← 阿庇安

内战记

§31177-31179

卡西乌斯与布鲁图斯收编各军

卡西乌斯在叙利亚出人意料地收编了巴苏斯及围城军队的八个军团以及自埃及返回的四个军团,合共十二个军团围攻多拉贝拉;与此同时,布鲁图斯在马其顿以宽仁手段降服盖乌斯·安东尼的军队并加以收编。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31177

τῷ δʼ αὐτῷ χρόνῳ περί τε Συρίαν καὶ Μακεδονίαν τοιάδε ἐγίγνετο. Γάιος Καῖσαρ ὅτε Συρίαν διώδευε, τέλος ἐν αὐτῇ καταλελοίπει τὰ ἐς Παρθυαίους ἤδη διανοούμενος. τούτου τὴν μὲν ἐπιμέλειαν Καικίλιος Βάσσος εἶχε, τὸ δὲ ἀξίωμα Ἰούλιος Σέξστος, μειράκιον αὐτοῦ Καίσαρος συγγενές, ὅπερ ἐκδιαιτώμενον ἐς τρυφὴν τὸ τέλος ἀσχημόνως ἐπήγετο πανταχοῦ. μεμψαμένῳ δὲ τῷ Βάσσῳ ποτὲ ἐνύβρισε· καὶ καλῶν αὐτὸν ὕστερον, ἐπεὶ βραδέως ὑπήκουσεν, ἄγειν ἐκέλευσεν ἕλκοντας. θορύβου δὲ καὶ πληγῶν γενομένων ἡ στρατιὰ τὴν ὕβριν οὐ φέρουσα τὸν Ἰούλιον κατηκόντισε. καὶ εὐθὺς ἦν μετάνοια καὶ δέος ἐκ τοῦ Καίσαρος. συνομόσαντες οὖν, εἰ μή τις αὑτοῖς συγγνώμη καὶ πίστις γένοιτο, μέχρι θανάτου διαγωνιεῖσθαι καὶ ἐς αὐτὸ Βάσσον ἀναγκάσαντες1 ἄλλο συνέλεξαν τέλος καὶ συνεγύμνασαν. ὧδε μέν τισι περὶ τοῦ Βάσσου δοκεῖ, Λίβωνι δʼ, ὅτι τῆς Πομπηίου στρατιᾶς γενόμενος καὶ μετὰ τὴν ἧτταν ἰδιωτεύων ἐν Τύρῳ, διέφθειρέ τινας τοῦ τέλους, καὶ διεχρήσαντο τὸν Σέξστον καὶ τῷ Βάσσῳ σφᾶς ἐνεχείρισαν. ὁποτέρως δʼ ἐγένετο, Στάιον Μοῦρκον οἵδε, μετὰ τριῶν τελῶν ἐπιπεμφθέντα σφίσιν ὑπὸ τοῦ Καίσαρος, ἐγκρατῶς ἀπεμάχοντο, ἕως ὁ Μοῦρκος ἐπεκαλεῖτο Μάρκιον Κρίσπον ἡγούμενον Βιθυνίας καὶ ἀφίκετο αὐτῷ βοηθῶν ὁ Κρίσπος τέλεσιν ἄλλοις τρισίν.

与此同时,在叙利亚与马其顿一带发生了如下变故。盖乌斯·凯撒行经叙利亚时,因已有经略帕提亚之意,便在该地留下了一个军团。此军团的日常庶务由凯基利乌斯·巴苏斯掌管,而统帅权则属于凯撒的青年近亲尤利乌斯·塞克斯图斯;这名青年沉溺于骄奢淫逸,不得体地带着军团到处随行。巴苏斯曾劝谏他,却遭到他的辱骂;其后召见巴苏斯时,因巴苏斯延缓未至,他便下令将其强行拖拽而来。在一片骚动与冲突中,士兵们不堪其暴戾侮慢,遂投掷标枪将尤利乌斯刺杀。他们旋即后悔并对凯撒生起巨大的恐惧。于是他们立誓:若得不到赦免与安全保证,便血战至死;他们逼迫巴苏斯加入此盟约,又招募了另一个军团并一同进行操练。关于巴苏斯,某些人持有此种说法;但利博则称,巴苏斯原本属于庞培的军队,战败后在推罗过着平民生活,是他收买了该军团中的若干士兵,致使他们杀死了塞克斯图斯并将军权交予巴苏斯。不论实情究竟为何,这些人顽强地击退了凯撒派遣率领三个军团前来的斯塔伊乌斯·穆尔库斯,直至穆尔库斯向比提尼亚总督马尔基乌斯·克里斯普斯求援,克里斯普斯遂率领另外三个军团赶来支援。

§31178

ὡς δὲ ὑπὸ τούτων ἐπολιορκοῦντο, ὁ Κάσσιος σὺν ἐπείξει καταλαβὼν τά τε τοῦ Βάσσου δύο τέλη παρελάμβανεν αὐτίκα καὶ τὰ τῶν πολιορκούντων αὐτὸν ἕξ, φιλίᾳ τε παραδόντων καὶ ὡς ἀνθυπάτῳ κατηκόων γενομένων· ἐψήφιστο γάρ, ὥς μοι προείρηται, πάντας ὑπακούειν Κασσίῳ τε καὶ Βρούτῳ. ἄρτι δὲ καὶ Ἀλλιηνός, ὑπὸ Δολοβέλλα πεμφθεὶς ἐς Αἴγυπτον, ἐπανῆγεν ἐξ αὐτῆς τέσσαρα τέλη τῶν ἐκ τῆς ἥσσης Πομπηίου τε καὶ Κράσσου διαρριφέντων ἢ ὑπὸ Καίσαρος Κλεοπάτρᾳ καταλελειμμένων.2 καὶ αὐτὸν ὁ Κάσσιος οὐδὲν προπεπυσμένον ἐν τῇ Παλαιστίνῃ περιέλαβέ τε καὶ ἠνάγκασεν ἑαυτῷ προσθέσθαι, δείσαντα τοῖς τέσσαρσι μάχεσθαι πρὸς ὀκτώ. ὧδε μὲν δὴ Κάσσιος ἐκ παραδόξου δυώδεκα τελῶν ἀθρόως ἐκράτει καὶ Δολοβέλλαν ἐκ τῆς Ἀσίας σὺν δύο τέλεσιν ἐλθόντα τε καὶ ἐς Λαοδίκειαν ὑπὸ οἰκειότητος ἐσδεχθέντα περικαθήμενος ἐπολιόρκει. καὶ ἡ βουλὴ μαθοῦσα ἐφήδετο.

当他们正被这六个军团围困之时,卡西乌斯急速赶到,立刻接管了巴苏斯的两个军团以及围困他的六个军团;这些军队出于友谊而归附,并将他视作资深执政官而服从命令,因为正如我前文所述,元老院已决议令所有人都顺从卡西乌斯与布鲁图斯。恰在此时,由多拉贝拉派往埃及的阿利埃努斯,正从该地带回四个军团,这些部队由庞培与克拉苏败后流散的残兵,或凯撒留给克利奥帕特拉的驻军组成。卡西乌斯在巴勒斯坦将事先毫不知情的阿利埃努斯重重包围,迫使其倒戈附己,因阿利埃努斯惧怕以四个军团抵挡八个军团。如此一来,卡西乌斯出人意料地一举统领了十二个军团,并挥军将从亚细亚率两个军团前来、因友好情谊被迎入拉奥迪基亚的多拉贝拉层层围困。元老院获悉此事后欢欣鼓舞。

§31179

Μακεδονίας δὲ πέρι Γάιος Ἀντώνιος, ὁ Ἀντωνίου Μάρκου ἀδελφός, Βρούτῳ διεφέρετο καὶ ἐπολέμει, τέλος ἔχων ἓν ὁπλιτῶν· καὶ τὸν Βροῦτον ἡσσώμενος ἐνήδρευσεν. ὁ δʼ ἐκφυγὼν ἀντενήδρευσε καὶ οὐδὲν εἰργάσατο ἀποληφθέντας, ἀλλὰ ἀσπάσασθαι τῷ ἰδίῳ στρατῷ τοὺς ἐναντίους προσέταξε· τῶν δὲ οὐκ ἀντασπασαμένων οὐδὲ τὴν πεῖραν ἐνδεξαμένων, μεθῆκεν ἀπαθεῖς ἐκ τῆς ἐνέδρας ἀπιέναι. κατὰ δὲ ἄλλας ὁδοὺς περιελθὼν αὖθις ἐν ἀποκρήμνοις κατέστησε καὶ πάλιν οὐκ ἐπεχείρησεν, ἀλλʼ ἠσπάσατο. οἱ δέ, ὡς πολιτῶν τε περιφειδόμενον καὶ τῆς δόξης ἄξιον ἧς εἶχεν ἐπὶ σοφίᾳ τε καὶ πραότητι, ἠγάσαντο3 καὶ ἀντησπάσαντο καὶ ἐς αὐτὸν μετεβάλοντο. ἐπέτρεψε δὲ καὶ ὁ Γάιος ἑαυτὸν καὶ ἦν ἐν τιμῇ παρὰ Βρούτῳ, μέχρι τὸν στρατὸν πολλάκις διαφθείρων ἐλεγχθεὶς ἀνῃρέθη. οὕτω μὲν δὴ καὶ Βρούτῳ μετὰ τῶν προτέρων στρατῶν ἓξ ἐγίνετο τέλη· καὶ Μακεδόνας ἐπαινῶν δύο τέλη κατέλεξεν ἐξ αὐτῶν, καὶ ἐς τὸν Ἰταλικὸν τρόπον καὶ τάδε ἐγυμνάζετο.

在马其顿方面,马克·安东尼的弟弟盖乌斯·安东尼率领一个重装步兵军团与布鲁图斯对峙交战;盖乌斯渐处下风,便设下伏兵。布鲁图斯脱险后反设伏将敌包围,却对陷入绝境的敌军秋毫无犯,反而命令自己的士兵向对方致意问候;见对方未予还礼且不愿顺从试探,他便放他们安然撤离伏击地。随后布鲁图斯沿他道包抄,再度将敌逼入险绝之地,却依然不加攻击,再次向他们致礼。士兵们见他体恤同胞,深副其素来以睿智与温和著称的美名,大为钦佩,遂还礼致意并归降于他。盖乌斯亦随之归顺,在布鲁图斯处受到优待,直至他屡次暗中煽动军队叛变的罪行败露后才被处决。就这样,布鲁图斯加上先前的兵力,亦拥有了六个军团;他又嘉许马其顿人,从中征募了两个军团,并将他们同样按意大利军队的方式加以训练。

语法注3 条
  1. 31177ἐς αὐτὸ Βάσσον ἀναγκάσαντες

    承接前文分词 συνομόσαντες(发誓),ἐς αὐτό 指代加入上述死战到底的誓约与举兵图谋。动词 ἀναγκάζω(逼迫)与表示方向/目标的介词短语 ἐς αὐτό 搭配,构成“迫使某人卷入某事”的句式。

  2. 31178τῶν ἐκ τῆς ἥσσης Πομπηίου τε καὶ Κράσσου διαρριφέντων ἢ ὑπὸ Καίσαρος Κλεοπάτρᾳ καταλελειμμένων

    带冠词的属格分词短语 τῶν... διαρριφέντων ἢ... καταλελειμμένων 依附于前面的 τέσσαρα τέλη(四个军团),作部分属格(或表示人员构成的属格),说明组成这四个军团的人员来源。

  3. 31179ὡς πολιτῶν τε περιφειδόμενον καὶ τῆς δόξης ἄξιον ἧς εἶχεν ἐπὶ σοφίᾳ τε καὶ πραότητι, ἠγάσαντο

    针对主要动词 ἠγάσαντο(赞赏/佩服),ὡς 引导兵士们主观视角的理由与评价;宾格分词 περιφειδόμενον 及形容词 ἄξιον 修饰语境中作为宾语的布鲁图斯。ἧς 是关系代名词,与其先行词 τῆς δόξης 一致,本应作 εἶχεν 的宾语而用宾格(ἣν),因受先行词的属格牵引而变为属格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:31177-31179