- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:31389-31391
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒进军的消息令罗马城大恐,元老院一度全面妥协,但使者出发后旋即悔悟决意抵抗,并在援军抵港后加强城防,却未能搜寻到凯撒的母姐。
ἐς δὲ τὸ ἄστυ τῆς ἀγγελίας ἀφικομένης θόρυβος ἦν καὶ φόβος ἄπλετος, διαθεόντων τε ἀκόσμως καὶ γύναιά τινων ἢ παῖδας ἢ ὅσα τιμιώτατα ἄλλα ἐς ἀγροὺς ἢ τὰ ἐρυμνὰ τῆς πόλεως μεταφερόντων· οὐ γάρ πω σαφοῦς ὄντος, ὅτι μόνης ὀρέγοιτο ὑπατείας,1 πολέμιον στρατὸν ἐπιέναι σὺν ὀργῇ πυνθανόμενοι ἐς πάντα ἐδεδοίκεσαν. ἡ βουλὴ δʼ ἐξεπέπληκτο ἀμέτρως, οὐδεμιᾶς αὑτοῖς οὔσης ἑτοίμου δυνάμεως, ἀλλήλους τε, οἷον ἐν τοῖς φόβοις γίγνεται, κατεμέμφοντο, οἱ μὲν ὅτι τὴν στρατιὰν αὐτὸν ἀφέλοιντο τὴν ἐπὶ τὸν Ἀντώνιον ὑβριστικῶς, οἱ δὲ τῆς ἐς τὸν θρίαμβον ὑπεροψίας, οὐκ ἄδικον ὄντα, οἱ δὲ τοῦ φθόνου τῆς διανεμήσεως τῶν χρημάτων, οἱ δὲ οὐδὲ ἑνδέκατον ἐπιγράψαντες· οἱ δὲ αὐτὰ τὰ ἆθλα, οὔτε ὀξέως οὔτε ἐντελῆ διδόμενα, τὴν στρατιὰν σφίσιν ἔλεγον ἐκπολεμῶσαι.2 τῆς τε φιλονικίας τὸ ἄκαιρον μάλιστα ἐμέμφοντο, Βρούτου μὲν καὶ Κασσίου πορρωτέρω τε ὄντων καὶ συνισταμένων ἔτι, ἐν δὲ πλευραῖς Ἀντωνίου καὶ Λεπίδου πολεμίων· οὓς ὅτε ἐνθυμηθεῖεν Καίσαρι συναλλαγήσεσθαι, πάμπαν ἤκμαζεν ὁ φόβος. Κικέρων τε, ὃς τέως αὐτοῖς ἐπεπόλαζεν, οὐδὲ ἐφαίνετο.
当消息传至城中时,城内顿时一片骚乱,恐慌无度,人们秩序全无地四处奔逃,有人将妻小或最贵重的财物转移至乡间或城中的坚固要塞;因当时尚不明确他是否仅仅图谋执政官职位,众人听闻一支敌军正怒气冲冲地进逼,无不感到万分惶恐。元老院亦陷入了极度的惊骇之中,因自身并无任何现成兵力可用,便如在恐慌中常见的那样,开始互相推诿指责:有人指责无礼地剥夺了他讨伐安东尼的军队;有人指责对他本有正当理由谋求的凯旋式表现出傲慢的轻慢;有人指责在分发钱款时怀有嫉恨;有人指责甚至未将他列为第十一人;还有人声称,正是赏金发放得既不及时也不完备,才使军队倒向了与他们敌对的立场。他们尤为指责挑起这场争端是何等不合时宜:当时布鲁图斯与卡西乌斯远在异地且仍在集结兵力,而身侧的安东尼与雷必达又是强敌;每当想到这些人可能会与凯撒结盟,他们的恐惧便达到了极点。就连此前一直主导元老院的西塞罗,此时也杳无踪影。
ἀθρόα δὴ πάντων ἐς πάντα ἦν μετάθεσις, ἀντὶ μὲν δισχιλίων καὶ πεντακοσίων δραχμῶν τὰς πεντακισχιλίας, ἀντὶ δὲ τῶν δύο τελῶν τοῖς ὀκτὼ δοθῆναι, Καίσαρά τε αὐτοῖς ἀντὶ τῶν δέκα ἀνδρῶν διανέμειν καὶ ἐς τὴν ὕπατον ἀρχὴν παραγγέλλειν ἀπόντα. πρέσβεις τε ἐξέτρεχον, οἳ τάδε φράσειν ἔμελλον αὐτῷ κατὰ σπουδήν. ὧν ἄρτι τῆς πόλεως ἐκδραμόντων μετάνοια ἐνέπιπτε τῇ βουλῇ, μὴ δεῖν οὕτως ἀνάνδρως καταπεπλῆχθαι,3 μηδὲ ἑτέραν ἐνδέξασθαι τυραννίδα ἀναιμωτί, μηδὲ ἐθίσαι τοὺς ἀρχῆς ἐφιεμένους ἐκ βίας τυγχάνειν, μηδὲ τοὺς στρατευομένους ἐξ ἐπιτάγματος ἄρχειν τῆς πατρίδος, ὁπλισαμένους δὲ ἐκ τῶν ἐνόντων τοὺς νόμους τοῖς ἐπιοῦσι προτείνειν· προσδοκᾶν γὰρ οὐδὲ ἐκείνους νόμων προτεινομένων ὅπλα τῇ πατρίδι ἐποίσειν· εἰ δὲ φέροιεν, ἀνέχεσθαί τε πολιορκίας, μέχρι Δέκμος ἢ Πλάγκος ἔλθοι; καὶ ἀμύνεσθαι μέχρι θανάτου μᾶλλον ἢ ἑκόντας ἐνδέξασθαι δουλείαν ἄνωθεν ἀδιόρθωτον· τά τε ἀρχαῖα Ῥωμαίων ἐπὶ ἐλευθερίᾳ φρονήματα καὶ πάθη, πρὸς οὐδὲν ἐνδόντων ὑπὲρ ἐλευθερίας, ἀνελέγοντο.
于是,一切决定都彻底而突然地发生了翻转:赏金由每人二千五百德拉克马增至五千德拉克马;发放对象由两个军团扩大至八个军团;由凯撒本人代替十人委员会负责分发,并准许他在缺席的情况下竞选执政官。使者们匆匆出发,奉命火速向他通报这些决定。然而使者们才刚奔出城外,元老院便心生悔意,认为不应如此懦弱地惊慌失措,不应不流一滴血便迎受又一场僭主统治,不应让觊觎权位者习惯于以武力谋求官职,亦不应让士卒以号令统辖祖国,而应在现有条件下武装起来,将法律彰示于进犯者面前。因为他们料想,一旦将法律彰示其前,对方亦不至向祖国动用刀兵;但即使对方进犯,亦当坚守受困,直至德基穆斯或普兰库斯来援,宁可抵抗至死,亦绝不自愿再度迎受不可挽回的奴役。他们追忆起罗马人昔日为自由所抱持的豪情与经历的苦难——为了自由,罗马人未曾向任何事物屈服妥协。
ἐπεὶ δὲ αὐτοῖς καὶ τὰ δύο τέλη τὰ ἐκ Λιβύης μετάπεμπτα ἐς τὸν λιμένα αὐτῆς ἡμέρας ἀφίκετο, τοὺς θεοὺς σφᾶς ἔδοξαν ἐπὶ τὴν ἐλευθερίαν ἐποτρύνειν. ἡ μὲν δὴ μετάνοια ἐκεκύρωτο, καὶ μετεψηφίζετο ἅπαντα, Κικέρωνος αὖθις αὐτοῖς ἐπιφανέντος· ἥ τε στρατεύσιμος ἡλικία προεγράφετο πᾶσα, καὶ τὰ δύο τέλη τάδε, τὰ ἐκ Λιβύης, καὶ οἱ σὺν αὐτοῖς ἱππέες χίλιοι καὶ τέλος ἕτερον, ὃ Πάνσας αὐτοῖς ὑπολελοίπει, πάντες οἵδε μερισθέντες οἱ μὲν τὸν λόφον τὸν καλούμενον Ἰάνουκλον, ἔνθα καὶ τὰ χρήματα ἐσώρευσαν, ἐφρούρουν, οἱ δὲ τὴν τοῦ ποταμοῦ γέφυραν, ἐπιδιῃρημένων σφίσι τῶν στρατηγῶν τῶν κατὰ τὴν πόλιν· ἄλλοι δὲ αὐτοῖς τὰ ἐν τῷ λιμένι σκάφη καὶ ναῦς καὶ χρήματα εὐτρέπιζον, εἰ δεήσειεν ἡττωμένους φυγεῖν διὰ θαλάσσης. καὶ τάδε σὺν εὐθαρσείᾳ πράσσοντες οὕτως ὀξέως ἤλπιζον ἀντικαταπλήξειν τὸν Καίσαρα, καὶ ἢ μεταπείσειν παρὰ σφῶν ἀντὶ τοῦ στρατεύματος αἰτεῖν τὴν ἀρχήν, ἢ ἐγκρατῶς ἀμυνεῖσθαι· τούς τε τῆς ἐναντίας μοίρας νῦν γε μεταθήσεσθαι προσεδόκων, μέχρι περὶ τῆς ἐλευθερίας ἐστὶν ὁ ἀγών. τὴν δὲ μητέρα Καίσαρος καὶ τὴν ἀδελφὴν οὔτε φανερῶς οὔτε λάθρᾳ ζητοῦντες εὕρισκον. ἐθορυβοῦντο οὖν αὖθις ὁμήρων μεγάλων ἀφῃρημένοι· καὶ τῶν Καισαριανῶν οὔπω σφίσιν ἐπικλωμένων,4 ὑπὸ ἐκείνων αὐτὰς ὧδε ἀκριβῶς ἐνόμιζον ἐπικρύπτεσθαι.
恰逢从利比亚调来的两个军团在同一天抵达港口,元老院便认为这是神意在激励他们捍卫自由。于是悔意化为定策,西塞罗亦再次现身于他们之中,所有先前的决议悉数被推翻。适龄从军者全部登记入伍,这两个来自利比亚的军团、随同的一千名骑兵以及潘萨留下的另一个军团,全数完成了兵力分配:由城中的诸位大法官划分职守,一部防守称为雅尼库鲁姆的山丘(钱款亦囤积于该处),另一部防守横跨河上的桥梁;其余人则在港口整备舢板、战舰与财款,以便一旦战败时可通过海路逃难。他们以高昂的士气如此迅速地推行这些举措,指望能反向震慑凯撒,要么使他改变主意、向他们而非凭借军队索求官职,要么将他坚决击退;他们更期望,只要这场斗争是为自由而战,就连敌对派系之人此时也会转而支持他们。然而,当他们公开或暗中搜寻凯撒的母亲与姐妹时,却一无所获。由于失去了至关重要的人质,元老院再次陷入惶恐;又见凯撒党人尚未向他们屈服,他们便认定这两位妇人正是被凯撒党人如此严密地隐匿了起来。
- 31389οὐ γάρ πω σαφοῦς ὄντος, ὅτι μόνης ὀρέγοιτο ὑπατείας
属格独立结构(οὐ... σαφοῦς ὄντος),其逻辑主语由 ὅτι 引导的从句充当(或视为非人称属格分词)。动词 ὀρέγοιτο 采用了间接引语希求语气(optativus obliquus),表达民众对凯撒意图的揣测与传闻。
- 31389οἱ δὲ οὐδὲ ἑνδέκατον ἐπιγράψαντες· οἱ δὲ αὐτὰ τὰ ἆθλα, οὔτε ὀξέως οὔτε ἐντελῆ διδόμενα, τὴν στρατιὰν σφίσιν ἔλεγον ἐκπολεμῶσαι
此处在列举相互推诿指责(ἀλλήλους... κατεμέμφοντο)的诸原因时出现了破格(anacoluthon)。在先前的 ὅτι 从句与表示原因的属格短语(τῆς... ὑπεροψίας, τοῦ φθόνου)之后,句式先是转为主格分词短语(ἐπιγράψαντες,此处省略了前文的责备动词),随后又在 οἱ δὲ 中引入独立主干动词 ἔλεγον,并支配带不定式的复合宾语(τὴν στρατιὰν... ἐκπολεμῶσαι)。
- 31390μετάνοια ἐνέπιπτε τῇ βουλῇ, μὴ δεῖν οὕτως ἀνάνδρως καταπεπλῆχθαι
由名词 μετάνοια(悔意、变心)引出带有否定词 μή 的不定式短语(μὴ δεῖν... μηδὲ... μηδὲ...),以同位或间接引语形式展开元老院反思与抉择的具体内容。非人称不定式 δεῖν 统摄随后的一系列不定式(καταπεπλῆχθαι, ἐνδέξασθαι, ἐθίσαι, ἄρχειν, προτείνειν 等),构成了元老院转向坚决抵抗的论理结构。
- 31391καὶ τῶν Καισαριανῶν οὔπω σφίσιν ἐπικλωμένων
属格独立结构,由动词 ἐπικλάω(屈服、心软、让步)的中动态现在分词 ἐπικλωμένων 与与格代词 σφίσιν 连用,意为“因凯撒党人尚未向他们屈服妥协”。紧接着的 ὑπὸ ἐκείνων 即指代这些凯撒党人(Καισαριανοί)。
