- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:31074-31076
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马在西塞罗的主导下极力抬高德基穆斯而排挤冷落凯撒;伤势垂危的执政官潘萨则召见凯撒,揭露元老院的险恶图谋并力劝其与安东尼修好,随后溘然长逝。
καὶ Κικέρων ἐν Ῥώμῃ τὰ μὲν ἐς τὸν δῆμον ἀνεγίγνωσκεν ὡς ὑπάτου,1 τὰ δὲ τοῦ Καίσαρος τῇ βουλῇ μόνον· θυσίας τε ἐπʼ Ἀντωνίῳ πεντήκοντα ἡμερῶν ἱκεσίους ἐψηφίζετο, ὅσας οὔτε ἐπὶ Κελτοῖς οὔτε ἐπὶ ἄλλῳ πολέμῳ ποτὲ ἐψηφίσαντο Ῥωμαῖοι, καὶ τὸν στρατὸν τῶν ὑπάτων ἐδίδου Δέκμῳ καίπερ ἔτι Πάνσα περιόντος (ἤδη γὰρ ἀπεγιγνώσκετο), στρατηγόν τε τὸν Δέκμον ἀπέφηνεν ἐπʼ Ἀντωνίῳ μόνον εἶναι καὶ εὐχὰς δημοσίας ἐποιεῖτο Δέκμον Ἀντωνίου περιγενέσθαι. τοσοῦτος ἦν οἶστρος αὐτῷ κατὰ Ἀντωνίου καὶ ἀπειροκαλία. ἐβεβαίου τε αὖθις τοῖς δύο τέλεσι τοῖς ἀπὸ Ἀντωνίου μεταστᾶσι τὰς ἑκάστῳ προϋπεσχημένας παρὰ τοῦ κοινοῦ Ῥωμαίων ἐπινικίους δραχμὰς πεντακισχιλίας ὡς ἤδη νενικηκόσι καὶ στέφανον αὐτοὺς ἐν ταῖς ἑορταῖς αἰεὶ θαλλοῦ περιτίθεσθαι. περὶ δὲ Καίσαρος οὐδὲν ἦν ἐν τοῖς γραφομένοις, οὐδὲ τοὔνομα ὅλως· οὕτως αὐτίκα κατεφρονεῖτο ὡς Ἀντωνίου καθῃρημένου. ἔγραφον δὲ καὶ Λεπίδῳ καὶ Πλάγκῳ καὶ Ἀσινίῳ πολεμεῖν, ὅπως πλησιάσειαν2 Ἀντωνίῳ.
在罗马,西塞罗将潘萨的信函作为执政官的公文向民众宣读,而将凯撒的信函仅呈阅于元老院。他以击溃安东尼为由,决议举行长达五十天的祈谢祭,其规模超过了罗马人以往对高卢战争或任何其他战争所决议的祈谢;尽管潘萨当时尚在人世(因其伤势已被断定无望),西塞罗仍将两位执政官的军队转交予德基穆斯,并任命德基穆斯为讨伐安东尼的唯一统帅,且举行公祷祝愿德基穆斯战胜安东尼。他对安东尼的狂怒与丧失理智竟至如此地步。他又向脱离安东尼投奔过来的两个军团重申,正如对待已立战功者那般,由罗马公帑向每人兑现原先许诺的五千德拉克马胜战赏金,并准许他们在节庆时始终佩戴橄榄枝冠。然而在各项文书法令中对凯撒却只字未提,甚至连其姓名都杳无踪迹;只因安东尼被视为已被覆灭,凯撒便旋即遭到这般藐视。他们还致信莱庇达斯、普兰库斯与阿西尼乌斯,令其一旦逼近安东尼便即刻开战。
καὶ τάδε μὲν ἦν τὰ ἐν Ῥώμῃ, Πάνσας δʼ ἐκ τοῦ τραύματος ἀποθνῄσκων Καίσαρά οἱ παρεστήσατο καὶ εἶπεν· “ἐγὼ τῷ σῷ πατρὶ φίλος ἦν ὡς ἐμαυτῷ, ἀναιρεθέντι δὲ οὐκ εἶχον ἐπαμύνειν οὐδὲ τοῖς πλείοσι μὴ συνίστασθαι, οἷς γε δὴ καὶ σὺ καλῶς ποιῶν3 ὑπήκουσας, καίτοι στρατὸν ἔχων. δείσαντες δʼ ἐν ἀρχῇ δὲ καὶ Ἀντώνιον, φιλοτιμότατον κἀκεῖνον ἐς τὴν Καίσαρος γνώμην φανέντα, διαφερομένοις ὑμῖν ἐφήσθησαν ὡς ἐς ἀλλήλους συντριβησομένοις. ἐπεὶ δέ σε καὶ στρατοῦ δεσπότην εἶδον, προσεποιοῦντο εὐπρεπέσι καὶ ἀσθενέσι τιμαῖς οἷα μειράκιον. σοβαρωτέρου δέ σου καὶ ἐγκρατεστέρου τιμῆς τότε μάλιστα ὀφθέντος, ὅτε τὴν ἀρχὴν ὑπὸ τοῦ στρατοῦ σοι δεδομένην οὐκ ἐδέξω, διεταράχθησαν καὶ συστρατηγεῖν σε ἡμῖν ἀπέφηναν, ἵνα σου τὰ δύο τέλη τὰ πρακτικώτερα ἀποσπάσωμεν, ἐλπίσαντες ἡττηθέντος ὑμῶν τοῦ ἑτέρου τὸν ἕτερον ἀσθενέστερόν τε καὶ μόνον ἔσεσθαι καὶ μετʼ αὐτὸν ἤδη πᾶσαν τὴν Καίσαρος ἑταιρείαν καθελόντες ἀνάξειν τὴν Πομπηίου· τόδε γάρ ἐστιν αὐτοῖς τῆς γνώμης τὸ κεφάλαιον.
罗马的情况大体如此,而潘萨因伤势垂危,便将凯撒召至身旁,对他说道: “我爱待令尊如同己身,但在他遇刺身亡之际,我既无力施援,亦不能不与大多数人站在一起;而你虽拥兵在握,亦明智地顺应了这大多数人。他们起初同样畏惧安东尼,因安东尼在继承凯撒意图上亦表现得极具野心;及至你们反目,他们便幸灾乐祸,指望你们自相残杀。然而,当他们见你也成为一军之主时,便用虚浮而无实权的荣衔拉拢你,视你如不谙世事的少年。但当你展现出更为深沉庄重且不为名位所动的品格——尤其是在你拒绝接受军队奉上的最高统治权之时——他们便惊恐万分,从而任命你与我们共同掌军,目的无非是将你手下最具战力的两个军团分化出来;他们指望你们二人中有一方落败之后,另一方亦将陷入势孤力单的境地,其后便能一举摧毁凯撒的全部党派,使庞培党人卷土重来。这便是他们全盘谋划的核心。
ἐγὼ δὲ καὶ Ἵρτιος τὸ προστεταγμένον ἐποιοῦμεν μέχρι συστεῖλαι τὸν Ἀντώνιον ἐπιπολάζοντα ὑπεροψίᾳ· ἡττηθέντα δὲ σοὶ συναλλάσσειν ἐπενοοῦμεν, ὡς τῇ Καίσαρος φιλίᾳ τόδε χαριστήριον ἔχοντες ἀποδοῦναι καὶ μόνον τῇ μοίρᾳ χρησιμώτατον ἐσόμενον ἐς τὰ μέλλοντα. τοῦτο δʼ οὐκ ἦν ἐκφέρειν σοι πρότερον, ἡττημένου δὲ νῦν Ἀντωνίου καὶ Ἱρτίου τεθνεῶτος κἀμὲ τοῦ χρεὼν ἀπάγοντος, ἐν καιρῷ λέλεκται, οὐχ ἵνα μοι γινώσκῃς χάριν ἀποθανόντι, ἀλλʼ ἵνα σὺν δαιμονίᾳ μοίρᾳ γενόμενος, ὡς τὰ ἔργα ὑποδείκνυσι, τά τε σαυτῷ συμφέροντα γινώσκῃς καὶ τὴν ἐμὴν καὶ Ἱρτίου προαίρεσίν τε καὶ ἀνάγκην. τὸν μὲν οὖν στρατόν, ὃν ἡμῖν αὐτὸς ἔδωκας, εὐπροφάσιστον ἀποδοῦναί σοι, καὶ παραδίδωμι· τοὺς δὲ νεήλυδας εἰ μὲν καθέξεις λαβών, καὶ τούσδε σοι παραδώσω, εἰ δὲ τεθήπασι τὴν βουλὴν ἀμέτρως, ὅτι καὶ οἱ ἄρχοντες αὐτῶν φύλακες ἡμῖν ἐπέμφθησαν εἶναι, καὶ τό τε ἔργον ἐπίφθονον ἔσται σοι καὶ πρὸ τοῦ δέοντος ἐξανίστησί σε,4 ὁ ταμίας παραλήψεται Τορκουᾶτος.” ταῦτα εἰπὼν καὶ τῷ ταμίᾳ τοὺς νεήλυδας ἐγχειρίσας ἀπέθανε. καὶ τούσδε μὲν ὁ ταμίας, καθὰ προσέτασσεν ἡ βουλή, Δέκμῳ παρεδίδου, Ἵρτιον δὲ καὶ Πάνσαν ὁ Καῖσαρ ἐπιφανῶς ἔθαπτε καὶ ἐς Ῥώμην ἔπεμπε μετὰ τιμῆς.
我和希尔提乌斯此前执行元老院的命令,只是为了压制狂妄自大的安东尼;但我们原打算待他战败后便促成他与你修好,以此作为报答凯撒友谊的酬谢,且这亦是未来对我们这一派系唯一最为有益的抉择。此事此前实无法向你挑明;如今安东尼已遭挫败,希尔提乌斯已死,命运亦在催促我离开人世,此刻方是直言之时。此言非为令你在我死后感念恩德,而是要使如诸般事迹所昭示的那样享有神助的你,能够认清对自身有利的道路,并体察我和希尔提乌斯的苦心与无奈。因此,对于你当初亲自交给我们的军队,我有充分正当的理由将其归还,此刻便交还予你;至于新招募的部队,你若接收后能够驾驭,我亦愿交予你,但若他们对元老院敬畏过甚,因为其军官本就是作为监视我们的眼线被派来的,而且此举既会为你招致怨怼,又会迫使你在时机未成熟时便起而对立,那么将由财务官托尔夸图斯负责接收。” 说罢这番话,并将新兵托付给财务官之后,潘萨便溘然长逝。财务官遵照元老院的法令将新兵交给了德基穆斯,而凯撒则为希尔提乌斯和潘萨举行了隆重的葬礼,以极高规格将他们的遗体送回罗马。
- 31074ὡς ὑπάτου
承接前文提及的潘萨的书信(ἔγραφε δὲ καὶ Πάνσας),此处省略了“信函”(γράμματα 等词),作所有格表示“作为执政官的(信函)”。
- 31074ὅπως πλησιάσειαν
并非充当 ἔγραφον 的宾语从句,而是修饰 πολεμεῖν 的时间/条件状语从句,意为“一旦接近安东尼便开战”。因主节动词 ἔγραφον 为过去时态,故从句动词采用希求法 πλησιάσειαν。
- 31075καλῶς ποιῶν
希腊语习惯用法,分词与谓语动词连用,意为“明智地……”或“……是完全正当/恰当的”。
- 31076πρὸ τοῦ δέοντος ἐξανίστησί σε
条件从句中(与将来时直说式 ἔσται 并列)使用现在时直说式,用以生动强调后果的必然性与紧迫性,意为“会迫使你在时机尚未成熟时便起而反抗”。
