- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:3215-3216
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
奥克塔维乌斯与安东尼会面,在称赞其阻挠对刺客奖赏的同时,严厉斥责其给予刺客大赦、提供人质担保以及承认其行省统治权的妥协行径。
ὡς δὲ ἤδη λέγειν ἔδει περὶ ὧν ἦσαν ἐν χρείᾳ, ὁ Καῖσαρ εἶπεν· “ἐγὼ δέ, πάτερ Ἀντώνιε (πατέρα γὰρ εἶναι σέ μοι δικαιοῦσιν αἵ τε Καίσαρος ἐς σὲ εὐεργεσίαι καὶ ἡ σὴ πρὸς ἐκεῖνον χάρις), τῶν σοι πεπραγμένων ἐπʼ ἐκείνῳ τὰ μὲν ἐπαινῶ καὶ χάριν αὐτῶν ὀφλήσω, τὰ δʼ ἐπιμέμφομαι, καὶ λελέξεται μετὰ παρρησίας, ἐς ἣν ἡ λύπη με προάγει. κτεινομένῳ μὲν οὐ παρῆς,1 τῶν φονέων σε περισπασάντων περὶ θύρας, ἐπεὶ περιέσῳζες ἂν αὐτὸν ἢ συνεκινδύνευες ὅμοια παθεῖν· ὧν εἰ θάτερον ἔμελλεν ἔσεσθαι, καλῶς, ὅτι μὴ παρῆς. ψηφιζομένων δέ τινων αὐτοῖς ὡς ἐπὶ τυράννῳ γέρα ἀντεῖπας ἐγκρατῶς· καὶ τοῦδέ σοι χάριν οἶδα λαμπράν, εἰ καὶ τοὺς ἄνδρας ἔγνως συνανελεῖν σε βεβουλευμένους, οὐχ, ὡς ἡμεῖς ἡγούμεθα, τιμωρὸν ἐσόμενον Καίσαρι, ἀλλʼ, ὡς αὐτοὶ λέγουσι, τῆς τυραννίδος διάδοχον. ἅμα δʼ οὐκ ἦσαν ἐκεῖνοι τυραννοκτόνοι, εἰ μὴ καὶ φονεῖς ἦσαν· διὸ καὶ ἐς τὸ Καπιτώλιον συνέφυγον ὡς ἐς ἱερὸν ἁμαρτόντες ἱκέται ἢ ὡς ἐς ἀκρόπολιν ἐχθροί. πόθεν οὖν αὐτοῖς ἀμνηστία καὶ τὸ ἀνεύθυνον τοῦ φόνου, ἢ τῆς βουλῆς καὶ τοῦ δήμου εἴ τινες ἐφθάρατο ὑπʼ ἐκείνων; καὶ σὲ τὸ τῶν πλεόνων ὁρᾶν ἐχρῆν, ὕπατον ὄντα. ἀλλὰ καὶ θάτερα βουλομένῳ σοι ἡ ἀρχὴ συνελάμβανε, τιμωρουμένῳ τηλικοῦτον ἄγος καὶ τοὺς πλανωμένους μεταδιδάσκοντι. σὺ δὲ καὶ ὅμηρα τῆς ἀδείας, οἰκεῖα αὐτοῦ σοῦ, τοῖς ἀνδροφόνοις ἔπεμψας ἐς τὸ Καπιτώλιον. ἀλλʼ ἔστω καὶ ταῦτα τοὺς διεφθαρμένους σε βιάσασθαι. ὅτε μέντοι τῶν διαθηκῶν ἀναγνωσθεισῶν καὶ αὐτοῦ σοῦ δίκαιον ἐπιτάφιον εἰπόντος ὁ δῆμος ἐν ἀκριβεῖ Καίσαρος μνήμῃ γενόμενοι πῦρ ἐπʼ αὐτοὺς ἔφερον, καὶ φεισάμενοι χάριν τῶν γειτόνων ἐς τὴν ἐπιοῦσαν ἥξειν ἐπὶ ὅπλα συνέθεντο, πῶς οὐχὶ τῷ δήμῳ συνέπραξας καὶ ἐστρατήγησας τοῦ πυρὸς ἢ τῶν ὅπλων ἢ δίκην γε τοῖς ἀνδροφόνοις ἐπέγραψας, εἰ δίκης ἔδει κατὰ αὐτοφώρων, καὶ φίλος ὢν Καίσαρι καὶ ὕπατος καὶ Ἀντώνιος;
当终于到了不得不陈述来意之时,恺撒开口说道: “安东尼父亲(因为恺撒对您的恩遇,以及您对他的情谊,使我有充分理由称您为父),在您就他去世后所做的一系列事情中,有些我表示赞赏并将铭记恩情,而有些我则深表责怪;悲痛促使我毫无隐瞒地直言相告。当他遇害之时,由于刺客们在门旁将您拉开,您未在现场;因为如果您在场,定会救他脱险,或是与他一同冒遭受同等命运的危险。若这两者必居其一,那么您当时不在场实属幸事。及至有人提议像对待诛除僭主者那样向他们授予奖赏时,您坚决予以反对;对此我深表感激,即使您得知那些人曾密谋连您一并除掉,并不是像我们所认为的那样因为您会替恺撒复仇,而是像他们自己所说的那样因为您会成为僭主统治的继承人。然而,他们若不是杀人凶手,就绝非诛除僭主者;因此他们逃往卡庇托利乌姆山,正如犯罪的请愿者避入神庙,又如仇敌据守堡垒。那么,他们究竟凭什么获得特赦和不予追究杀人罪责的豁免,难道不是由于元老院和平民中有某些人被他们收买了么?而身为执政官的您,本应顾及大多数人的意志。即使您意在惩治,您的职权也足以为您撑腰,去惩罚这等滔天大罪并教导纠正那些误入歧途之人。然而,您竟然把自己身边的亲属作为人质送到卡庇托利乌姆山的凶手们手中,以担保他们的安全。 退一步说,就算这些也是受那些被收买之人的逼迫所致吧。然而,当遗嘱宣读完毕、您自己发表了公正的葬礼演说之后,民众因对恺撒刻骨铭心的怀念而手持火把冲向凶手,且为了邻里房屋的安全而暂且罢休、相约次日持兵器卷土重来之时,您为何不与民众合力,统率火把与武装,或者——即便对待人赃俱获的现行犯需要审讯——向凶手们提起诉讼呢?您可是恺撒的至交、执政官,而且是安东尼本人啊!
ἀλλὰ Μάριος μὲν ἐξ ἐπιτάγματος ἀνῃρέθη κατὰ τὸ τῆς ἀρχῆς μέγεθος, ἀνδροφόνους δὲ ἐκφυγεῖν ὑπερεῖδες καὶ ἐς ἡγεμονίας ἐνίους διαδραμεῖν, ἃς ἀθεμίστως ἔχουσι τὸν δόντα ἀνελόντες. Συρίαν μὲν δὴ καὶ Μακεδονίαν εὖ ποιοῦντες οἱ ὕπατοι, σὺ καὶ Δολοβέλλας, καθισταμένων ἄρτι τῶν πραγμάτων περιεσπάσατε ἐς ἑαυτούς. καὶ τοῦδέ σοι χάριν ᾔδειν ἄν, εἰ μὴ αὐτίκα Κυρήνην καὶ Κρήτην αὐτοῖς ἐψηφίσασθε καὶ φυγάδας ἠξιώσατε ἡγεμονίαις αἰεὶ κατʼ ἐμοῦ δορυφορεῖσθαι· Δέκμον τε τὴν ἐγγὺς Κελτικὴν ὑπερορᾶτε ἔχοντα, καὶ τόνδε τοῖς ἄλλοις ὁμοίως αὐθέντην τοὐμοῦ πατρὸς γενόμενον. ἀλλὰ καὶ τάδε τὴν βουλὴν ἐρεῖ τις ἐγνωκέναι. σὺ δʼ ἐπεψήφιζες καὶ προυκάθησο τῆς βουλῆς, ᾧ μάλιστα πάντων ἥρμοζε διὰ σαυτὸν ἀντειπεῖν· τὸ γὰρ ἀμνηστίαν δοῦναι τὴν σωτηρίαν ἦν ἐκείνοις χαριζομένων μόνον, τὸ δὲ ἡγεμονίας αὖθις ψηφίζεσθαι καὶ γέρα ὑβριζόντων Καίσαρα καὶ τὴν σὴν γνώμην ἀκυρούντων.2 ἐπὶ τάδε με δὴ τὸ πάθος ἐξήνεγκε παρὰ τὸ ἁρμόζον ἴσως ἐμοὶ τῆς τε ἡλικίας καὶ τῆς πρὸς σὲ αἰδοῦς. εἴρηται δʼ ὅμως ὡς ἐς ἀκριβέστερον φίλον Καίσαρι καὶ πλείστης ὑπʼ ἐκείνου τιμῆς καὶ δυνάμεως ἠξιωμένον καὶ τάχα ἂν αὐτῷ καὶ θετὸν γενόμενον, εἰ ᾔδει σε δεξόμενον Αἰνεάδην ἀντὶ Ἡρακλείδου γενέσθαι· τοῦτο γὰρ αὐτὸν ἐνδοιάσαι, πολὺν τῆς διαδοχῆς λόγον ποιούμενον.3
然而,(假)马略尚且按照执政官职权的威严被下令处决,您却对凶手们的潜逃视而不见,放任其中一些人奔赴行省督署,而他们在杀害了赐予者之后,竟仍非法据有这些职位。对于叙利亚和马其顿,您与多拉贝拉作为执政官,在局势刚开始平定之际将其转归己有,这固然做得极好。若非你们随即把昔兰尼和克里特表决给他们,并赞同让这些流亡者始终受行省统治权护卫以对抗我,我本会对您感激不尽;而且你们还容忍德基穆斯占领近邻的高卢,而他与其他凶手一样,是我父亲的亲手行刺者。或许有人会说,这也是元老院的决议。但当时正是您主持元老院并交付表决,最应当为了自身利益出面反对的人恰恰就是您!因为给予大赦,只是宽恕他们性命之人的作为;而再次为他们表决行省统治权与荣誉,则是凌辱恺撒、废除您自身主张之人的行径。 确实,是我的悲愤冲动使我吐露了这些话,这或许有悖于我的年龄以及我对您的敬畏。然而,我这番话终究是对一位恺撒更为亲密的朋友所说的,您蒙他赐予最高的荣誉与权势,倘若他确信您甘愿成为埃涅阿斯的后裔而非赫拉克勒斯的子孙,您或许早已成为他的养子了;因为他十分看重继承人的名分,正是在这一点上曾有所顾虑。”
- 3215ὧν εἰ θάτερον ἔμελλεν ἔσεσθαι, καλῶς, ὅτι μὴ παρῆς
副词 καλῶς 之后省略了谓语动词 ἔχει 或 ἐγένετο。ὅτι 引导的从句(“您未在场这件事/因为您未在场”)作其主语或表原因。在表示既定事实的 ὅτι 从句中使用了否定词 μή 而非 οὐ,这是受到主观评价与假设色彩影响的希腊语修辞用法。
- 3216τὸ γὰρ ἀμνηστίαν δοῦναι τὴν σωτηρίαν ἦν ἐκείνοις χαριζομένων μόνον, τὸ δὲ ἡγεμονίας αὖθις ψηφίζεσθαι καὶ γέρα ὑβριζόντων Καίσαρα καὶ τὴν σὴν γνώμην ἀκυρούντων
带冠词不定词短语 τὸ ... δοῦναι 与 τὸ ... ψηφίζεσθαι 分别担任前后两分句的主语。分词属格 χαριζομένων 以及 ὑβριζόντων ... ἀκυρούντων 与动词 ἦν 搭配,充当表特征或属性的谓语属格,意为“是……之人的作为/本分”。
- 3216τοῦτο γὰρ αὐτὸν ἐνδοιάσαι, πολὺν τῆς διαδοχῆς λόγον ποιούμενον
此处使用了宾格不定词结构(αὐτὸν ἐνδοιάσαι),以后续的间接引语补充前句内容。即使在带有连词 γάρ 的独立解释句中依然采用不定词,体现了转述或推测性语气的句法延续(“因为据说他正是在此点上有所迟疑”)。
