← 阿庇安

内战记

§221153-221154

无视凶兆受难与两人生前功绩之后事对比

作者记述了恺撒与亚历山大皆因嘲弄凶兆却最终应验丧命的相似经历,并论述了两人对各邦学问的探索、恺撒的历法改革,以及两人的刺杀者皆被其继嗣惩处之结局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§221153

Καίσαρι δʼ ἐς τὸ ἔσχατον βουλευτήριον ἐσιόντι, καθά μοι πρὸ βραχέος εἴρηται, τὰ αὐτὰ σημεῖα γίγνεται· καὶ χλευάσας ἔφη τοιαῦτά οἱ καὶ περὶ Ἰβηρίαν γεγονέναι. τοῦ δὲ μάντεως εἰπόντος καὶ τότε αὐτὸν κινδυνεῦσαι καὶ νῦν ἐπιθανατώτερον ἔχειν τὸ σημεῖον, ἐνδούς τι πρὸς τὴν παρρησίαν ἐθύετο ὅμως αὖθις, μέχρι βραδυνόντων αὐτῷ τῶν ἱερῶν δυσχεράνας ἐσῆλθε καὶ ἀνῃρέθη. τὸ δʼ αὐτὸ καὶ Ἀλεξάνδρῳ συνέπεσεν. ἐπανιόντα γὰρ ἐξ Ἰνδῶν ἐς Βαβυλῶνα μετὰ τοῦ στρατοῦ καὶ πλησιάζοντα ἤδη παρεκάλουν οἱ Χαλδαῖοι τὴν εἴσοδον ἐπισχεῖν ἐν τῷ παρόντι. τοῦ δὲ τὸ ἰαμβεῖον εἰπόντος, ὅτι “μάντις ἄριστος, ὅστις εἰκάζει καλῶς,” δεύτερα γοῦν οἱ Χαλδαῖοι παρεκάλουν μὴ ἐς δύσιν ὁρῶντα μετὰ τῆς στρατιᾶς ἐσελθεῖν, ἀλλὰ περιοδεῦσαι καὶ τὴν πόλιν λαβεῖν πρὸς ἥλιον ἀνίσχοντα. ὁ δʼ ἐς τοῦτο μὲν ἐνδοῦναι λέγεται καὶ ἐπιχειρῆσαι περιοδεῦσαι, λίμνῃ δὲ καὶ ἕλει δυσχεραίνων καταφρονῆσαι καὶ τοῦ δευτέρου μαντεύματος καὶ ἐσελθεῖν ἐς δύσιν ὁρῶν. ἐσελθών γε μὴν καὶ πλέων κατὰ τὸν Εὐφράτην ἐπὶ ποταμὸν Παλλακότταν, ὃς τὸν Εὐφράτην ὑπολαμβάνων ἐς ἕλη καὶ λίμνας ἐκφέρει καὶ κωλύει τὴν Ἀσσυρίδα γῆν ἄρδειν,--ἐπινοοῦντα δὴ τοῦτον διατειχίσαι τὸν ποταμὸν καὶ ἐπὶ τοῦτο ἐκπλέοντά φασιν ἐπιτωθάσαι τοῖς Χαλδαίοις,1 ὅτι σῶος ἐς Βαβυλῶνα ἐσέλθοι τε καὶ ἐκπλέοι. ἔμελλε δʼ ἐπανελθὼν αὐτίκα ἐν αὐτῇ τεθνήξεσθαι. ἐπετώθασε δὲ καὶ ὁ Καῖσαρ ὅμοια. τοῦ γὰρ μάντεως αὐτῷ τὴν ἡμέραν τῆς τελευτῆς προειπόντος, ὅτι μὴ περιοίσει τὰς Μαρτίας εἰδούς,2 ἐλθούσης τῆς ἡμέρας ἔφη, τὸν μάντιν χλευάζων, ὅτι πάρεισιν αἱ εἰδοί· καὶ ἐν αὐταῖς ὅμως ἀπέθανεν. οὕτω μὲν δὴ καὶ σημεῖα τὰ περὶ σφῶν ἐχλεύασαν ὁμοίως, καὶ τοῖς προειποῦσιν αὐτὰ μάντεσιν οὐκ ἐχαλέπηναν, καὶ ἑάλωσαν ὅμως ὑπὸ τῷ λόγῳ τῶν μαντευμάτων.

正如我不久前所述,当恺撒走进最后的元老院议事堂时,出现了同样的凶兆;他嘲弄着说,自己在伊比利亚时也曾发生过类似的事情。但占卜者回答说,那时他也处于危险之中,而现在的兆头则更加致命。恺撒因这种直言不讳而稍有让步,但还是再次献祭,直到因祭礼拖延而感到厌烦,便走了进去,结果被杀。同样的事情也发生在亚历山大身上。因为当他率军从印度返回巴比伦、已经临近城下时,迦勒底人请求他暂时不要入城。但他引用了一句抑扬格诗句道:“善于推测者,即是最佳的预言家。”迦勒底人退而求其次,恳求他至少不要面向西方率军入城,而应绕道而行,迎着初升的太阳占据该城。据说他对此做出了让步,并试图绕行,但因湖泊和沼泽而感到烦躁,于是也蔑视了这第二个神谕,面向西方进了城。然而,进城之后,当他沿着幼发拉底河航行至帕拉科塔斯河——这条河接纳了幼发拉底河的水,将其排入沼泽和湖泊,阻止了对亚述土地的灌溉——正打算筑堤截断这条河流并为此出航时,据说他嘲笑迦勒底人说,他平安地进入了巴比伦,如今又平安地乘船出来了。然而,他注定在返回后立即死在城中。恺撒也进行了类似的嘲讽。因为占卜者曾向他预告其死期,称他渡不过三月望日(十五日);到了那天,他嘲弄占卜者说,望日已经到了;但他却依然死在那一天。就这样,他们同样嘲弄了关于自己的凶兆,并且对预先警告的占卜者并未动怒,然而最终仍落入了预言之言的罗网之中。

§221154

ἐγένοντο δὲ καὶ ἐς ἐπιστήμην τῆς ἀρετῆς, τῆς τε πατρίου καὶ Ἑλληνικῆς καὶ ξένης, φιλόκαλοι, τὰ μὲν Ἰνδῶν Ἀλέξανδρος ἐξετάζων τοὺς Βραχμᾶνας, οἳ δοκοῦσιν Ἰνδῶν εἶναι μετεωρολόγοι τε καὶ σοφοὶ καθὰ Περσῶν οἱ Μάγοι, τὰ δὲ Αἰγυπτίων ὁ Καῖσαρ, ὅτε ἐν Αἰγύπτῳ γενόμενος καθίστατο Κλεοπάτραν. ὅθεν ἄρα καὶ τῶν εἰρηνικῶν πολλὰ Ῥωμαίοις διωρθώσατο καὶ τὸν ἐνιαυτὸν ἀνώμαλον ἔτι ὄντα διὰ τοὺς ἔσθʼ ὅτε μῆνας ἐμβολίμους (κατὰ γὰρ σελήνην αὐτοῖς ἠριθμεῖτο) ἐς τὸν τοῦ ἡλίου δρόμον μετέβαλεν, ὡς ἦγον Αἰγύπτιοι. συνέβη δὲ αὐτῷ καὶ τῶν ἐς τὸ σῶμα ἐπιβουλευσάντων μηδένα διαφυγεῖν, ἀλλὰ τῷ παιδὶ δοῦναι δίκην ἀξίαν, καθάπερ Ἀλεξάνδρῳ τοὺς Φίλιππον ἀνελόντας.3 ὅπως δὲ ἔδοσαν, αἱ ἑξῆς βίβλοι δεικνύουσιν.

他们对于美德的学问——无论是本邦的、希腊的还是异族的——也都有着探求的热忱。亚历山大考察印度的事物,向婆罗门求教,这些人被认为既是印度的天文学家,又是智者,正如波斯的僧侣一样;而恺撒则在身处埃及、扶立克利奥帕特拉时考察了埃及的事物。正因如此,他为罗马人改革了许多民政事务,并将因不时插入的闰月而仍然紊乱的历法(因为他们以往是按太阴历计算的),改为依据太阳的运行,就像埃及人所实行的那样。而且对他而言,也没有任何图谋加害其身的人能够逃脱,他们都向其养子付出了应有的代价,正如杀害腓力的人之于亚历山大一样。至于他们是如何付出代价的,后文诸卷将予以说明。

语法注3 条
  1. 221153ἐπινοοῦντα δὴ τοῦτον διατειχίσαι τὸν ποταμὸν καὶ ἐπὶ τοῦτο ἐκπλέοντά φασιν ἐπιτωθάσαι τοῖς Χαλδαίοις

    由主动词 φασίν(“据说”)统辖的宾格带不定式结构。不定式 ἐπιτωθάσαι 的逻辑主语由分词 ἐπινοοῦντα 和 ἐκπλέοντα 所修饰的隐含宾格代词 αὐτόν(指亚历山大)充当。由于中间插入了定语从句 ὃς τὸν Εὐφράτην ... ἄρδειν,句子结构略显破格(anacoluthon),随后用 δὴ 重新接续原意。

  2. 221153ὅτι μὴ περιοίσει τὰς Μαρτίας εἰδούς

    在由 ὅτι 引导的间接引语从句中,将来时陈述语气动词(περιοίσει)搭配了否定词 μὴ 而非 οὐ。在古典与后古典希腊语中,当表达誓言、神谕或庄严预言的内容时,惯用 μὴ 来加强主观判定或禁戒意味。

  3. 221154καθάπερ Ἀλεξάνδρῳ τοὺς Φίλιππον ἀνελόντας

    承前省略的比较从句,平行于前文的 συνέβη δὲ αὐτῷ ... μηδένα διαφυγεῖν, ἀλλὰ τῷ παιδὶ δοῦναι δίκην ἀξίαν。其完整结构应补足为 καθάπερ Ἀλεξάνδρῳ τοὺς Φίλιππον ἀνελόντας [δοῦναι δίκην ἀξίαν](其中与格 Ἀλεξάνδρῳ 平行于 τῷ παιδὶ),宾格分词短语 τοὺς ... ἀνελόντας 是所省略的不定式的逻辑主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:221153-221154