξελθόντων δὲ τῆς πόλεως τῶν ἀμφὶ τὸν Βροῦτον, ἐπὶ δυναστείας ὢν ὁ Ἀντώνιος ἤδη μοναρχικῆς ἀρχὴν ἔθνους καὶ στρατιᾶς αὑτῷ περιέβλεπε· καὶ Συρίας μὲν ἐπεθύμει μάλιστα, οὐκ ἠγνόει δὲ ὢν διʼ ὑπονοίας καὶ μᾶλλον ἐσόμενος, εἴ τι αἰτοίη· καὶ γὰρ αὐτῷ κρύφα Δολοβέλλαν τὸν ἕτερον ὕπατον ἐπήλειφεν εἰς ἐναντίωσιν ἡ βουλή, διάφορον αἰεὶ τῷ Ἀντωνίῳ γενόμενον. αὐτὸν οὖν τὸν Δολοβέλλαν ὁ Ἀντώνιος, νέον τε καὶ φιλότιμον εἰδώς, ἔπεισεν αἰτεῖν Συρίαν ἀντὶ Κασσίου καὶ τὸν ἐς Παρθυαίους κατειλεγμένον στρατὸν ἐπὶ τοὺς Παρθυαίους, αἰτεῖν δὲ οὐ παρὰ τῆς βουλῆς ʽοὐ γὰρ ἐξῆν̓, ἀλλὰ παρὰ τοῦ δήμου νόμῳ. καὶ ὁ μὲν ἡσθεὶς αὐτίκα προυτίθει τὸν νόμον, καὶ τῆς βουλῆς αἰτιωμένης αὐτὸν παραλύειν τὰ δόξαντα τῷ Καίσαρι τὸν μὲν ἐπὶ Παρθυαίους πόλεμον οὐδενὶ ἔφη ὑπὸ Καίσαρος ἐπιτετράφθαι, Κάσσιον δὲ τὸν Συρίας ἀξιωθέντα αὐτόν τι τῶν Καίσαρος πρότερον ἀλλάξαι, δόντα πωλεῖν τὰ κληρουχήματα τοῖς λαβοῦσι πρὸ τῶν νενομισμένων εἴκοσιν ἐτῶν· καὶ αὐτὸς δὲ αἰδεῖσθαι Συρίας οὐκ ἀξιούμενος, Δολοβέλλας ὤν, πρὸ Κασσίου. οἱ μὲν δὴ τῶν δημάρχων τινὰ Ἀσπρήναν ἔπεισαν ἐν τῇ χειροτονίᾳ ψεύσασθαι περὶ διοσημείας, ἐλπίσαντές τι καὶ Ἀντώνιον συμπράξειν, ὕπατόν τε ὄντα καὶ τῶν σημείων ἱερέα καὶ διάφορον ἔτι νομιζόμενον εἶναι τῷ Δολοβέλλᾳ· ὁ δʼ Ἀντώνιος, ἐπεὶ τῆς χειροτονίας οὔσης ὁ Ἀσπρήνας ἔφη διοσημείαν ἀπαίσιον γεγονέναι, ἔθους ὄντος ἑτέρους ἐπὶ τοῦτο πέμπεσθαι, πάνυ χαλεψάμενος τῷ Ἀσπρήνᾳ τοῦ ψεύσματος4 τὰς φυλὰς ἐκέλευε χειροτονεῖν περὶ τοῦ Δολοβέλλα.
元老院如此行事,是为了使布鲁图斯与卡西乌斯绝不至于显得像是在逃亡;元老院对他们怀有如此深切的关怀与敬重,且对其余刺杀者施以援手也主要是看在他们二人的份上。但在布鲁图斯一派离城之后,已握有君主般权势的安东尼便开始为自己谋求一个行省的长官职位和一支军队。他最渴望得到叙利亚,但他并非不知自己备受猜疑,一旦提出请求则更会加深猜忌;因为元老院暗中正在怂恿素来与安东尼不和的另一位执政官多拉贝拉起而反抗他。于是安东尼利用多拉贝拉年轻且野心勃勃的性格,说服多拉贝拉自己出面取代卡西乌斯索求叙利亚,并要求统领为征讨帕提亚人而召集的军队;且说服他不要向元老院请求——因为那是行不通的——而要通过公民大会制定法律来索取。多拉贝拉大喜,随即提出这项法案。当元老院指责他废弃恺撒的决议时,他反驳称恺撒并未将对帕提亚的战争委派给任何人,而获封叙利亚的卡西乌斯本人此前就曾变更过恺撒的一项规定,准许分得土地者在法定二十年期满之前出售份地;他还宣称,自己身为多拉贝拉,在叙利亚一事上竟然不能优先于卡西乌斯,实属可耻。于是元老院方面说服平民保民官之一阿斯普雷纳斯在表决时谎报天象凶兆,寄希望于同为执政官兼占兆官且仍被认为与多拉贝拉不和的安东尼也会协同阻止。然而在表决进行之际,阿斯普雷纳斯声称出现了不祥天象,尽管依惯例本应派他人前去核实,安东尼却因阿斯普雷纳斯的谎言而大为恼怒,命令各部族继续就多拉贝拉之事进行投票。
καὶ γίνεται μὲν οὕτω Συρίας ἡγεμὼν Δολοβέλλας καὶ στρατηγὸς τοῦ πολέμου τοῦ πρὸς Παρθυαίους καὶ στρατιᾶς τῆς ἐς αὐτὸν ὑπὸ Καίσαρος κατειλεγμένης, ὅση τε περὶ Μακεδονίαν προεληλύθει, καὶ ὁ Ἀντώνιος τότε πρῶτον ἔγνωστο συμπράσσων τῷ Δολοβέλλᾳ. γεγενημένων δὲ τῶνδε ἐν τῷ δήμῳ τὴν βουλὴν ὁ Ἀντώνιος ᾔτει Μακεδονίαν, εὖ εἰδώς, ὅτι αἰδέσονται, μετὰ Συρίαν δοθεῖσαν Δολοβέλλᾳ, ἀντειπεῖν περὶ Μακεδονίας Ἀντωνίῳ, καὶ ταῦτα γυμνῆς στρατοῦ γενομένης. καὶ ἔδοσαν μὲν ἄκοντες καὶ ἐν θαύματι ἔχοντες, ὅπως τὸν ἐν αὐτῇ στρατὸν προμεθῆκεν ὁ Ἀντώνιος τῷ Δολοβέλλᾳ, ἠγάπων δὲ ὅμως Δολοβέλλαν ἔχειν τὸν στρατὸν Ἀντωνίου μᾶλλον. ἐν καιρῷ δὲ αὐτοὶ τὸν Ἀντώνιον τοῖς ἀμφὶ τὸν Κάσσιον ἀντῄτουν ἕτερα ἔθνη, καὶ ἐδόθη Κυρήνη τε καὶ Κρήτη, ὡς δʼ ἑτέροις δοκεῖ, τάδε μὲν ἀμφότερα Κασσίῳ, Βιθυνία δὲ Βρούτῳ.
多拉贝拉遂由此成为叙利亚总督兼对帕提亚战争统帅,并统辖恺撒为该战役所召募、进驻马其顿一带的全部军队;而安东尼与多拉贝拉相互串通之举,也在此刻初次大白于天下。民众大会通过这些事项后,安东尼便向元老院索要马其顿,因他深知,在叙利亚已被授予多拉贝拉之后,元老院会不好意思拒绝将马其顿给予安东尼,更何况那是一个已被剥离了军队的省份。元老院勉强同意了,虽诧异于安东尼何以如此轻易地将驻军让给多拉贝拉,但相比于安东尼,他们依然宁愿由多拉贝拉掌握这支军队。元老院借此时机反过来要求安东尼为卡西乌斯一派提供其他行省,于是昔兰尼与克里特被分配给他们;但依另一些人的说法,这两处皆归卡西乌斯,而比提尼亚则归布鲁图斯。
- 316οὔτε τὴν ἐνέδραν Ἀματίου καὶ παρʼ ἑτέρου ἂν αὑτοῖς ἀδύνατον ἡγούμενοι γενέσθαι
在由分词 ἡγούμενοι 支配的“带对格的不定式”结构中,质词 ἄν 修饰不定式 γενέσθαι,构成表潜在可能的间接引语表达(相当于直陈式过去时或祈愿式带 ἄν)。οὔτε 与 ἀδύνατον 结合形成双重否定(委婉肯定),意即“认为此类暗算即便由其他人发动也绝非不可能”。句中 καὶ παρʼ ἑτέρου 表示“即使来自其他人”。
- 316ὁ δὲ Βροῦτος καὶ ὁ Κάσσιος, οὔτε τινὸς παρὰ τοῦ δήμου σφίσιν ἢ παρὰ τῶν ἐξεστρατευμένων εἰρηναίου φανέντος, οὔτε τὴν ἐνέδραν Ἀματίου καὶ παρʼ ἑτέρου ἂν αὑτοῖς ἀδύνατον ἡγούμενοι γενέσθαι, οὔτε τὸ ποικίλον Ἀντωνίου φέροντες ἀφόβως, ἤδη καὶ στρατιὰν ἔχοντος, οὔτε τὴν δημοκρατίαν βεβαιουμένην ἔργοις ὁρῶντες, ἀλλὰ καὶ ἐς τοῦτο ὑφορώμενοι τὸν Ἀντώνιον, Δέκμῳ μάλιστα ἐπεποίθεσαν
主句主语 ὁ δὲ Βροῦτος καὶ ὁ Κάσσιος 与其主要动词 ἐπεποίθεσαν(直陈式过去完成时)之间存在长距离的分隔(hyperbaton)。其间插入了四个由 οὔτε 连接的否定原因从句(独立属格 οὔτε τινὸς... φανέντος,以及与主语同格的分词短语 οὔτε... ἡγούμενοι、οὔτε... φέροντες、οὔτε... ὁρῶντες)和一个转折分词短语(ἀλλὰ καὶ... ὑφορώμενοι),系统铺陈了二人转而倚重德基穆斯的层层动机。
- 316τῶν δεδομένων σφίσιν ὑπὸ τοῦ Καίσαρος ἐθνῶν λαβέσθαι
中动态不定式 λαβέσθαι 支配属格宾语 τῶν δεδομένων... ἐθνῶν。动词 λαμβάνω 的中动态 λαμβάνομαι 常用属格表示“抓住”、“占有”或“接管”。
- 317πάνυ χαλεψάμενος τῷ Ἀσπρήνᾳ τοῦ ψεύσματος
动词 χαλεπαίνω(发怒、愤慨)的分词 χαλεψάμενος 支配表示发怒对象的人与格(τῷ Ἀσπρήνᾳ)以及表示原因的属格(τοῦ ψεύσματος,原因属格),表示安东尼因阿斯普雷纳斯说谎而对其大发雷霆。
