- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:31282-31285
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在元老院拖延执政官选举之际,安东尼越过阿尔卑斯山并收服了雷必达的大军,重新崛起为强权;罗马元老院惊慌失措,四处求援并狼狈地再次起用年轻的凯撒担任统帅。
ἀλλὰ Κικέρωνα μὲν ἥ τε βουλὴ τῆς φιλαρχίας ἐγέλασε, καὶ οἱ συγγενεῖς μάλιστα τῶν σφαγέων ἐνέστησαν, δεδιότες μὴ αὐτοὺς ὁ Καῖσαρ τίσαιτο ὑπατεύων· ὑπερθέσεων δὲ ἐπὶ τῇ χειροτονίᾳ γιγνομένων ἐννόμων κατὰ ποικίλας αἰτίας, ὁ Ἀντώνιος ἐν τῷ τέως τὰς Ἄλπεις ὑπερέβαλε, Κουλλεῶνα πείσας τὸν ἐκ Λεπίδου φύλακα αὐτῶν, ἐπί τε ποταμὸν ἦλθεν, ἔνθα ἐστρατοπεδευμένος ἦν ὁ Λέπιδος, καὶ οὔτε χάρακα περιεβάλετο οὔτε τάφρον ὡς δὴ φίλῳ παραστρατοπεδεύων. διαπομπαὶ δὲ ἦσαν ἐς ἀλλήλους πυκναί, Ἀντωνίου μὲν ὑπομιμνήσκοντος φιλίας τε καὶ χαρίτων ποικίλων, καὶ διδάσκοντος, ὅτι μεθʼ αὑτὸν ὅμοια πείσονται καθʼ ἕνα πάντες, οἳ τῆς Καίσαρος ἐγένοντο φιλίας, Λεπίδου δὲ τὴν μὲν βουλὴν δεδιότος πολεμεῖν αὐτῷ κελεύουσαν, ὑπισχνουμένου δʼ ὅμως οὐ πολεμήσειν ἑκόντος.1 ὁ δὲ στρατὸς ὁ τοῦ Λεπίδου τό τε ἀξίωμα αἰδούμενοι τὸ Ἀντωνίου καὶ τῶν διαπομπῶν αἰσθανόμενοι καὶ τὴν ἀφέλειαν αὐτοῦ τῆς στρατοπεδείας ἀγάμενοι, ἐπεμίγνυντο τοῖς Ἀντωνίου λανθάνοντες, εἶτα φανερῶς οἷα πολίταις τε καὶ συστρατιώταις γενομένοις, τῶν τε χιλιάρχων κωλυόντων ὑπερεώρων καὶ τὸν ποταμὸν ἐς εὐμάρειαν τῆς ἐπιμιξίας ναυσὶν ἐγεφύρουν· τό τε καλούμενον δέκατον τέλος, ἐξεναγημένον ὑπὸ Ἀντωνίου πάλαι, τὰ ἔνδον αὐτῷ παρεσκεύαζεν.
然而,元老院嘲笑了西塞罗对权力的狂热,尤其是刺客集团的亲属们极力阻挠,担心凯撒一旦担任执政官便会向他们复仇。当选举因种种由头依法一再延期之际,安东尼在此期间翻越了阿尔卑斯山,因他已说服了雷必达派驻守隘口的部将库莱奥;安东尼来到雷必达扎营的河畔,既不立栅栏,亦不挖壕沟,俨然如同驻扎在朋友身旁一般。双方使者往来频繁,安东尼提醒雷必达昔日的友谊与诸般恩德,并指出继自己之后,凡曾为凯撒朋友之人皆将被逐一清算;而雷必达虽畏惧下令其对安东尼开战的元老院,却仍许诺绝不主动交锋。雷必达的军士们敬仰安东尼的威望,察觉到使者的频繁往来,并感佩他扎营的简朴不设防,起初暗中、继而公开地与安东尼的部下往来走动,如同同胞与昔日战友相见一般;他们无视试图阻止他们的千夫长,用舟船在河上架桥以便利交往。而早已由安东尼招募的所谓第十军团,则在军营内部为他筹划策应。
ὧν αἰσθανόμενος Λατερήσιος, τῶν τις ἐκ τῆς βουλῆς ἐπιφανῶν, προηγόρευε τῷ Λεπίδῳ καὶ ἀπιστοῦντα ἐκέλευε τὴν στρατιὰν ἐς πολλὰ διελόντα ἐκπέμψαι κατὰ δή τινας χρείας, ἐς ἐπίδειξιν ἢ τῆς προδοσίας ἢ τῆς πίστεως. καὶ ὁ Λέπιδος ἐς τρία διελών, ἐκέλευε νυκτὸς ἐξορμᾶν ἐς φρουρὰν ταμιείων πλησιαζόντων. οἱ δὲ ἀμφὶ τὴν ἐσχάτην φυλακήν, ὡς ἐς τὴν ἔξοδον ὁπλισάμενοι, τὰ ἐρυμνὰ τοῦ στρατοπέδου κατέλαβον καὶ τὰς πύλας ἀνεῴγνυον Ἀντωνίῳ. ὁ δʼ ἐπὶ τὴν Λεπίδου σκηνὴν ἵετο δρόμῳ, τοῦ στρατοῦ παντὸς ἤδη τοῦ Λεπίδου παραπέμποντος αὐτὸν καὶ τὸν Λέπιδον αἰτοῦντος εἰρήνην τε καὶ ἔλεον ἐς ἀτυχοῦντας πολίτας. ὁ μὲν δὴ Λέπιδος, ὡς εἶχεν, ἐκ τῆς εὐνῆς ἄζωστος ἐς αὐτοὺς ἐξέθορε καὶ ὑπισχνεῖτο ποιήσειν καὶ τὸν Ἀντώνιον ἠσπάζετο καὶ ἐξελογεῖτο τῆς ἀνάγκης.2 οἱ δὲ αὐτὸν καὶ προσπεσεῖν Ἀντωνίῳ νομίζουσιν, ἄπρακτον μὲν ὄντα καὶ ἄτολμον, οὐ μὴν ἅπασι τοῖς συγγραφεῦσι πιστὸν οὐδʼ ἐμοὶ πιθανόν· οὐ γάρ πώ τι αὐτῷ πολέμιον ἐς τὸν Ἀντώνιον ἐπέπρακτο, δέους ἄξιον. οὕτω μὲν ὁ Ἀντώνιος ἐς μέγα δυνάμεως αὖθις ἐπῆρτο, καὶ τοῖς ἐχθροῖς ἦν ἐπιφοβώτατος· στρατὸν γὰρ εἶχεν, ὅν τε ἐξανέστησε Μουτίνης καὶ σὺν αὐτῷ λαμπρότατον ἱππικόν, τρία τε αὐτῷ τέλη κατὰ τὴν ὁδὸν προσγεγένητο τὰ Οὐεντιδίου, καὶ Λέπιδος αὐτῷ σύμμαχος ἐγίγνετο ἑπτὰ ἔχων ὁπλιτικὰ τέλη καὶ πολὺν ὅμιλον ἄλλον καὶ παρασκευὴν ἀξιόλογον. καὶ τοῖσδε ὁ μὲν Λέπιδος ἐπωνομάζετο ἔτι, ὁ δὲ Ἀντώνιος ἅπαντα διῴκει.
元老院中的显贵拉特伦西斯察觉了这些情况,遂向雷必达提出警告,见他不信,便建议他将军队分作数部,以种种名义派往外地,以此检验他们究竟是叛变还是效忠。雷必达将军队分为三部,命他们在夜间出发去守卫附近的粮仓。然而,将士们在接近黎明前的最后一更时,借口准备出征而顶盔贯甲,却乘机占领了营地的要害之处,并为安东尼敞开大门。安东尼疾步奔向雷必达的大帐,此时雷必达的全体军士已护送着他,并请求雷必达对受难的同胞赐予和平与怜悯。雷必达就着寝时的模样,未及系带便从榻上跃出迎向众人,许诺依从他们的请求,与安东尼相拥致意,并就迫不得已之处境为自己辩解。有人认为雷必达为人懦弱无能,甚至跪倒在安东尼脚下;但这并未被所有史家认可,在我看来亦不可信,盖因他尚未对安东尼采取过足以令自己恐惧的敌对行动。安东尼就这样再度声威大振,成为令敌人最为畏惧之人;盖因他麾下拥有从穆蒂纳撤出的军队以及极为精良的骑兵,途中又有温提迪乌斯的三个军团前来汇合,雷必达更以七个重装步兵军团、众多其他兵员和可观的军需辎重成为其盟友。名义上雷必达仍统领这些军队,但一切实权皆由安东尼掌管。
Ἐξαγγελθέντων δὲ τῶνδε ἐς Ῥώμην θαυμαστὴ καὶ αἰφνίδιος ἦν αὖθις μεταβολή, τῶν μὲν ἐκ τῆς οὐ πρὸ πολλοῦ καταφρονήσεως ἐς δέος, τῶν δὲ ἐς θάρσος ἀπὸ τοῦ δέους μεθισταμένων. αἵ τε προγραφαὶ τῶν δέκα ἀνδρῶν κατεσπῶντο σὺν ὕβρει, καὶ αἱ χειροτονίαι τῶν ὑπάτων ἐπείχοντο ἔτι μᾶλλον·3 ἥ τε βουλὴ πάμπαν ἀποροῦσα, καὶ δεδιυῖα, μὴ συνθοῖντο ἀλλήλοις ὅ τε Καῖσαρ καὶ ὁ Ἀντώνιος, ἔπεμπε μὲν ἐς Βροῦτόν τε καὶ Κάσσιον κρύφα ἀπὸ σφῶν Λεύκιον καὶ Πάνσαν, ὡς ἐπὶ θέας εἰς Ἑλλάδα ἐξιόντας, ἀμύνειν αὑτοῖς ἐς ὃ δύναιντο, μετεκάλει δὲ ἐκ Λιβύης ἀπὸ τριῶν τῶν ὑπὸ Σέξτιον δύο τέλη, καὶ τὸ τρίτον ἐκέλευε Κορνιφικίῳ παραδοθῆναι, τῆς ἑτέρας ἄρχοντι Λιβύης καὶ τὰ τῆς βουλῆς φρονοῦντι, εἰδότες μὲν καὶ τούσδε Γαΐῳ Καίσαρι ἐστρατευμένους καὶ τὰ ἐκείνου πάντα ὑπονοοῦντες· ἡ δὲ ἀπορία σφᾶς ὧδε ἤπειγεν, ἐπεὶ καὶ τὸν νέον Καίσαρα, δεδιότες μὴ συνθοῖτο Ἀντωνίῳ, στρατηγὸν αὖθις ἐπὶ Ἀντωνίῳ μάλα ἀπρεπῶς ἐχειροτόνουν ἅμα Δέκμῳ.
当这些消息传回罗马时,局势再次发生了奇特而骤然的逆转:一部分人由不久前的轻蔑转为恐惧,另一部分人则由恐惧转为振奋。十人委员会的告示被带着侮辱拆毁,执政官的选举更进一步陷入停滞。元老院陷入彻底的绝望之中,唯恐凯撒与安东尼联手,遂从自身当中秘密派遣卢基乌斯和潘萨假借前往希腊观光之名,奔赴布鲁图斯和卡西乌斯处,请求他们在力所能及的范围内施以援手;同时,元老院从阿非利加塞克斯提乌斯麾下的三个军团中调回两个,并下令将第三个军团移交给统治另一阿非利加省且效忠元老院的科尔尼菲基乌斯,尽管元老院明知这些士兵曾跟随盖乌斯·凯撒征战,并对与他有关的一切都心存猜疑。然而,困境逼迫他们不得不采取这一权宜之计,因为他们惧怕年轻的凯撒会与安东尼结盟,竟极其有失体统地再次将他与德基穆斯一同选为讨伐安东尼的统帅。
- 31282οὐ πολεμήσειν ἑκόντος
不定式 πολεμήσειν 的逻辑主语上下文显系雷必达自身,但此处未用主格(ἑκών),而作属格分词 ἑκόντος。这既可解释为受到前文分词 δεδιότος / ὑπισχνουμένου 的格同化(格吸引),亦可视为省略代词 αὐτοῦ 的属格绝对结构(ἑκόντος [αὐτοῦ]),作状语表示“自愿地/主动地”。
- 31284ἐξελογεῖτο τῆς ἀνάγκης
动词 ἐκλογέομαι(辩解、开脱)后接表示原因或理由的属格 τῆς ἀνάγκης,意为“以不可抗力为由为自己辩解”。此属格在此说明辩解所依据的事由与处境,而非动作的直接宾语。
- 31285αἱ χειροτονίαι τῶν ὑπάτων ἐπείχοντο ἔτι μᾶλλον
动词 ἐπέχω 的中动态/被动态形式 ἐπείχοντο 在此接续前文关于选举合法推迟(ὑπερθέσεων... γιγνομένων ἐννόμων)的叙述,应理解为“被延后/被搁置/见缓”(参见 LSJ ἐπέχω III:遏制、推迟)。这符合元老院为阻止年轻凯撒当选执政官而继续拖延选举程序的政治困局。
