- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3217-3218
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
屋大维要求安东尼在惩治刺客一事上予以配合,并索还遗产中用于向民众发放赏金的铸造金币;安东尼则驳斥了统治权世袭的主张,并坚称唯有自己的举措才保全了恺撒的名誉与遗产。
ἐς δὲ τὸ μέλλον, ὦ Ἀντώνιε, πρὸς θεῶν τε φιλίων καὶ πρὸς αὐτοῦ σοι Καίσαρος, εἰ μέν τι καὶ τῶν γεγονότων μεταθέσθαι θέλεις (δύνασαι γάρ, εἰ θέλεις)· εἰ δὲ μή, τά γε λοιπὰ τοὺς φονέας ἀμυνομένῳ μοι μετὰ τοῦ δήμου καὶ τῶνδε τῶν ἔτι μοι πατρικῶν φίλων συνίστασθαι καὶ συνεργεῖν·1 εἰ δέ σε τῶν ἀνδρῶν τις ἢ τῆς βουλῆς αἰδὼς ἔχει, μὴ ἐπιβαρεῖν. καὶ τάδε μὲν ἀμφὶ τούτων· οἶσθα δʼ, ὅπως ἔχει μοι καὶ τὰ οἴκοι, δαπάνης τε ἐς τὴν διανομήν, ἣν ὁ πατὴρ ἐκέλευσε τῷ δήμῳ δοθῆναι, καὶ ἐπείξεως ἐς αὐτήν, ἵνα μὴ βραδύνων ἀχάριστος εἶναι δοκοίην μηδʼ ὅσοι καταλεχθέντες εἰς τὰς ἀποικίας ἐπιμένουσι τῇ πόλει, διʼ ἐμὲ τρίβοιντο. ὅσα δὴ τῶν Καίσαρος εὐθέως ἐπὶ τῷ φόνῳ πρὸς σὲ μετενήνεκται ὡς ἐπʼ ἀσφαλὲς ἐξ ἐπικινδύνου τότε οἰκίας, τὰ μὲν κειμήλια αὐτῶν καὶ τὸν ἄλλον ἅπαντα κόσμον ἔχειν ἀξιῶ σε καὶ ὅσα ἂν ἐθέλῃς ἄλλα παρʼ ἡμῶν ἐπιλαβεῖν, ἐς δὲ τὴν διανομὴν ἀποδοῦναί μοι τὸ χρυσίον τὸ ἐπίσημον, ὃ συνηθροίκει μὲν ἐς τοὺς πολέμους ἐκεῖνος, οὓς ἐπενόει, ἀρκέσει δʼ ἐμοὶ νῦν ἐς τριάκοντα μυριάδας ἀνδρῶν μεριζόμενον. τὰ δὲ λοιπὰ τῆς δαπάνης, εἰ μὲν θαρρήσαιμί σοι, παρὰ σοῦ ἂν ἴσως ἢ διὰ σοῦ δανεισαίμην ἐκ τῶν δημοσίων χρημάτων, ἂν διδῷς· διαπεπράσεται δὲ αὐτίκα καὶ ἡ οὐσία.”
“至于今后,安东尼啊,指着友谊诸神并凭着恺撒本人的名义,如果您愿意对过去的作为稍作纠正(只要您愿意,您是做得到的);即便不然,至少在今后,当我与民众以及这些至今仍是我父亲的朋友们一同向凶手复仇时,请您与我站在一起并予以协助;若是您对那些凶手或元老院心存顾忌,至少请不要妨碍我。关于这些事情就说到这里。您也知道我的私财现状:一方面是为了父亲嘱咐分发给民众的赏金所需的开支,另一方面是此事的紧迫性,免得我因迟延而被视作忘恩负义,也免得那些被编入殖民名单而留滞城中的人们因我而耗费时光。在行刺发生后立即从当时危险的宅邸如同送往安全之处一般转移到您那里的恺撒财物,其中的传家珍宝和所有其他装饰品,我同意由您保留,您若还想从我们这里拿走别的,我也悉听尊便;但为了发放赏金,请把铸好的金币归还给我。那本是他为预想中的战事所积蓄的,而现在分给三十万人,于我而言已足够了。至于其余开支,如果我能信赖您,或许在您准许之下,我可向您本人或通过您从公款中借贷;而遗产本身也将立即予以变卖拍卖。”
τοιαῦτα τοῦ Καίσαρος εἰπόντος ὁ Ἀντώνιος κατεπλάγη, τῆς τε παρρησίας καὶ τῆς εὐτολμίας παρὰ δόξαν οἱ πολλῆς καὶ παρʼ ἡλικίαν φανείσης· χαλεψάμενος δὲ τοῖς τε λόγοις οὐχ ὅσον ἔδει τὸ πρέπον ἐς αὐτὸν ἐσχηκόσι καὶ μάλιστα τῶν χρημάτων τῇ ἀπαιτήσει, αὐστηρότερον αὐτὸν ὧδε ἠμείψατο· “εἰ μὲν ὁ Καῖσάρ σοι μετὰ κλήρου καὶ τῆς ἐπωνυμίας, ὦ παῖ, καὶ τὴν ἡγεμονίαν κατέλιπεν, εἰκὸς σὲ τῶν κοινῶν τοὺς λογισμοὺς αἰτεῖν κἀμὲ ὑπέχειν. εἰ δὲ οὐδενί πω Ῥωμαῖοι τὴν ἡγεμονίαν ἔδοσαν ἐκ διαδοχῆς, οὐδὲ τῶν βασιλέων, οὓς ἐκβαλόντες ἐπώμοσαν μηδʼ ἄλλων ἔτι ἀνέξεσθαι, (ὃ καὶ τῷ πατρί σου μάλιστα οἱ φονεῖς ἐπιλέγοντες φασὶν ἀνελεῖν αὐτὸν βασιλιζόμενον, οὐχ ἡγούμενον ἔτι), ἐμοὶ μὲν οὐδʼ ἀποκρίσεως δεῖ πρὸς σὲ περὶ τῶν κοινῶν, τῷ δʼ αὐτῷ λόγῳ καὶ σὲ κουφίζω, μὴ χάριν ὀφείλειν2 ἡμῖν ἐπʼ αὐτοῖς. ἐπράσσετο γὰρ οὐ σοῦ χάριν, ἀλλὰ τοῦ δήμου, πλὴν ἑνὸς τοῦ μεγίστου δὴ μάλιστα πάντων ἔς τε Καίσαρα καὶ σὲ ἔργου. εἰ γὰρ τοῦ κατʼ ἐμαυτὸν ἕνεκα ἀδεοῦς καὶ ἀνεπιφθόνου περιεῖδον ἐγὼ τιμὰς ψηφιζομένας τοῖς φονεῦσιν ὡς τυραννοκτόνοις, τύραννος ὁ Καῖσαρ ἐγίγνετο,3 ᾧ μήτε δόξης μήτε τιμῆς τινος ἢ τῶν ἐγνωσμένων βεβαιώσεως ἔτι μετῆν. οὐ διαθήκας εἶχεν ἄν, οὐ παῖδα, οὐκ οὐσίαν, οὐκ αὐτὸ τὸ σῶμα ταφῆς ἀξιούμενον, οὐδὲ ἰδιώτου· ἄταφα γὰρ οἱ νόμοι τὰ σώματα τῶν τυράννων ὑπερορίζουσι καὶ τὴν μνήμην ἀτιμοῦσι καὶ δημεύουσι τὴν περιουσίαν.
恺撒这番话说完,安东尼大为惊骇,因为对方的坦率与胆魄出人意料地显露无遗,且远远超出了其年龄;安东尼对这些未给予他应有尊重的言辞感到恼火,尤其是对讨还钱财的要求深感不悦,于是更为严厉地回答道: “年轻人,如果恺撒在留下遗产和名号的同时,把国家的统治权也留给了你,那么你要求查核国务账目、我向你汇报,自是理所应当。但倘若罗马人从不曾以世袭方式将统治权授予任何人,就连对诸王中的任何一位也不曾如此,将其驱逐后还起誓绝不再容忍其他人——这也正是刺客们加诸你父亲身上的最大指控,声称他们杀死他,是因为他行若王者而非执政长官——那么在公事上我根本无需向你作答;出于同样的道理,我也免除你在此类事情上对我们的感激之情。因为那些事并非为了你,而是为了民众而做的——只有一件对恺撒和你而言绝顶重要的大功除外。因为如果我单为了自身的安全与免遭怨尤,就放任将荣誉表决给作为诛除僭主者的凶手,那么恺撒就会沦为僭主,他将不再享有任何声誉、任何荣誉,其生前的法令决议也得不到确认。他不会有遗嘱,不会有儿子,不会有财产,甚至连他的遗体也不会获得安葬的资格,哪怕像普通平民那样也不可能;因为法律规定要将僭主的尸首抛于境外不予埋葬,玷辱其名声,并没收其财产。”
- 3217συνίστασθαι καὶ συνεργεῖν
不定式在此表示祈使或恳求语气(命令式不定式)。承接前面的条件从句 εἰ δὲ μή,不定式 συνίστασθαι、συνεργεῖν 以及随后的 μὴ ἐπιβαρεῖν 独立充当命令动词的作用,而省去了统领的限定动词。
- 3218μὴ χάριν ὀφείλειν
依附于表示免除、减轻负担的动词 κουφίζω(“免除、卸除负担”)的补足不定式。伴随含有免除、阻止或否定意味的动词,不定式通常带有赘用否定词 μή,意为“免除你报恩的义务”。
- 3218τύραννος ὁ Καῖσαρ ἐγίγνετο,
非真实条件句的归结从句(apodosis)中,未完成过去时 ἐγίγνετο 未带小词 ἄν。这种省略强调了在假定条件(εἰ ... περιεῖδον)成立的情况下,恺撒必然且立即被定性为僭主的结果不可避免。
