- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:314-315
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安东尼在引起民众愤恨的同时博得元老院欢心,因提议召回小庞培而备受赞誉;他借自卫之名征募了由六千名精锐百夫长组成的卫队,并利用和篡改恺撒的公文备忘录以培植私人势力。
καὶ ὁ μὲν τάραχος ἐπέπαυτο, μῖσος δὲ ἄρρητον ἐξ ἀρρήτου εὐνοίας τοῦ δήμου πρὸς τὸν Ἀντώνιον ἐγήγερτο. ἡ βουλὴ δʼ ἔχαιρον ὡς οὐκ ἂν ἑτέρως ἐν ἀδεεῖ περὶ τῶν ἀμφὶ τὸν Βροῦτον γενόμενοι.1 ὡς δὲ καὶ Σέξστον Πομπήιον ὁ Ἀντώνιος, τὸν Πομπηίου Μάγνου περιποθήτου πᾶσιν ἔτι ὄντος, εἰσηγήσατο καλεῖν ἐξ Ἰβηρίας, πολεμούμενον ἔτι πρὸς τῶν Καίσαρος στρατηγῶν, ἀντί τε τῆς πατρῴας οὐσίας δεδημευμένης ἐκ τῶν κοινῶν αὐτῷ δοθῆναι μυριάδας Ἀττικῶν δραχμῶν πεντακισχιλίας, εἶναι δὲ καὶ στρατηγὸν ἤδη τῆς θαλάσσης, καθὼς ἦν καὶ ὁ πατὴρ αὐτοῦ, καὶ ταῖς Ῥωμαίων ναυσὶν αὐτίκα ταῖς πανταχοῦ χρῆσθαι εἰς τὰ ἐπείγοντα, θαυμάζουσα ἕκαστα ἡ βουλὴ μετὰ προθυμίας ἐξεδέχετο καὶ τὸν Ἀντώνιον ἐπὶ ὅλην εὐφήμουν ἡμέραν· οὐ γάρ τις αὐτοῖς ἐδόκει Μάγνου γενέσθαι δημοκρατικώτερος, ὅθεν οὐδὲ περιποθητότερος ἦν. ὅ τε Κάσσιος καὶ ὁ Βροῦτος, ἐκ τῆς στάσεως ὄντε τῆς Μάγνου καὶ πᾶσι τότε τιμιωτάτω, τὴν σωτηρίαν ἐδόκουν ἕξειν ἀσφαλῆ καὶ τὴν γνώμην ὧν ἐπεπράχεσαν ἐγκρατῆ, καὶ τὴν δημοκρατίαν ἐς τέλος ἐπάξεσθαι, τῆς μοίρας σφῶν ἀνισχούσης. ἃ καὶ Κικέρων συνεχῶς ἐπῄνει τὸν Ἀντώνιον·2 καὶ ἡ βουλὴ συγγινώσκουσα αὐτῷ διὰ σφᾶς ἐπιβουλεύοντα τὸν δῆμον ἔδωκε φρουρὰν περιστήσασθαι περὶ τὸ σῶμα, ἐκ τῶν ἐστρατευμένων καὶ ἐπιδημούντων ἑαυτῷ καταλέγοντα.
骚乱至此平息,但民众对安东尼原本无以复加的好感,却激化为无以复加的仇恨。然而元老院却欣喜万分,认为若非如此,布鲁图斯一派绝无可能获得安全。更有甚者,当安东尼提议从伊比利亚召回塞克斯图斯·庞培——他是至今仍受所有人深切怀念的庞培·马格努斯之子,当时仍遭恺撒的将领们攻打——并提议从国库中拨出五千万阿提卡德拉克马作为赔偿,以抵偿其被没收的父产,且立即任命他为海上最高指挥官,正如其父昔日那样,并为了应急之需立即可在各地调遣罗马的一切舰队时,元老院对每一项提议都赞赏不已,欣然接受,整整一天都在称颂安东尼。因为在他们看来,无人比马格努斯更为共和派,因此也无人比他更受深切怀念。卡西乌斯和布鲁图斯因本属马格努斯派系,且当时受所有人极高尊崇,也以为自己的安全已确凿无疑,自己所为之事的意图已告稳固,而在他们命运上升之际,共和国最终必将确立。因这些缘故,西塞罗亦不断称赞安东尼;而元老院体谅到民众是因为元老院的缘故才图谋加害于安东尼,便准许他在身旁设立卫队,从曾在军中服役且现居城内的退伍兵中为自己征募。
ὁ δέ, εἴτε εἰς τοῦτο αὐτὸ πάντα πεπραχὼς εἴτε τὴν συντυχίαν ὡς εὔχρηστον ἀσπασάμενος τὴν φρουρὰν κατέλεγεν, αἰεὶ προστιθεὶς μέχρι ἐς ἑξακισχιλίους, οὐκ ἐκ τῶν γινομένων ὁπλιτῶν, οὓς εὐμαρῶς ἂν ἐν ταῖς χρείαις ᾤετο ἕξειν καὶ ἑτέρωθεν, ἀλλὰ πάντας λοχαγοὺς ὡς ἡγεμονικούς τε καὶ ἐμπειροπολέμους καί οἱ γνωρίμους ἐκ τῆς στρατείας τῆς ὑπὸ Καίσαρι· ταξιάρχους δʼ αὐτοῖς ἐς τὸν πρέποντα κόσμον ἐξ αὐτῶν ἐκείνων ἐπιστήσας ἦγεν ἐν τιμῇ καὶ κοινωνοὺς ἐποιεῖτο τῶν φανερῶν βουλευμάτων. ἡ δὲ βουλὴ τό τε πλῆθος αὐτῶν καὶ τὴν ἐπίλεξιν ἐν ὑπονοίᾳ τιθέμενοι συνεβούλευον τὴν φρουρὰν ὡς ἐπίφθονον ἐς τὸ ἀρκοῦν ἐπαναγαγεῖν. ὁ δὲ ὑπισχνεῖτο ποιήσειν, ὅταν σβέσῃ τοῦ δήμου τὸ ταραχῶδες. ἐψηφισμένον δʼ εἶναι κύρια,3 ὅσα Καίσαρι πέπρακτό τε καὶ γενέσθαι βεβούλευτο, τὰ ὑπομνήματα τῶν βεβουλευμένων ὁ Ἀντώνιος ἔχων καὶ τὸν γραμματέα τοῦ Καίσαρος Φαβέριον ἐς πάντα οἱ πειθόμενον, διότι καὶ ὁ Καῖσαρ τὰ τοιάδε αἰτήματα ἐς τὸν Ἀντώνιον ἐξιὼν ἀνετίθετο, πολλὰ ἐς πολλῶν χάριν προσετίθει καὶ ἐδωρεῖτο πόλεσι καὶ δυνάσταις καὶ τοῖσδε τοῖς ἑαυτοῦ φρουροῖς· καὶ ἐπεγράφετο μὲν πᾶσι τὰ Καίσαρος ὑπομνήματα, τὴν δὲ χάριν οἱ λαβόντες ᾔδεσαν Ἀντωνίῳ. τῷ δὲ αὐτῷ τρόπῳ καὶ ἐς τὸ βουλευτήριον πολλοὺς κατέλεγε καὶ ἄλλα τῇ βουλῇ διʼ ἀρεσκείας ἔπρασσεν, ἵνα μὴ φθονοῖεν ἔτι τῆς φρουρᾶς.
安东尼不知究竟是一切全为此目的而设,抑或只是将这一偶合之机视作顺手之便而加以利用,便着手征募卫队,不断增添人手,直至达六千人。他并未从寻常步兵中挑选——他认为若有需要,轻易即可从他处获得寻常步兵——而是全部挑选百夫长,因他们具统率才能、久经战阵,且在恺撒麾下的征战中为他所熟知。为了确立得当的规制,他从这些人内部指定长官统率他们,对他们礼遇有加,并让他们参与公开的谋划。然而元老院对他们的人数及选拔方式产生怀疑,建议他将卫队缩减至合度的人数,以免招致怨恨。安东尼许诺待平息民众的骚乱倾向后便照办。此外,由于此前已有决议,凡恺撒已推行及决意实施之事皆属有效,安东尼掌握着这些决意事项的备忘录,且恺撒的秘书法贝里乌斯在一切事上对他唯命是从——亦因恺撒出发前将此类请托交付安东尼处理——安东尼便为了讨好众人而增添了许多条款,大肆赏赐诸城邦、诸统治者以及自己的这批卫兵;凡此种种虽皆冠以恺撒备忘录的名义,受惠者却深感安东尼的恩德。以同样的方式,他还将许多人登记补入元老院,并推行其他取悦元老院的举措,好让他们不再嫉恨他的这支卫队。
- 314ἡ βουλὴ δʼ ἔχαιρον ὡς οὐκ ἂν ἑτέρως ἐν ἀδεεῖ περὶ τῶν ἀμφὶ τὸν Βροῦτον γενόμενοι.
集合名词 ἡ βουλή(阴性单数)通过意念一致(constructio ad sensum)搭配了复数动词 ἔχαιρον 及阳性复数分词 γενόμενοι。此外,ὡς + 分词 + ἄν 表示带有与过去事实相反的虚拟/反事实推断的主观理由(“认为若非如此,布鲁图斯一派绝无可能获得安全”)。
- 314ἃ καὶ Κικέρων συνεχῶς ἐπῄνει τὸν Ἀντώνιον
中性复数关系代词 ἅ 指代前文所述的整个局势,作为内在/状语性对格(表示理由或范围)与 ἐπῄνει 搭配(“因这些缘故/在这些方面西塞罗亦不断称赞安东尼”),并与人称直接宾语 τὸν Ἀντώνιον 共同构成双对格性质的结构。
- 315ἐψηφισμένον δʼ εἶναι κύρια
ἐψηφισμένον 为非人称分词的绝对对格(accusative absolute),表示伴随情况或原因(“鉴于已被决议……”)。其逻辑主语为后文由 ὅσα 引导的分句,εἶναι κύρια 则充当表语性不定式。
