- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:31286-31288
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
凯撒借赏金未付与人身安危煽动军队,在元老院拒绝其担任执政官的要求后,率军渡过卢比孔河直逼罗马。
ὁ δὲ Καῖσαρ ἤδη τὸν στρατὸν εἰς ὀργὴν ὑπέρ τε αὑτοῦ, ὡς συνεχῶς ὑβριζόμενος, ἀνεκίνει καὶ ὑπὲρ σφῶν ἐκείνων, ἐπὶ δευτέραν στρατείαν πεμπομένων, πρὶν ἐπὶ τῇ προτέρᾳ λαβεῖν τὰς πεντακισχιλίας δραχμάς, ὅσας αὐτοῖς ὑπέσχοντο δώσειν· ἐδίδασκέ τε πέμποντας αἰτεῖν. οἱ δʼ ἔπεμπον τοὺς λοχαγούς. καὶ ἡ βουλὴ συνίει μὲν αὐτοὺς ἐς ταῦτα διδασκομένους, ἀποκρινεῖσθαι δὲ αὐτοῖς ἔφη διʼ ἑτέρων πρέσβεων. καὶ ἔπεμπον, οὓς ἐδίδαξαν τοῖς δύο τέλεσι τοῖς ἀπʼ Ἀντωνίου μεθεστηκόσιν ἐντυχεῖν ἄνευ τοῦ Καίσαρος, καὶ διδάσκειν μὴ ἐφʼ ἑνὶ ποιεῖσθαι τὰς ἐλπίδας, ἀλλʼ ἐπὶ τῇ βουλῇ τὸ κράτος ἀθάνατον ἐχούσῃ μόνῃ, χωρεῖν δὲ πρὸς Δέκμον, ἔνθα σφίσι τὰ χρήματα ἀπαντήσειν. ταῦτʼ ἐπισκήψαντες λέγειν ἐσέφερον ἤδη τὸ ἥμισυ τῆς δωρεᾶς καὶ δέκα ἄνδρας ἐς τὴν διανέμησιν ἐχειροτόνουν, οἷς οὐδὲ ἑνδέκατον προσετίθεσαν εἶναι τὸν Καίσαρα. οἱ μὲν δὴ πρέσβεις, οὐκ ἀνασχομένων τῶν δύο τελῶν ἐντυχεῖν σφίσιν ἄνευ τοῦ Καίσαρος, ὑπέστρεφον ἄπρακτοι· ὁ δὲ Καῖσαρ οὐκέτι τοὺς λόγους καθίει διʼ ἑτέρων οὐδὲ μέλλειν ἠξίου, ἀλλʼ αὐτὸς ἐς τὸν στρατὸν συνειλεγμένον ἐπελθών, τά τε ὑβρίσματα, ὅσα ἐς αὐτὸν ἐκ τῆς βουλῆς γεγένητο, κατέλεξε, καὶ τὴν ἐς πάντας τοὺς Γαΐου Καίσαρος ἐπιβουλήν, καθʼ ἕνα καθαιρουμένους, δεδιέναι τε αὐτοῖς περὶ σφῶν διεκελεύσατο, μεταφερομένοις ἔς τε πολέμιον τῆς μοίρας στρατηγὸν καὶ πολέμους ἑτέρους ἀφʼ ἑτέρων, ἵνʼ ἢ ἐκφθαρεῖεν ἢ καὶ πρὸς ἀλλήλους στασιάσειαν· ἐπὶ γὰρ τῷδε καὶ τοῦ περὶ Μουτίνην ἔργου κοινοῦ γεγονότος τὰ γέρα τοῖς δύο τέλεσι μόνοις δίδοσθαι, ἵνʼ αὐτοὺς ἐς ἔριν καὶ στάσιν ἐμβάλοιεν.
此时凯撒已在军中激起愤怒,既为他自己——因他不断遭受羞辱;亦为士兵们自身——因他们在未领得上一役所许诺的五千德拉克马赏金之前,便又将被派往第二次战役;他指点士兵们派遣代表前去索要。士兵们遂派出了百夫长。元老院虽洞悉他们是受人指使,却声称将另派使者前去答复。元老院派出的使节受命避开凯撒,私下接触那两个背叛安东尼倒戈而来的军团,告诫他们切勿将希望寄托于一人,而应寄托于独掌永恒权柄的元老院,并命他们开赴德基穆斯处,赏金将在该处发给他们。在吩咐了这些话之后,元老院已着手拨付一半赏金,并选拔十人委员会负责分发,却未将凯撒列为第十一人。然而使节们无功而返,因为那两个军团拒绝在没有凯撒在场的情况下接见他们。凯撒不再假手他人传话,亦不愿再拖延,而是亲自来到集结的军队面前,历数元老院对他的种种侮辱,揭露其针对所有盖乌斯·凯撒旧部的阴谋,即企图将他们逐个铲除;他敦促士兵们当为自身的命运担忧,因为他们正被转交至本派敌对的统帅麾下,被迫转战于一场又一场战事之间,以便让他们要么覆灭,要么彼此自相残杀;盖因穆蒂纳之战本是全军共立之功,元老院却单独向那两个军团颁发赏赐,其目的正是为了在他们之间挑起争端与内讧。
"Ἴστε δέ," ἔφη, “καὶ ἐφʼ οἷς ὁ Ἀντώνιος ἔναγχος ἡττήθη οἷά τε τοὺς Πομπηιανοὺς ἐπύθεσθε ἐν ἄστει πεποιηκέναι κατὰ τῶν τινας δωρεὰς παρὰ Καίσαρος εἰληφότων. τί δὴ πιστὸν ἢ ὑμῖν ὧν ἐλάβετε παρʼ ἐκείνου χωρίων τε καὶ χρημάτων ἢ ἐμοὶ τῆς σωτηρίας,1 ὧδε ἐν τῇ βουλῇ δυναστευόντων τῶν οἰκείων τοῖς σφαγεῦσι; κἀγὼ μὲν ἐκδέξομαι τὸ τέλος, ὅ τι ἂν ἐπιγίγνηταί μοι (καλὸν γάρ τι καὶ παθεῖν πατρὶ ἐπικουροῦντα), ὑπὲρ δὲ ὑμῶν δέδια τοιῶνδε καὶ τοσῶνδε, κινδυνευόντων ἐς ἐμὴν καὶ τοῦ πατρὸς χάριν. ἴστε μὲν δή με καθαρεύοντα φιλοτιμίας, ἐξ οὗ στρατηγεῖν μοι διδόντων ὑμῶν ὑπὸ σημείοις οὐκ ἐδεχόμην· ἓν δὲ μόνον ὁρῶ νῦν ἀμφοτέροις σωτήριον, εἰ διʼ ὑμῶν ὕπατος ἀποδειχθείην. τά τε γὰρ παρὰ τοῦ πατρὸς ὑμῖν δοθέντα πάντα βέβαια ἔσται, ἀποικίαι τε προσέσονται αἱ ἔτι ὀφειλόμεναι, καὶ γέρα πάντα ἐντελῆ· ἐγώ τε τοὺς φονέας ὑπὸ δίκην ἀγαγὼν τοὺς ἄλλους ἂν ὑμῖν καταλύσαιμι πολέμους.”
他说:“你们都知道,安东尼近来因何战败,你们也听闻城中的庞培党人对那些曾从凯撒处接受赏赐之人采取了何种手段。当刺客集团的亲族在元老院中如此独断专行之时,你们从先父手中获得的土地和钱财,乃至我本人的性命,又有何保障可言?至于我,无论面临何种结局我都将坦然接受——因为为父报仇而受难亦是一种光荣——但我所担忧的是你们,如此卓越且众多的将士,竟因忠于我和先父而陷于险境。你们深知我毫无野心,因先前你们欲在军旗之下推举我为统帅时,我并未接受;但如今在我看来,对你我双方而言,唯一的保全之道唯有由你们推举我出任执政官。如此一来,先父赐予你们的一切皆可得到巩固,尚欠的殖民地亦将补齐,所有赏赐亦将悉数兑现;而我将把凶手绳之以法,并为你们终结其余的战事。”
ὧν λεγομένων ἥ τε στρατιὰ προθύμως ἐπεβόησε, καὶ τοὺς λοχαγοὺς αὐτίκα ἔπεμπον αἰτήσοντας τὴν ἀρχὴν τῷ Καίσαρι. ὑποκριναμένης δὲ τῆς βουλῆς τὴν ἡλικίαν,2 ἔλεγον οἱ λοχαγοὶ ἃ ἐδιδάχθησαν, ὅτι καὶ πάλαι Κορουῖνός τε ἄρξειε νεώτερος ὢν ἔτι καὶ Σκιπίων ὕστερον, ὅ τε πρότερος καὶ ὁ δεύτερος, καὶ ἐκ τῆς νεότητος ἑκάστου πολλὰ ὄναιτο ἡ πατρίς. τά τε ἔναγχος ταῦτα καὶ Πομπήιον Μάγνον αὐτοῖς καὶ Δολοβέλλαν προύφερον, αὐτῷ τε Καίσαρι ἤδη δεδόσθαι τὴν ἀρχὴν μετιέναι θᾶσσον ἐτῶν δέκα. ταῦτα τῶν λοχαγῶν σὺν πλέονι παρρησίᾳ λεγόντων, οὐκ ἀνασχόμενοί τινες τῶν βουλευτῶν λοχαγοὺς ὄντας ὧδε παρρησιάζεσθαι, ἐπέπλησσον ὡς θρασυνομένοις ὑπὲρ τὸ στρατιώταις πρέπον. καὶ ὁ στρατὸς πυθόμενος ἔτι μᾶλλον ὠργίζοντο καὶ ἄγειν σφᾶς εὐθὺς ἐκέλευον ἐς τὴν πόλιν, ὡς αὐτοὶ χειροτονήσοντες αὐτὸν ἐξαιρέτῳ χειροτονίᾳ, Καίσαρος υἱὸν ὄντα, πολλά τε τὸν πρότερον Καίσαρα ἀπαύστως εὐφήμουν. ὧδε δὲ αὐτοὺς ὁρμῆς ἔχοντας3 ὁ Καῖσαρ ἰδὼν ἦγεν εὐθὺς ἀπὸ τῆς συνόδου, ὀκτὼ τέλη πεζῶν καὶ ἵππον ἱκανὴν καὶ ὅσα ἄλλα τοῖς τέλεσι συνετάσσετο. περάσας δὲ τὸν Ῥουβίκωνα ποταμὸν ἐκ τῆς Κελτικῆς ἐς τὴν Ἰταλίαν, ὅν τινα αὐτοῦ καὶ ὁ πατὴρ ὁμοίως ἐπὶ τῷ πολιτικῷ πολέμῳ πρῶτον ἐπέρασεν, ἐς δύο πάντας διῄρει· καὶ τὸ μὲν ἕπεσθαι κατὰ σχολὴν ἐκέλευσε, τὸ δὲ ἄμεινον ἐπιλεξάμενος ἐτρόχαζεν, ἐπειγόμενος ἔτι ἀπαρασκεύους καταλαβεῖν. μέρους τε τῶν χρημάτων ὑπαντῶντος, ἃ ἐς τὰ γέρα τοῖς στρατιώταις ἡ βουλὴ πεπόμφει, δείσας ἐπὶ τοῖς μισθοφόροις ὁ Καῖσαρ προύπεμπε κρύφα τοὺς ἐκφοβήσοντας· καὶ οἱ μὲν ἔφευγον μετὰ τῶν χρημάτων.
听闻此言,全军群情激昂,当即派百夫长前往元老院,要求任命凯撒为执政官。元老院以其年龄尚轻为由推诿,百夫长们便按受教之言反驳道:昔日科尔维努斯任官时甚至更年轻,后来的大、小西庇阿亦复如是,而祖国从他们各自的年轻有为中获益良多;他们又举出近来的庞培与多拉贝拉为例,更指出凯撒本人早已被准许提前十年谋求官职。当百夫长们如此直言不讳地陈词时,部分议员难以容忍百夫长竟敢这般放肆,斥责他们狂妄僭越、有失军人本分。士兵们闻讯更加愤慨,要求立即引兵进军罗马城,声称将通过特别选举亲自推举身为凯撒之子的他出任执政官,并不绝口地高呼颂扬前凯撒。凯撒见众人群情鼎沸,随即率领八个步兵军团、充足的骑兵以及附属于各军团的其他部队,从集会地直接开拔。他渡过了从高卢进入意大利境内的卢比孔河——当年他的养父为开启内战亦是首先渡过了同一条河——随即将全军分为两部:一部受命从容跟进,他本人则挑选精锐疾步疾进,企图趁敌人猝不及防之时将其攻取。途中遇上元老院运送给士兵作为犒赏的部分款项,凯撒唯恐雇佣兵心志动摇,便暗中派人前去恐吓押运者;押运人员遂带着钱财仓皇逃窜。
- 31287τί δὴ πιστὸν ἢ ὑμῖν ὧν ἐλάβετε παρʼ ἐκείνου χωρίων τε καὶ χρημάτων ἢ ἐμοὶ τῆς σωτηρίας
以形容词 πιστόν 为谓语,同时连接表示对象的与格(ὑμῖν / ἐμοί)与表示内容的属格(χωρίων τε καὶ χρημάτων / τῆς σωτηρίας),意为“对于……而言,关于……有什么确凿的保证?”。关系代词 ὧν 因受先行词 χωρίων τε καὶ χρημάτων 的影响而吸引为属格。
- 31288ὑποκριναμένης δὲ τῆς βουλῆς τὴν ἡλικίαν
属格独立结构。动词 ὑποκρίνομαι 在此处并非作“扮演”解,而是支配宾格(τὴν ἡλικίαν),引申为“以……为由推诿、借口”。
- 31288ὧδε δὲ αὐτοὺς ὁρμῆς ἔχοντας
由动词 ἔχω 搭配副词(ὧδε)及表示状态的属格(ὁρμῆς)构成的习语,意为“处于如此激昂的气势之中”。整个短语作分词 ἰδών 的宾语。
