- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3212-3214
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥克塔维乌斯沿途聚集追随者与退伍老兵进军罗马,安抚了家人的顾虑,在城市法官面前正式宣告接受恺撒的收养,并前往拜会安东尼。
ὁ δὲ καὶ τῷ πλήθει τῶν εἰς αὐτὸν ἀφικνουμένων καὶ τῇ Καίσαρος αὐτοῦ δόξῃ τε καὶ τῇ πάντων εἰς ἐκεῖνον εὐνοίᾳ θαρρῶν ὥδευεν ἐς Ῥώμην σὺν ἀξιολόγῳ πλήθει, αὐξομένῳ μᾶλλον ἑκάστης ἡμέρας οἷα χειμάρρῳ, φανερᾶς μὲν ἐπιβουλῆς ὢν ἀμείνων διὰ τὸ πλῆθος, ἐνέδρας δὲ διʼ αὐτὸ καὶ μάλιστα ὑφορώμενος,1 ἀρτιγνώστων οἱ τῶν συνόντων σχεδὸν ὄντων ἁπάντων. τὰ δὲ τῶν πόλεων τῶν μὲν ἄλλων οὐ πάντῃ πρὸς αὐτὸν ἦν ὁμαλά· οἱ δὲ τῷ Καίσαρι στρατευσάμενοί τε καὶ ἐς κληρουχίας διῃρημένοι συνέτρεχον ἐκ τῶν ἀποικιῶν ἐπὶ χάριτι τοῦ μειρακίου καὶ τὸν Καίσαρα ὠλοφύροντο καὶ τὸν Ἀντώνιον ἐβλασφήμουν οὐκ ἐπεξιόντα τηλικούτῳ μύσει καὶ σφᾶς ἔλεγον, εἴ τις ἡγοῖτο, ἀμυνεῖν. οὓς ὁ Καῖσαρ ἐπαινῶν καὶ ἀνατιθέμενος ἐν τῷ παρόντι ἀπέπεμπεν.2 ὄντι δʼ αὐτῷ περὶ Ταρρακίνας, ἀπὸ τετρακοσίων που Ῥώμης σταδίων, ἀγγέλλεται Κάσσιός τε καὶ Βροῦτος ἀφῃρημένοι πρὸς τῶν ὑπάτων Συρίαν καὶ Μακεδονίαν καὶ ἐς παρηγορίαν βραχύτερα ἕτερα Κυρήνην καὶ Κρήτην ἀντειληφότες, φυγάδων τέ τινων κάθοδοι καὶ Πομπηίου μετάκλησις καὶ ἀπὸ τῶν Καίσαρος ὑπομνημάτων ἔς τε τὴν βουλὴν ἐγγραφαί τινων καὶ ἕτερα πολλὰ γιγνόμενα.
奥克塔维乌斯因聚集到他身边的人群、恺撒本人的威望以及众人对恺撒的爱戴而倍增勇气,率领着一支如洪流般与日俱增的庞大队伍向罗马进发。虽然由于人多势众,他得以防备公然的袭击,但正因人数众多,加之同行者几乎全都是初识之人,他反倒对伏击格外警惕。沿途其余各城镇的情势对他并不完全一致;然而那些曾在恺撒麾下服役并分得土地的退伍老兵,出于对这位青年的爱戴纷纷从各个殖民地赶来,他们哀悼恺撒,咒骂安东尼未曾惩治如此滔天大罪,并表示只要有人带头,他们誓死复仇。恺撒称赞了他们,但暂时予以推延并将他们遣回。当他行至距罗马约四百斯塔迪昂的塔拉奇纳附近时,传来消息说:卡西乌斯和布鲁图斯已被执政官剥夺了叙利亚和马其顿行省,换得较小的昔兰尼和克里特以作安抚;一些流亡者归来,庞培被召回;根据恺撒的备忘录,若干人被列入元老院,此外还有许多新变故正在发生。
ὡς δʼ ἐς τὴν πόλιν ἀφίκετο, ἡ μὲν μήτηρ αὖθις καὶ Φίλιππος ὅσοι τε ἄλλοι κηδεμόνες ἦσαν αὐτοῦ, ἐδεδοίκεσαν τήν τε τῆς βουλῆς ἐς τὸν Καίσαρα ἀλλοτρίωσιν καὶ τὸ δόγμα, μὴ εἶναι δίκας ἐπὶ Καίσαρι φόνου, καὶ τὴν Ἀντωνίου τότε δυναστεύοντος ἐς αὐτὸν ὑπεροψίαν, οὔτε ἀφικομένου πρὸς τὸν Καίσαρος υἱὸν ἐλθόντα οὔτε προσπέμψαντος αὐτῷ· ὁ δὲ καὶ ταῦτʼ ἐπράυνεν, αὐτὸς ἀπαντήσειν ἐς τὸν Ἀντώνιον εἰπὼν οἷα νεώτερος ἐς πρεσβύτερον καὶ ἰδιώτης ἐς ὕπατον καὶ τὴν βουλὴν θεραπεύσειν τὰ εἰκότα. καὶ τὸ δόγμα ἔφη γενέσθαι μηδενός πω τοὺς ἀνδροφόνους διώκοντος· ἀλλʼ ὁπότε θαρρήσας τις διώκοι, καὶ τὸν δῆμον ἐπικουρήσειν καὶ τὴν βουλὴν ὡς ἐννόμῳ καὶ τοὺς θεοὺς ὡς δικαίῳ καὶ τὸν Ἀντώνιον ἴσως. εἰ δὲ καὶ τοῦ κλήρου καὶ τῆς θέσεως ὑπερίδοι, ἔς τε τὸν Καίσαρα ἁμαρτήσεσθαι καὶ τὸν δῆμον ἀδικήσειν εἰς τὴν διανομήν. Ἀπερρήγνυ τε λήγων τοῦ λόγου, ὅτι μὴ κινδυνεύειν οἱ καλὸν εἴη μόνον,3 ἀλλὰ καὶ θνῄσκειν, εἰ προκριθεὶς ἐκ πάντων ἐς τοσαῦτα ὑπὸ τοῦ Καίσαρος ἀντάξιος αὐτοῦ φαίνοιτο φιλοκινδυνοτάτου γεγονότος. τά τε τοῦ Ἀχιλλέως, ὑπόγυά οἱ τότε ὄντα μάλιστα, ἐς τὴν μητέρα ὥσπερ ἐς τὴν Θέτιν ἐπιστρεφόμενος ἔλεγεν· "αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ κτεινομένῳ ἐπαμύνειν." καὶ τόδε εἰπὼν Ἀχιλλεῖ μὲν ἔφη κόσμον ἀθάνατον ἐκ πάντων εἶναι τοῦτο τὸ ἔπος, καὶ τὸ ἔργον αὐτοῦ μάλιστα· αὐτὸς δʼ ἀνεκάλει τὸν Καίσαρα οὐχ ἑταῖρον, ἀλλὰ πατέρα, οὐδὲ συστρατιώτην, ἀλλʼ αὐτοκράτορα, οὐδὲ πολέμου νόμῳ πεσόντα, ἀλλʼ ἀθεμίστως ἐν βουλευτηρίῳ κατακοπέντα.
当他抵达罗马城时,他的母亲、腓力以及他的其他监护人们再次陷入恐慌:他们害怕元老院对恺撒的疏离态度、那道不得为刺杀恺撒立案追责的法令,以及当时大权在握的安东尼对他显出的傲慢——安东尼既未前来会见刚抵达的恺撒之子,亦未派人前来问候。但他劝解平息了他们的这些担忧,表示自己将亲自前往拜见安东尼,如同年轻者拜见年长者、平民拜见执政官一样,并且会对元老院给予应有的礼遇。他还指出,那道法令之所以成立,是因为当时尚无人追究凶手;可一旦有人敢于起诉,民众定会鼎力相助,元老院亦会以其合法而相助,神明亦会以其正义而相助,安东尼或许也会相助。如果他蔑视并放弃遗产与被收养的权利,那不仅是背弃恺撒,更是剥夺了民众应得的赏赐。 在演说的最后,他激昂地脱口宣称:如果他从众人中被恺撒选中承受如此大业,能够表现得配得上那位毕生最敢于涉险的恺撒,那么对自己而言,不仅历经险阻,哪怕身死亦是无上荣耀。他转向母亲,如同转向忒提斯一般,引用了当时在他心中最为鲜明的阿喀琉斯之语: “愿我立时死去,因为我未能守护被杀害的同伴!” 吟罢,他说对阿喀琉斯而言,这句诗乃是举世无双的不朽荣光,其事迹尤为如此;而他自己所呼唤的恺撒,不是同伴,而是父亲;不是袍泽,而是最高统帅;他并非按交战之法则阵亡,而是在元老院议事堂中惨遭非法肢解。
ἐφʼ οἷς αὐτὸν ἡ μήτηρ, ἐς ἡδονὴν ἐκ τοῦ δέους ὑπαχθεῖσα, ἠσπάζετο ὡς μόνον ἄξιον Καίσαρος καὶ λέγειν ἔτι ἐπισχοῦσα ἐπέσπερχεν ἐς τὰ ἐγνωσμένα σὺν τῇ τύχῃ. παρῄνει γε μὴν ἔτι τέχνῃ καὶ ἀνεξικακίᾳ μᾶλλον ἢ φανερᾷ θρασύτητί πω χρῆσθαι. καὶ ὁ Καῖσαρ ἐπαινέσας καὶ πράξειν ὑποσχόμενος οὕτως, αὐτίκα τῆς ἑσπέρας ἐς τοὺς φίλους περιέπεμπεν, ἐς ἕω συγκαλῶν ἕκαστον ἐς τὴν ἀγορὰν μετὰ πλήθους. ἔνθα Γάιον Ἀντώνιον τὸν ἀδελφὸν Ἀντωνίου, στρατηγοῦντα τῆς πόλεως, ὑπαντιάσας ἔφη δέχεσθαι τὴν θέσιν τοῦ Καίσαρος· ἔθος γάρ τι Ῥωμαίοις τοὺς θετοὺς ἐπὶ μάρτυσι γίγνεσθαι τοῖς στρατηγοῖς.4 ἀπογραψαμένων δὲ τῶν δημοσίων τὸ ῥῆμα, εὐθὺς ἐκ τῆς ἀγορᾶς ἐς τὸν Ἀντώνιον ἐχώρει. ὁ δὲ ἦν ἐν κήποις, οὓς ὁ Καῖσαρ αὐτῷ δεδώρητο Πομπηίου γενομένους. διατριβῆς δὲ ἀμφὶ τὰς θύρας πλείονος γενομένης ὁ μὲν Καῖσαρ καὶ τάδε ἐς ὑποψίαν Ἀντωνίου τῆς ἀλλοτριώσεως ἐτίθετο, εἰσκληθέντος δέ ποτε ἦσαν προσαγορεύσεις τε καὶ περὶ ἀλλήλων πύσματα εἰκότα.
听罢这番话,他的母亲转惧为喜,拥抱他,称唯有他才配做恺撒之子,制止他继续说下去,催促他顺应天命践行既定之策。不过她仍然告诫他:眼前务必多用智谋与忍耐,切勿轻举妄动、锋芒毕露。恺撒对此表示赞许,并答应依计而行,当晚便派人通报友人们,召集他们次日清晨各带随从在广场汇合。在广场上,他会见了担任城市法官的安东尼之弟盖乌斯·安东尼,公开宣布接受恺撒的收养——因为按照罗马风俗,养子须在法官作见证的情况下履行手续。公职书记官记录下这番声明后,他便径自离开广场前往安东尼处。当时安东尼正身处恺撒赐予他的、原属庞培的庄园中。恺撒在门外等候良久,心中亦将此归入对安东尼疏离态度的猜疑;但最终被召入内后,两人还是互致问候,依礼询问了彼此近况。
- 3212φανερᾶς μὲν ἐπιβουλῆς ὢν ἀμείνων διὰ τὸ πλῆθος, ἐνέδρας δὲ διʼ αὐτὸ καὶ μάλιστα ὑφορώμενος
形容词 ἀμείνων 后接属格(φανερᾶς ἐπιβουλῆς),表示比较与优越之意,即“对公然的阴谋占有优势/足以防备”。而后半句的 διʼ αὐτό(“正因如此”,即正因这庞大的人群)由介词 διά 加宾格构成,表示原因,形成一种对比:人数众多固然使他免受公开袭击,却也正因鱼龙混杂而让他对暗中的伏击格外警惕。
- 3212ἀνατιθέμενος ἐν τῷ παρόντι ἀπέπεμπεν
动词 ἀνατίθημι 的中动态分词 ἀνατιθέμενος 在此处为习惯用法,意为“推迟、暂缓”。这表明奥克塔维乌斯并未断然拒绝老兵们复仇的提议,而是暂时搁置、安抚后将其遣回。
- 3213Ἀπερρήγνυ τε λήγων τοῦ λόγου, ὅτι μὴ κινδυνεύειν οἱ καλὸν εἴη μόνον
动词 ἀπορρήγνυμι(此处为未完成过去时 ἀπερρήγνυ)意为情绪激动地“脱口而出、激昂陈词”。随后的 ὅτι 从句引入间接引语,因主句为过去时态而使用斜法希求法(εἴη)。此外,μὴ ... μόνον, ἀλλὰ καί(“不仅……而且……”)中使用否定词 μή 而非 οὐ,属于古典后期(帝国时期)希腊语在间接引语 ὅτι 从句(尤多见于斜法希求法)中以 μή 代替 οὐ 的语法现象。
- 3214ἔθος γάρ τι Ῥωμαίοις τοὺς θετοὺς ἐπὶ μάρτυσι γίγνεσθαι τοῖς στρατηγοῖς
这是由无人称名词短语 ἔθος [ἐστὶ] Ῥωμαίοις(“罗马人有一种习俗”)所引导的“宾格加不定式”结构。不定式 γίγνεσθαι 的逻辑主语为 τοὺς θετούς(“养子们”)。介词短语 ἐπὶ μάρτυσι τοῖς στρατηγοῖς 中,ἐπί 接与格表示“在……的见证下”,指在长官(法官)面前履行收养登记的法定程序。
