- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:311-313
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节概括了恺撒遇刺后的内乱局势,记述了安东尼如何通过擅自处死伪马略(阿马提乌斯)来讨好元老院,并随后用武力严厉镇压了由此引发的民众暴动。
οὕτω μὲν δὴ Γάιος Καῖσαρ πλείστου Ῥωμαίοις ἄξιος ἐς τὴν ἡγεμονίαν γενόμενος ὑπὸ τῶν ἐχθρῶν ἀνῄρητο καὶ ὑπὸ τοῦ δήμου τέθαπτο· ἁπάντων δὲ αὐτοῦ τῶν σφαγέων δίκην δόντων, ὅπως οἱ περιφανέστατοι μάλιστα ἔδοσαν, ἥδε ἡ βίβλος καὶ ἡ μετὰ τήνδε ἐπιδείξουσιν, ἐπιλαμβάνουσαι καὶ ὅσα ἄλλα Ῥωμαίοις ἐμφύλια ἐς ἀλλήλους ἐγίγνετο ὁμοῦ.
就这样,盖约·恺撒在展现出对罗马人的帝国统治具有至高价值之后,被仇敌所杀害,并由民众予以安葬。他的所有凶手都付出了代价,而其中最为显赫之人是如何受到惩罚的,本卷以及后一卷将会阐明,同时也将一并叙述罗马人相互之间爆发的其余一切内战。
Ἀντώνιον μὲν ἡ βουλὴ διʼ αἰτίας εἶχεν ἐπὶ τοῖς ἐπιταφίοις τοῦ Καίσαρος, ὑφʼ ὧν δὴ μάλιστα ὁ δῆμος ἐρεθισθεὶς ὑπερεῖδε τῆς ἄρτι ἐπεψηφισμένης ἀμνηστίας1 καὶ ἐπὶ τὰς οἰκίας τῶν σφαγέων σὺν πυρὶ ἔδραμον· ὁ δὲ αὐτὴν χαλεπαίνουσαν ἑνὶ τοιῷδε πολιτεύματι ἐς εὔνοιαν ἑαυτοῦ μετέβαλεν. Ἀμάτιος ἦν ὁ Ψευδομάριος· Μαρίου γὰρ ὑπεκρίνετο υἱωνὸς εἶναι καὶ διὰ Μάριον ὑπερήρεσκε τῷ δήμῳ. γιγνόμενος οὖν κατὰ τήνδε τὴν ὑπόκρισιν συγγενὴς τῷ Καίσαρι, ὑπερήλγει μάλιστα αὐτοῦ τεθνεῶτος καὶ βωμὸν ἐπῳκοδόμει τῇ πυρᾷ καὶ χεῖρα θρασυτέρων ἀνδρῶν εἶχε καὶ φοβερὸς ἦν ἀεὶ τοῖς σφαγεῦσιν· ὧν οἱ μὲν ἄλλοι διεπεφεύγεσαν ἐκ τῆς πόλεως καὶ ὅσοι παρʼ αὐτοῦ Καίσαρος εἰλήφεσαν ἡγεμονίας ἐθνῶν, ἀπεληλύθεσαν ἐπὶ τὰς ἡγεμονίας, Βροῦτος μὲν ὁ Δέκμος ἐς τὴν ὅμορον τῆς Ἰταλίας Κελτικήν, Τρεβώνιος δὲ ἐς τὴν Ἀσίαν τὴν περὶ Ἰωνίαν, Τίλλιος δὲ Κίμβερ ἐς Βιθυνίαν· Κάσσιος δὲ καὶ Βροῦτος ὁ Μᾶρκος, ὧν δὴ καὶ μάλιστα τῇ βουλῇ διέφερεν,2 ᾕρηντο μὲν καὶ οἵδε ὑπὸ τοῦ Καίσαρος ἐς τὸ μέλλον ἔτος ἡγεμονεύειν, Συρίας μὲν ὁ Κάσσιος καὶ Μακεδονίας ὁ Βροῦτος, ἔτι δὲ ὄντες ἀστικοὶ στρατηγοὶ ὑπʼ ἀνάγκης καὶ διατάγμασιν οἷα στρατηγοὶ τοὺς κληρούχους ἐθεράπευον, ὅσοις τε ἄλλοις ἐπενόουν, καὶ τὰ κληρουχήματα συγχωροῦντες αὐτοῖς πιπράσκειν, τοῦ νόμου κωλύοντος ἐντὸς εἴκοσιν ἐτῶν ἀποδίδοσθαι.
元老院因恺撒的葬礼演说而归咎于安东尼,民众正是受这些演说的极力煽动,才漠视了刚刚通过的大赦决议,手持火把冲向凶手们的宅邸;但他通过采取如下一项政治举措,使满怀怒意的元老院转而对自己产生了好感。有一个被称为伪马略的阿马提乌斯;他冒充是马略的孙子,并因马略的缘故而在民众中备受狂热欢迎。因此,通过这种冒充而成为恺撒亲戚的他,在恺撒死后表现得极其哀痛,在火葬堆上建起了一座祭坛,聚集了一伙亡命之徒,时刻对凶手们构成威胁。在凶手之中,其他人已经逃离了罗马城,而那些从恺撒本人那里获得行省总督职位的人,也已前往各自的辖区——德基穆斯·布鲁图斯去了与意大利接壤的高卢,特雷波尼乌斯去了伊奥尼亚周围的亚细亚,蒂利乌斯·辛伯去了比提尼亚;至于元老院最关切的卡西乌斯和马尔库斯·布鲁图斯,他们也曾被恺撒指定在次年担任总督,卡西乌斯管辖叙利亚,布鲁图斯管辖马其顿,但由于他们仍任城市大法官,迫于形势,便以大法官的身份通过法令安抚殖民老兵,竭尽所能讨好他们,甚至准许他们出售所分得的地产,尽管法律禁止在二十年内转让。
τούτοις δὲ αὐτοῖς ὁ Ἀμάτιος, ὅτε συντύχοι, καὶ ἐνεδρεύσειν ἐλέγετο. τῷδε οὖν τῷ λόγῳ τῆς ἐνέδρας ὁ Ἀντώνιος ἐπιβαίνων3 οἷα ὕπατος συλλαμβάνει καὶ κτείνει τὸν Ἀμάτιον χωρὶς δίκης, μάλα θρασέως· καὶ ἡ βουλὴ τὸ μὲν ἔργον ἐθαύμαζεν ὡς μέγα καὶ παράνομον, τὴν δὲ χρείαν αὐτοῦ προσεποιοῦντο ἥδιστα· οὐ γὰρ αὐτοῖς ἐδόκει ποτὲ χωρὶς τοιᾶσδε τόλμης ἀσφαλῆ τὰ κατὰ Βροῦτον καὶ Κάσσιον ἔσεσθαι. οἱ δὲ τοῦ Ἀματίου στασιῶται καὶ ὁ ἄλλος δῆμος ἐπʼ ἐκείνοις πόθῳ τε τοῦ Ἀματίου καὶ ἀγανακτήσει τοῦ γεγονότος, ὅτι μάλιστα αὐτὸ ὁ Ἀντώνιος ἐπεπράχει ὑπὸ τοῦ δήμου τιμώμενος, οὐκ ἠξίουν σφῶν καταφρονεῖν· τὴν ἀγορὰν οὖν καταλαβόντες ἐβόων καὶ τὸν Ἀντώνιον ἐβλασφήμουν καὶ τὰς ἀρχὰς ἐκέλευον ἀντὶ Ἀματίου τὸν βωμὸν ἐκθεοῦν καὶ θύειν ἐπʼ αὐτοῦ Καίσαρι πρώτους. ἐξελαυνόμενοι δʼ ἐκ τῆς ἀγορᾶς ὑπὸ στρατιωτῶν ἐπιπεμφθέντων ὑπὸ Ἀντωνίου μᾶλλόν τε ἠγανάκτουν καὶ ἐκεκράγεσαν καὶ ἕδρας ἔνιοι τῶν Καίσαρος ἀνδριάντων ἐπεδείκνυον ἀνῃρημένων. ὡς δέ τις αὐτοῖς ἔφη καὶ τὸ ἐργαστήριον, ἔνθα οἱ ἀνδριάντες ἀνεσκευάζοντο, δείξειν, εὐθὺς εἵποντο καὶ ἰδόντες ἐνεπίμπρασαν, ἕως ἑτέρων ἐπιπεμφθέντων ἐξ Ἀντωνίου ἀμυνόμενοί τε ἀνῃρέθησαν ἔνιοι καὶ συλληφθέντες ἕτεροι ἐκρεμάσθησαν,4 ὅσοι θεράποντες ἦσαν, οἱ δὲ ἐλεύθεροι κατὰ τοῦ κρημνοῦ κατερρίφησαν.
据说,阿马提乌斯无论何时与这两人相遇,甚至还会设伏袭击他们。于是,安东尼便借着这伏击的说辞,以执政官的身份逮捕了阿马提乌斯,并在未经审判的情况下以极其果断凶悍的手段将他处死。元老院对此举虽感震惊,视其为重大且非法的行径,却极其欣喜地接受了其带来的实效;因为在他们看来,若无此等果敢的举措,布鲁图斯与卡西乌斯的处境绝不可能安全。然而,阿马提乌斯的党羽以及随同他们的其余民众,出于对阿马提乌斯的思念和对发生之事的义愤——尤其是因为此事竟是由备受民众尊崇的安东尼所为——不肯甘受轻视。于是他们占领了广场,大声呼喊,辱骂安东尼,并命令官员们代替阿马提乌斯将该祭坛奉为神圣,并在其上首先向恺撒献祭。在被安东尼派来的士兵驱逐出广场后,他们更加义愤填膺,大声疾呼,有人还指着被拆除的恺撒雕像的基座。当有人声称要带他们去看拆解雕像的作坊时,他们立刻跟随前往,一见到作坊便纵火焚烧,直到安东尼派来另一队士兵,其中一些人在反抗时被杀,其余被捕者中,凡是奴隶的皆被处以悬木之刑,自由人则被从悬崖上推下摔死。
- 312ὑπερεῖδε τῆς ἄρτι ἐπεψηφισμένης ἀμνηστίας
动词 ὑπεροράω(忽视、无视、蔑视)在此支配属格宾语(τῆς... ἀμνηστίας)。表现民众在激愤之中完全无视了刚刚投票通过的大赦决议。
- 312ὧν δὴ καὶ μάλιστα τῇ βουλῇ διέφερεν
非人称动词用法的 διαφέρω(对……至关重要、为……所挂念)在此结合属格关系代词 ὧν(先行词为卡西乌斯与马尔库斯·布鲁图斯)以及与格 τῇ βουλῇ,意为“元老院最为关切的那些人”。
- 313τῷδε οὖν τῷ λόγῳ τῆς ἐνέδρας ὁ Ἀντώνιος ἐπιβαίνων
分词 ἐπιβαίνων(踏上、登上)在此支配与格 τῷδε... τῷ λόγῳ(这一说辞/传言),转义为“利用……作为口实/把柄”。
- 313ἐκρεμάσθησαν
动词 κρεμάννυμι(悬挂、吊起)的不定过去时被动态。在罗马针对奴隶的刑罚背景下,指钉死于十字架或悬木之刑(磔刑)。
