← 阿庇安

内战记

§31180-31182

小凯撒谋求和解与联络西塞罗

小凯撒因遭元老院冷落而谋求与安东尼派和解,并致信其他统帅劝其团结,同时私下联络西塞罗以求共同竞选执政官。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31180

τοιαῦτα μὲν δὴ καὶ τὰ περὶ Συρίαν καὶ Μακεδονίαν ἦν· ἐν δὲ τῇ Ἰταλίᾳ ὁ Καῖσαρ ἐν ὕβρει θέμενος ἀντὶ οὗ Δέκμον ᾑρῆσθαι στρατηγὸν ἐπὶ Ἀντωνίῳ,1 τὴν μὲν ὀργὴν ἐπέκρυπτε, θρίαμβον δʼ ἐπὶ τοῖς εἰργασμένοις ᾔτει. καταφρονούμενος δʼ ὑπὸ τῆς βουλῆς ὡς πρεσβύτερα τῆς ἡλικίας ἐπινοῶν, ἔδεισε, μὴ διαφθαρέντος Ἀντωνίου μᾶλλον ἔτι καταφρονηθείη, καὶ τὰς ἐς αὐτὸν συμβάσεις ἐπόθει, καθὰ καὶ Πάνσας αὐτῷ διεσήμαινεν ἀποθνῄσκων. τούς τε οὖν ἀλωμένους ἐκ τῆς ἐκείνου στρατιᾶς ἡγεμόνας ἢ στρατιώτας ἐφιλανθρωπεύετο, καὶ τοῖς ἰδίοις ἐγκατέλεγεν ἢ τοὺς ἐθέλοντας αὐτῶν ἐς τὸν Ἀντώνιον ἔπεμπεν, ὡς οὐ διʼ ἔχθρας ἀνηκέστου πρὸς αὐτὸν ἰόντα·2 Οὐεντιδίῳ τε τῷ Ἀντωνίου φίλῳ, μετὰ τριῶν τελῶν ὄντι, παραστρατοπεδεύσας καὶ δέος ἐμβαλὼν ἔπραξε μὲν οὐδὲν πολέμιον, ἐδίδου δὲ ὁμοίως συνεῖναί οἱ ἢ ἐς τὸν Ἀντώνιον ἀδεῶς ἀπιέναι μετὰ τοῦ στρατοῦ καὶ μέμφεσθαι τῆς ἐς τὸ κοινὸν συμφέρον ἀγνωσίας. ὧν Οὐεντίδιος συνεὶς ἐς τὸν Ἀντώνιον ἀπῄει. ὁ δὲ Καῖσαρ Δέκιον, τῶν τινα ἡγεμόνων Ἀντωνίου, περὶ Μουτίνην ληφθέντα διὰ τιμῆς ἄγων μεθῆκεν, εἰ θέλοι, πρὸς τὸν Ἀντώνιον ἀπιέναι· καὶ πυνθανομένῳ περὶ τῆς ἐς τὸν Ἀντώνιον γνώμης πολλὰ ἔφη σύμβολα τοῖς εὖ φρονοῦσιν ἐξενηνοχέναι, τοῖς δʼ ἄφροσιν οὐδὲ τὰ πλείονα ἀρκέσειν.

关于叙利亚与马其顿的事态大致如此。在意大利,凯撒认为元老院推选德基穆斯而非自己统兵征讨安东尼是一种侮辱,他虽隐忍怒气,却要求为其战功举行凯旋式。然而,元老院轻视他,认为他怀有与其年龄不相称的野心;凯撒因恐安东尼败亡后自己将遭到更深的蔑视,遂渴望与安东尼达成和解,正如同潘萨临终前向他示意的那样。于是,他对安东尼军中流离溃散的将领和士兵表现得十分仁厚,或将他们编入自己的军队,或将愿意离去者遣返至安东尼处,以此表明自己并非出于不可化解的深仇而与之为敌。此外,安东尼的朋友温提迪乌斯统领着三个军团,凯撒兵临其营旁,虽给其造成恐慌,却未施加任何敌对行动,而是听凭他选择:或与自己合兵,或率军安全地前往安东尼处并谴责〔他〕对共同利益的无知。温提迪乌斯领会了这些用意,便率军投奔安东尼。凯撒还将穆蒂纳附近被俘的安东尼部将德基乌斯以礼相待,准其在愿意的前提下重返安东尼处;当德基乌斯询问他对安东尼的意图时,凯撒答称,对于明智之人,他已展现了诸多征象,而对于愚蠢之人,即使出示更多征兆也无济于事。

§31181

Ἀντωνίῳ μὲν δὴ τάδε ὁ Καῖσαρ ἐνεσήμαινε, Λεπίδῳ δὲ καὶ Ἀσινίῳ σαφέστερον ἔτι περὶ τῆς ἐς αὑτὸν ὕβρεως καὶ τῆς τῶν σφαγέων ἀθρόας προαγωγῆς ἐπέστελλεν, ἐκφοβῶν αὐτούς, μὴ ἐς χάριν τῆς Πομπηιανῆς ἑταιρείας καθʼ ἕνα τῶν Καίσαρος ἕκαστος ὅμοια Ἀντωνίῳ πάθοι, κἀκείνῳ διʼ ἀφροσύνην καὶ ὑπεροψίαν τοῦδε τοῦ δέους τάδε παθόντι. ἠξίου τε ἐς μὲν εὐπρέπειαν τῆς βουλῆς εἶναι κατηκόους, ἐς δὲ τὸ σφέτερον ἀσφαλὲς συμφρονεῖν, ἕως ἔτι δύνανται, καὶ ὀνειδίζειν ταῦτα Ἀντωνίῳ, μιμεῖσθαί τε τοὺς ὑπὸ σφίσιν ὁπλίτας· οὐ διαλυομένους, οὐδʼ ὅτε παύσαιντο τῶν στρατειῶν, ἵνα μὴ τοῖς ἐχθροῖς εἶεν εὐεπίθετοι, ἀλλʼ ἀθρόους ἐν ἀλλοτρίᾳ συνοικίζεσθαι διὰ τὴν ἰσχὺν μᾶλλον ἐθέλοντας ἢ καθʼ ἕνα τῶν πατρίδων ἀπολαύειν. τάδε μὲν ὁ Καῖσαρ Λεπίδῳ τε ἐπέστελλε καὶ Ἀσινίῳ· Δέκμῳ δὲ ὁ ἀρχαῖος στρατὸς ἐνόσει πιμπλάμενος ἐκ λιμοῦ καὶ τὰς γαστέρας κατερρήγνυντο, ὅ τε νεοστράτευτος ἀγύμναστος ἔτι ἦν. Πλάγκος δὲ προσεγένετο μετὰ τοῦ οἰκείου στρατοῦ, καὶ ὁ Δέκμος ἐπέστελλε τῇ βουλῇ τὸν Ἀντώνιον ἀλώμενον κυνηγετήσειν ναυτικῶν περ ἤδη γεγονότων.3

凯撒向安东尼如此含蓄地传达心意,而给雷必达和阿西尼乌斯的信中则更为明确地提及自身所受的侮辱以及刺客集团的骤然得势。他使他们感到恐惧,唯恐为遂庞培派集团之意,凯撒党人中的每一个都会逐一落得与安东尼相同的下场——而安东尼正是由于愚昧和对这一危险的轻视才蒙受此难。凯撒主张,表面上为顾及体面固然应顺从元老院,但为了自身的安全,尚有力量之时彼此应当精诚团结,并以此责备安东尼;他们还当效仿麾下的重装步兵:即便退役之后,士兵们亦不解散,以免沦为仇敌易于攻击的目标,而是为了保持力量,宁愿集体在异地定居,也不愿各自回乡自享其乐。凯撒给雷必达和阿西尼乌斯的信大致如此。然而,德基穆斯原有的军队因久饥暴食而患病,严重腹泻,新募兵员亦缺乏训练。当普兰库斯率己军与德基穆斯汇合后,德基穆斯遂向元老院致信称,自己将围猎四处漂泊的安东尼,因其军队已如同离海登陆的水手般虚弱不堪。

§31182

οἵ τε Πομπηιανοὶ πυθόμενοι θαυμαστοὶ ὅσοι διεφάνησαν, ἐκβοῶντες ἄρτι τὴν πάτριον ἐλευθερίαν ἀπειληφέναι, καὶ θυσίαι καθʼ ἕνα ἦσαν καὶ χειροτονίαι δέκα ἀνδρῶν ἐς εὔθυναν τῆς ἀρχῆς τῆς Ἀντωνίου. πρόσχημα δὲ τοῦτο ἦν ἐς ἀκύρωσιν τῶν ὑπὸ Καίσαρος διατεταγμένων· Ἀντώνιος γὰρ οὐδὲν αὐτὸς ἢ πάνυ σμικρά, πάντα δὲ ἐκ τῶν Καίσαρος ὑπομνημάτων διῳκήκει, καὶ τόδε σαφῶς εἰδυῖα ἡ βουλὴ τὰ μέν τινα αὐτῶν ἐπὶ προφάσεσι διέλυεν, ἀθρόα δὲ οὕτως ἤλπιζε διαλύσειν. οἱ μὲν δὴ δέκα προύγραφον, ὅ τι τις λάβοι παρὰ τὴν ἀρχὴν Ἀντωνίου, πάντας αὐτίκα ἀπογράφεσθαι καὶ διδάσκειν· ἀπειλαί τε τοῖς ἀπειθοῦσιν ἐπετίθεντο. καὶ τὴν ὕπατον ἀρχὴν ἐς τὸ λοιπὸν τοῦ ἔτους οἱ Πομπηιανοὶ μετῄεσαν ἀντὶ Ἱρτίου τε καὶ Πάνσα· μετῄει δὲ καὶ ὁ Καῖσαρ, οὐκ ἐς τὴν βουλὴν ἔτι πέμπων, ἀλλʼ ἐς τὸν Κικέρωνα ἰδίᾳ, καὶ αὐτὸν παρεκάλει καὶ συνάρξαι, ὡς Κικέρωνα μὲν τὴν ἀρχὴν διοικήσοντα πρεσβύτερόν τε καὶ ἐμπειρότερον ὄντα, αὐτὸς δὲ τὴν ἐπωνυμίαν καρπωσόμενος4 μόνην ἐς ἀπόθεσιν τῶν ὅπλων εὐπρεπῆ, οὗ δὴ καὶ πρῴην ἕνεκα τὸν θρίαμβον αἰτῆσαι. Κικέρων μὲν δὴ τούτοις ἐπαρθεὶς διὰ φιλαρχίαν, ἔλεγεν αἰσθέσθαι σπονδῶν ἐν τοῖς ἔξω στρατηγοῖς ὑπονοουμένων καὶ συνεβούλευε θεραπεῦσαι τὸν ἄνδρα, ὑβρισμένον καὶ στρατοῦ ἔτι ἄρχοντα πολλοῦ, ἀνασχέσθαι τε παρʼ ἡλικίαν ἄρχοντος ἐν τῇ πόλει μᾶλλον ἢ μηνίοντος ἐν ὅπλοις· ὡς δʼ ἄν τι μὴ πράξειε παρὰ τὸ τῇ βουλῇ συμφέρον, ἐκέλευεν αὐτῷ συνελέσθαι τῶν τινα πρεσβυτέρων ἔμφρονα, τῆς ἐκείνου νεότητος ἐγκρατῆ παιδαγωγόν.

庞培派闻讯后以惊人的数量显露出来,高呼终于重获祖辈相传的自由;人们各自举行祭祀,并选举了十人委员会以审查安东尼执政期间的政绩。但这不过是废除凯撒所立各项法令的借口而已;盖因安东尼独断专行之举极少或全无,一切政务皆依照凯撒的备忘录执行,元老院深知此点,却假借种种由头废除其中若干事项,意欲借此将所有法令一举推翻。十人委员会发布告示,命凡在安东尼执政期间有所获益之人,皆须立即登记并说明原委,抗命不遵者则受到严厉惩罚的威胁。庞培派还谋求补选年内余下任期的执政官,以接替希尔提乌斯和潘萨;凯撒亦图谋此职,但他不再向元老院请示,而是私下联络西塞罗,敦促其与自己共同执政。凯撒声称,西塞罗年长且富有经验,宜总揽政务,自己仅受其虚名以体面地解除武装,而这亦是他此前要求凯旋式的唯一缘由。西塞罗因热衷权柄而大受鼓舞,遂宣称察觉到驻防境外的统帅之间已有暗中媾和的迹象,建议安抚这位遭受侮辱却仍统领大军的年轻人,容忍他在城中任职,即便其年岁尚轻,也总胜过让其在军营中含怨怀恨;为了防止他做出违背元老院利益之事,西塞罗建议元老院在老成持重者中为其遴选一位同僚,作为约束其年轻气盛的监护者。

语法注4 条
  1. 31180ἐν ὕβρει θέμενος ἀντὶ οὗ Δέκμον ᾑρῆσθαι στρατηγὸν ἐπὶ Ἀντωνίῳ

    ἐν ὕβρει θέμενος 为惯用表达,意为“视作侮辱”。其后的 ἀντὶ οὗ 作代词性理解,意为“代替他(凯撒)自身”,引出后文宾语性质的“不定式+宾格”结构 Δέκμον ᾑρῆσθαι(“德基穆斯被选任为对付安东尼的统帅”)。

  2. 31180ὡς οὐ διʼ ἔχθρας ἀνηκέστου πρὸς αὐτὸν ἰόντα

    ὡς 搭配阳性单数宾格分词 ἰόντα,表示行为主体自身所表露的意图或立场,指代主语凯撒自身,意为“表明自己并非出于不可化解的深仇而进军针对安东尼”。

  3. 31181ναυτικῶν περ ἤδη γεγονότων

    属格独立结构。此处形容安东尼的士兵由于缺乏补给、马匹与装备,已丧失正规陆军战斗力,虚弱得如同离船登陆的水手一般任人围捕。

  4. 31182ὡς Κικέρωνα μὲν τὴν ἀρχὴν διοικήσοντα... αὐτὸς δὲ τὴν ἐπωνυμίαν καρπωσόμενος

    ὡς 之后以 μέν... δέ 引导了两个分词结构的对比:一方面是宾格分词(Κικέρωνα... διοικήσοντα),另一方面则是与主句主语凯撒呼应的主格分词(αὐτὸς... καρπωσόμενος)。这种格的转换体现了凯撒向西塞罗所许诺的权责分配方案。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:31180-31182