← 阿庇安

内战记

§31392-31394

凯撒和平进占罗马与当选执政官

得知元老院撤回决议后,凯撒率军进逼罗马,未遇抵抗便占领全城,元老院的守军亦倒戈归附。夜间关于军团哗变的假消息短暂愚弄了元老院与西塞罗;凯撒随后展现宽容,顺利当选执政官,并依照库里亚法正式确立了收养关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31392

Καίσαρι δὲ ἔτι τῶν πρέσβεων ἐντυγχανόντων τὰ μετεψηφισμένα ἀγγέλλεται· καὶ αὐτὸν οἱ πρέσβεις ἀπολιπόντες ἀνέστρεφον ὑπὸ αἰδοῦς. ὁ δὲ τῷ στρατῷ μᾶλλον ἔτι παρωξυμμένῳ κατὰ σπουδὴν ἐχώρει, σὺν φόβῳ μή τι πάθοιεν αἱ γυναῖκες· ἔς τε τὸν δῆμον τεθορυβημένον ἱππέας ἔπεμψεν ἀτρεμεῖν ἐπικελεύων, καὶ τεθηπότων πάντων τὰ πέραν τοῦ Κυριναλίου λόφου κατέλαβεν, οὐδενὸς ἐς χεῖρας ἐλθεῖν ἢ κωλύειν ὑποστάντος. ἦν τε αὖθις ἑτέρα θαυμάσιος ἄφνω μεταβολή, θεόντων ἐς αὐτὸν τῶν ἐπιφανῶν καὶ προσαγορευόντων· ἔθει δὲ καὶ ὁ δημότης λεὼς καὶ τὴν εὐταξίαν τῶν στρατιωτῶν ὡς εἰρηνικὴν ἀπεδέχοντο. ὁ δὲ τὸν στρατόν, ἔνθαπερ ἦν, ἀπολιπὼν ἐχώρει τῆς ἐπιούσης πρὸς τὸ ἄστυ, φυλακὴν ἔχων ἀμφʼ αὑτὸν ἱκανήν. οἱ δὲ καὶ τότε ὑπήντων διʼ ὅλης τῆς ὁδοῦ κατὰ μέρη καὶ προσηγόρευον, οὐδὲν ἐνδέοντες ἢ φιλοφροσύνης ἢ θεραπείας ἀσθενοῦς.1 ἡ δὲ μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ ἐν τῷ τῆς Ἑστίας ἱερῷ μετὰ τῶν ἱερῶν παρθένων ἠσπάσαντο. καὶ τὰ τρία τέλη, τῶν στρατηγῶν ὑπεριδόντα, πρὸς αὐτὸν ἐπρέσβευε καὶ μετετίθετο· καὶ τῶν στρατηγῶν οἳ ἦρχον αὐτῶν, Κορνοῦτος μὲν ἑαυτὸν ἔκτεινεν, οἱ δʼ ἄλλοι σπονδῶν καὶ πίστεων ἔτυχον. Κικέρων τε τῶν σπονδῶν πυθόμενος ἔπραξε διὰ τῶν Καίσαρος φίλων ἐντυχεῖν αὐτῷ, καὶ ἐντυχὼν ἀπελογεῖτο καὶ τὴν εἰσήγησιν τῆς ὑπατείας ὑπερεπῇρεν, ἣν αὐτὸς ἐν τῇ βουλῇ πρότερον εἰσηγήσατο. ὁ δὲ τοσοῦτον ἀπεκρίνατο ἐπισκώπτων ὅτι τῶν φίλων αὑτῷ τελευταῖος ἐντυγχάνοι.2

正当使者们还在与凯撒会晤之际,元老院推翻前决的消息传来;使者们深感羞愧,离开他折返回去。凯撒率领着更加愤怒的军队急行军前进,心中唯恐那些妇人遭遇不测。他派遣骑兵奔向惊慌失措的民众,劝告他们切勿惊慌,并在众人瞠目结舌之际占领了奎里纳尔丘陵对面的区域,未有一人敢于交战或加以阻拦。随即再度出现了另一场令人惊异的骤变:显贵之人奔向他并向他致意,平民百姓亦纷纷赶来,对士卒严明的纪律视同和平而欣然接受。凯撒将大军留于原地,于次日带着充足的护卫向城内进发。民众此时仍在沿途各处成群结队地迎接他并向他致意,无论在表达亲善还是在竭尽卑顺迎合方面,都毫无所缺。他的母亲与姐妹在维斯塔神庙中与女祭司们一同向他迎候。原先的三个军团亦藐视其大法官的命令,向凯撒派出使节并倒戈归顺。在统领他们的诸位大法官中,科尔努图斯自尽,其余人则获得了休战协议与安全保证。西塞罗得知这一和解后,通过凯撒的朋友求见凯撒;会面时,他竭力为自己辩解,并极力夸大自己此前在元老院中提出推举凯撒为执政官的动议。凯撒仅讥诮地回应道,他是自己的朋友中最后一个前来拜会的人。

§31393

νυκτὸς δʼ ἄφνω δόξης γενομένης, ὅτι δύο τέλη Καίσαρος, τό τε Ἄρειον καὶ τὸ τέταρτον, μεταθοῖτο ἐς τὴν πόλιν ὡς διʼ ἐνέδρας ἐπὶ τὴν πατρίδα ἐπαχθέντα,3 οἱ στρατηγοὶ καὶ ἡ βουλὴ πάμπαν ἀταλαιπώρως ἐπίστευσαν, καίπερ ὄντος ἐγγυτάτω τοῦ στρατοῦ· νομίσαντές τε ἀνθέξειν αὐτοῖς οὖσιν ἀρίστοις πρὸς τὰ λοιπὰ τοῦ Καίσαρος, μέχρι τις ἑτέρωθεν αὑτοῖς ἰσχὺς ἐπιγένοιτο, νυκτὸς ἔτι Μάνιον Ἀκύλιον Κράσσον ἐς τὴν Πικηνίτιδα ἐξέπεμπον στρατὸν ἀθροίζειν, καὶ τῶν τινα δημάρχων Ἀπουλήιον ἐς τὸν δῆμον ἐποίουν τὸ εὐαγγέλιον ἐκφέρειν περιθέοντα. ἥ τε βουλὴ νυκτὸς ἐς τὸ βουλευτήριον συνέθεον, Κικέρωνος ἐπὶ ταῖς θύραις αὐτοὺς δεξιουμένου. ψευδοῦς δὲ τῆς δόξης φανείσης ἐν φορείῳ διέφυγεν.

夜间突生谣言,称凯撒的两个军团——即玛尔斯军团与第四军团——因发觉自己是受圈套诱使而向祖国进兵,已倒戈归顺罗马城。诸位大法官与元老院全不加审辨地轻信了这一消息,尽管敌军近在咫尺。他们以为凭借这两支最精锐的军团,足以抗衡凯撒的其余兵力,直至外援到来,于是趁夜派遣马尼乌斯·阿基利乌斯·克拉苏前往皮凯努姆招募兵力,并命保民官阿普莱乌斯在民众间奔走四处散播捷报。元老院议员们亦连夜赶赴议事堂,西塞罗在门前迎候他们。然而当这一传闻被证实为虚妄之后,西塞罗便乘坐轿子仓皇出逃。

§31394

ὁ δὲ Καῖσαρ ἐπιγελάσας αὐτοῖς τὸν μὲν στρατὸν ἐγγυτέρω τῆς πόλεως προήγαγεν, ἐς τὸ πεδίον τὸ καλούμενον Ἄρειον, τῶν δὲ στρατηγῶν τότε μὲν οὐδένα ἠμύνατο, οὐδὲ Κράσσον τὸν ἐς Πικήνην ἐκδραμόντα, καίπερ οἱ προσαχθέντα ὡς εἶχε ληφθεὶς ἐν σχήματι οἰκέτου, ἀλλὰ μεθῆκεν ἅπαντας ἐς δόξαν φιλανθρωπίας. οὐ πολὺ δὲ ὕστερον ἐπὶ θανάτῳ προυγράφησαν. τὰ χρήματα δέ, ὅσα τε κοινὰ ἦν ἐν τῷ Ἰανούκλῳ ἢ ἑτέρωθι καὶ ἄλλα συνενεχθῆναι κελεύσας, ὁπόσα Κικέρωνος ἐσηγουμένου πρότερον αὐτοῖς ἐπεγέγραπτο, διένειμεν ἀνὰ δισχιλίας καὶ πεντακοσίας δραχμὰς τῷ στρατῷ, καὶ τὸ ἐπίλοιπον ἐπιδώσειν ὑπέσχετο. καὶ τῆς πόλεως ὑπεξῆλθε, μέχρι χειροτονήσαιεν ὑπάτους αἱρετούς. αἱρεθεὶς δὲ αὐτὸς σὺν ᾧ περ ἐβούλετο Κοΐντῳ Πεδίῳ, ὃς τὸ μέρος αὐτῷ δεδώρητο τῆς Καίσαρος κληρονομίας, ἐς τὴν πόλιν αὖθις ὡς ὕπατος ἐσῄει, καὶ ἔθυε, δώδεκά οἱ γυπῶν φανέντων, ὅσους φασὶ καὶ Ῥωμύλῳ τὴν πόλιν οἰκίζοντι ὀφθῆναι. ἀπὸ δὲ τῶν θυσιῶν ἑαυτὸν εἰσεποιεῖτο τῷ πατρὶ αὖθις κατὰ νόμον κουριάτιον. ἔστι δʼ ἐπὶ τοῦ δήμου γίγνεσθαι τὴν θέσιν·4 κουρίας γὰρ ἐς μέρη τὰς φυλὰς ἢ τοὺς δήμους διαιροῦντες καλοῦσιν, ὡς Ἕλληνες, εἰκάζοντι φάναι, φατρίας. ἐπινομώτατος δʼ ἐστὶ Ῥωμαίοις ὁ τρόπος οὗτος ἐπὶ τῶν ἀπατόρων· καὶ δύνανται μάλιστα αὐτοὶ ἴσα τοῖς γνησίοις παισὶν ἄγειν τοὺς συγγενεῖς τῶν θεμένων καὶ ἀπελευθέρους.5 Γαΐῳ δʼ ἦν τά τε ἄλλα λαμπρὰ καὶ ἐξελεύθεροι πολλοί τε καὶ πλούσιοι, καὶ διὰ τόδʼ ἴσως μάλιστα ὁ Καῖσαρ ἐπὶ τῇ προτέρᾳ θέσει, κατὰ διαθήκας οἱ γενομένῃ, καὶ τῆσδε ἐδεήθη.

凯撒对此哂笑置之,将军队进驻至距城更近之处——即所谓的战神广场。当时他未向任何一位大法官问罪,亦未加害奔逃皮凯努姆、被捕时仍身着奴仆服饰被押送前来的克拉苏,反倒为了博取仁厚的声誉将众人悉数释放。然而不久之后,他们便被列入处死的公敌宣告名单之中。至于公共钱财,无论是雅尼库鲁姆山上的财物还是其他各处的款项,凯撒下令与此前在西塞罗提议下向他们课征的其余钱款一并汇集,向每名士卒分发了两千五百德拉克马,并许诺日后再补足余款。随后他退出罗马城,直至他们通过选举选出执政官。凯撒本人如愿当选,与他共同当选的同事是昆图斯·佩迪乌斯——此人曾将自己所分得的凯撒遗产份额赠予了他;随后,他以执政官的身份再次入城。他举行祭祀,当时有十二只秃鹰显现,据说与罗慕路斯建城时所见之数相同。祭祀之后,他依照库里亚法的规定,再次正式被其父收养。依照惯例,此种收养须在民众大会上进行;罗马人将部族或区划所分出的组成部分称为库里亚,若要打个比方,便相当于希腊人的胞族。对于失怙之人而言,这种方式是罗马人中最符合法律规范的收养制度;被收养者本人能够如亲生子嗣一般,统辖收养者的亲族与获释奴隶。盖乌斯·凯撒生前不仅功业卓著,且拥有众多富有的获释奴隶,这或许正是凯撒在先前根据遗嘱完成收养之外,又亟需通过此种收养程序的根本原因。

语法注5 条
  1. 31392οὐδὲν ἐνδέοντες ἢ φιλοφροσύνης ἢ θεραπείας ἀσθενοῦς

    分词 ἐνδέοντες 作伴随状语修饰主动词 προσηγόρευον,意为“毫不欠缺”,支配属格名词 φιλοφροσύνης 与 θεραπείας,由 ἢ... ἤ...(“无论在……还是在……”)连接。形容词 ἀσθενοῦς 原义为“软弱的、虚弱的”,在此处形容手无寸铁的民众在全副武装的胜利者面前所表现出的“卑屈的迎合”或“诚惶诚恐的奉承”。

  2. 31392ὅτι τῶν φίλων αὑτῷ τελευταῖος ἐντυγχάνοι

    由 ὅτι 引导的间接引语从句,因主句主动词为过去时(ἀπεκρίνατο),故从句谓语动词采用斜说希求法 ἐντυγχάνοι。属格 τῶν φίλων 是受最高级 τελευταῖος 支配的部分属格,表达了凯撒讥讽(ἐπισκώπτων)西塞罗是他所谓的“朋友”中最后一个前来拜会的人。

  3. 31393ὡς διʼ ἐνέδρας ἐπὶ τὴν πατρίδα ἐπαχθέντα

    中性复数主格分词 ἐπαχθέντα 与从句主语 δύο τέλη 一致。小词 ὡς 表述主观认定的动机或托辞,与介词短语 διʼ ἐνέδρας(“通过圈套/受欺骗”)连用,说明两军团倒戈的借口是“自觉受蒙骗才进兵祖国”。

  4. 31394ἔστι δʼ ἐπὶ τοῦ δήμου γίγνεσθαι τὴν θέσιν

    非人称动词 ἔστι(带不定式)表示“……是惯例/定规”,引导宾格加不定式结构(τὴν θέσιν γίγνεσθαι,“收养关系的建立发生于……”)。介词短语 ἐπὶ τοῦ δήμου 表处于权威机构前,即“在民众(大会)面前”。

  5. 31394δύνανται μάλιστα αὐτοὶ ἴσα τοῖς γνησίοις παισὶν ἄγειν τοὺς συγγενεῖς τῶν θεμένων καὶ ἀπελευθέρους

    动词 ἄγειν 在此处意为“统辖、管领”,支配宾格宾语 τοὺς συγγενεῖς τῶν θεμένων καὶ ἀπελευθέρους(“收养者的亲族与获释奴隶”)。副词短语 ἴσα τοῖς γνησίοις παισὶν(“与亲生子嗣等同”)说明了通过库里亚法进行的正式收养(adrogatio)所带来的法律效力,使养子享有同实子完全一致的宗族支配权与继承地位。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:31392-31394