← 阿庇安

内战记

§2957-2959

恺撒渡海受阻与安东尼军的抵达

恺撒隐匿身份试图乘小艇冒险渡海,终因风暴受阻而返,遂遣使命令后续军队渡海;庞培因不祥之兆坐失战机,而安东尼率领的援军则在骤起的顺风相助下成功渡海。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2957

αὐτὸς δʼ ἀπὸ διαίτης ὑπεχώρησε μὲν ὡς κάμνων τῷ σώματι, τοὺς φίλους ἔτι ἑστιᾶσθαι κελεύσας, ἐπιθέμενος δʼ ἐσθῆτα ἰδιώτου καὶ ὀχήματος εὐθὺς ἐπιβὰς ἐξήλασεν ἐπὶ τὴν ναῦν ὡς ὅδε ὢν ὁ πρὸς τοῦ Καίσαρος ἀπεσταλμένος· τά τε λοιπὰ διὰ τῶν θεραπόντων προσέτασσεν, ἐγκεκαλυμμένος τε καὶ ἐν νυκτὶ μάλιστα ἀγνοούμενος. χειμερίου δὲ τοῦ πνεύματος ὄντος θαρρεῖν ἐκέλευον οἱ θεράποντες τὸν κυβερνήτην ὡς τῷδε μάλιστα λησόμενοι τοὺς πολεμίους ἐγγὺς ὄντας. τὸν μὲν δὴ ποταμὸν ὁ κυβερνήτης εἰρεσίᾳ βιαζόμενος ἔπλει· ὡς δʼ ἐπὶ τὰς ἐκβολὰς ἀφίκετο καὶ ἡ θάλασσα σὺν κλυδωνίῳ καὶ πνεύματι τὸ ῥεῦμα ἀνέκοπτεν, ὁ μὲν ἐπισπερχόντων αὐτὸν τῶν θεραπόντων ἐβιάζετο καὶ ὡς ἐς οὐδὲν προκόπτων ἀπέκαμνε καὶ ἀπεγίνωσκεν, ὁ δὲ Καῖσαρ ἀποκαλυψάμενος ἐνεβόησεν αὐτῷ· “θαρρῶν ἴθι πρὸς τὸν κλύδωνα· Καίσαρα φέρεις καὶ τὴν Καίσαρος τύχην.” ἐκπλαγέντων δὲ τῶν ἐρετῶν καὶ τοῦ κυβερνήτου προθυμία τε πᾶσιν ἐνέπιπτε καὶ ἡ ναῦς ὑπὸ βίας ἐξέπιπτε τοῦ ποταμοῦ. τὸ πνεῦμα δʼ αὐτὴν καὶ τὸ κῦμα μετέωρον ἐς τὰς ὄχθας διερρίπτει, μέχρι πλησιαζούσης ἡμέρας οἱ μὲν ἐδεδοίκεσαν ὡς ἐν φωτὶ κατάδηλοι τοῖς πολεμίοις ἐσόμενοι, ὁ δὲ Καῖσαρ, τῷ δαιμονίῳ χαλεψάμενος ὡς φθονερῷ, ἐφῆκε τὴν ναῦν ἐπανιέναι.

恺撒自己借口身体不适退席,嘱咐友人们继续宴饮;他换上平民的服装,随即登上车辆,疾驰奔赴船只,假装自己正是恺撒所派遣的那个人。他蒙着头,在黑夜中全然不为人识,通过仆役发布其余的指令。当时风暴凛冽,仆役们鼓励舵手勇敢前行,声称借此风暴最能瞒过近在咫尺的敌人。舵手奋力摇桨,顺流放舟;然而当船抵达河口,大海挟着波涛与狂风将水流击退阻截,舵手在仆役们的催促下拼力抗击,但眼见毫无进展,便精疲力竭并感到绝望。这时恺撒掀开斗篷,对他喊道:“鼓起勇气迎向巨浪!你载着恺撒,以及恺撒的命运!”船夫与舵手无不大为震慑,众人斗志昂扬,小艇奋力冲出河口。然而狂风与巨浪将船抛向半空,又砸向河岸;天色渐白之际,他们担心在光亮之下会暴露给敌人,恺撒亦对心怀嫉妒的神意感到愤懑,遂准许船只返航。

§2958

ἡ μὲν δὴ πνεύματι ταχεῖ τὸν ποταμὸν ἀνέπλει, Καίσαρα δʼ οἱ μὲν ἐθαύμαζον τῆς εὐτολμίας, οἱ δʼ ἐπεμέμφοντο ὡς στρατιώτῃ πρέπον ἔργον εἰργασμένον, οὐ στρατηγῷ.1 ὁ δʼ οὐκέτι λήσεσθαι προσδοκῶν Ποστούμιον ἀνθʼ ἑαυτοῦ προσέταξε διαπλεῦσαί τε καὶ φράσαι Γαβινίῳ τὸν στρατὸν εὐθὺς ἄγειν διὰ θαλάσσης· ἂν δʼ ἀπειθῇ ταῦτα προστάσσειν Ἀντωνίῳ καὶ τρίτῳ μετὰ τὸν Ἀντώνιον Καληνῷ. εἰ δʼ οἱ τρεῖς ἀποκνοῖεν, ἐπιστολὴ πρὸς τὸν στρατὸν αὐτὸν ἐγέγραπτο ἄλλη, τὸν βουλόμενον αὐτῶν ἐπὶ τὰς ναῦς ἕπεσθαι τῷ Ποστουμίῳ καὶ καταίρειν ἀναχθέντας ἐς χωρίον, ἐς ὅ τι ὁ ἄνεμος ἐκφέρῃ, μηδὲν τῶν νεῶν φειδομένους·2 οὐ γὰρ νεῶν χρῄζειν Καίσαρα, ἀλλὰ ἀνδρῶν. οὕτω μὲν ἀντὶ λογισμῶν ὁ Καῖσαρ ἐπεποίθει τῇ τύχῃ. τάδε οὖν ὁ Πομπήιος προλαβεῖν ἐπειγόμενος ἐς μάχην διεσκευασμένος ἐπῄει. καὶ δύο αὐτοῦ στρατιωτῶν ἐν μέσῳ τὸν ποταμὸν ἐρευνωμένων, ᾗ μάλιστα εἴη διαβατός, τῶν τις Καίσαρος εἷς ἐπιδραμὼν τοὺς δύο ἀνεῖλε. καὶ ὁ Πομπήιος ἀνεζεύξεν, οὐκ αἴσιον τὸ συμβὰν ἡγούμενος. αἰτίαν δʼ εἶχε παρὰ πᾶσι καιρὸν ἄριστον ἐκλιπεῖν.

船只乘着迅疾的顺风逆流返回。人们一方面钦佩恺撒的果敢,另一方面又责备他所为之事适于一介士卒而非统帅。恺撒料想自己无法再潜行渡海,便命波斯图米乌斯代替自己航行过去,告知加比尼乌斯立即由海路运兵过来;若加比尼乌斯违令,则将指令传给安东尼,安东尼之后第三位则传给卡莱努斯。倘若这三人皆退缩不前,还写有另一封致全军的信函,命其中愿意者跟随波斯图米乌斯登船,扬帆起航后任由风势吹向何处便在何处靠岸,丝毫不用爱惜船只;因为恺撒需要的不是船只,而是兵员。 就这样,恺撒舍弃深思熟虑而完全寄托于命运。庞培急于抢占先机,整军列阵向前挺进。正当庞培的两名士兵在河心探查最适宜渡河之处时,恺撒的一名部下疾驰而至将二人斩杀。庞培认为此乃不祥之兆,遂引军退回;他也因此招致众人的谴责,认为他错失了绝佳良机。

§2959

Ποστούμιον δὲ διαπλεύσαντος3 ἐς τὸ Βρεντέσιον, ὁ μὲν Γαβίνιος οὐχ ὑποστὰς τὸ πρόσταγμα ἦγε τοὺς βουλομένους διὰ τῆς Ἰλλυρίδος, οὐδαμοῦ διαναπαύων· καὶ ἀνῃρέθησαν ὑπὸ τῶν Ἰλλυριῶν σχεδὸν ἅπαντες, καὶ ὁ Καίσαρ ἤνεγκεν ὑπʼ ἀσχολίας. ὁ δʼ Ἀντώνιος τοὺς ἑτέρους ἐπὶ τὰς ναῦς ἐπιβήσας Ἀπολλωνίαν μὲν παρέπλευσεν, ἱστίοις μεστοῖς ἐπιπνέοντος ἀνέμου· χαλάσαντος δὲ τοῦ πνεύματος περὶ μεσημβρίαν εἴκοσι τοῦ Πομπηίου νῆες, ἐπʼ ἔρευναν τῆς θαλάσσης ἀναχθεῖσαι, καθορῶσι τοὺς πολεμίους καὶ ἐδίωκον. τοῖς δὲ ὡς ἐν γαλήνῃ δέος ἦν πολύ, μὴ σφᾶς ἀνατρήσειαν ἢ καταδύσειαν αἱ μακραὶ τοῖς ἐμβόλοις· καὶ τὰ εἰκότα παρεσκεύαζοντο, σφενδόναι τε ἠφίεντο ἤδη καὶ βέλη. καὶ ὁ ἄνεμος ἄφνω μείζων ἢ πρότερον ἐπέρραξεν. αἱ μὲν δὴ μεγάλοις αὖθις ἱστίοις ἐξ ἀέλπτου τὸ πνεῦμα ἐδέχοντο καὶ διέπλεον ἀδεῶς· αἱ δʼ ἀπελείποντο, ῥοθίῳ καὶ πνεύματι καὶ θαλάσσῃ κοίλῃ κακοπαθοῦσαι. καὶ μόλις ἐς ἀλίμενα καὶ πετρώδη διερρίφησαν, δύο τινὰς ἐς τέλμα τῶν Καίσαρος κατενεχθείσας ἑλοῦσαι. Ἀντώνιος δὲ ταῖς λοιπαῖς ἐς τὸ καλούμενον Νυμφαῖον κατήχθη.

波斯图米乌斯渡海抵达布伦特西翁后,加比尼乌斯不肯遵从军令,率领愿意随行的士兵取道伊利里亚,途中一刻不休;结果他们几乎全被伊利里亚人歼灭,恺撒因军务繁忙也只得隐忍承受。安东尼则将其他人带上海船,借着满帆的顺风从阿波罗尼亚近旁驶过。正午时分风势平息,出海巡逻的二十艘庞培战船望见敌军,便展开追击。安东尼部众犹如置身风平浪静之中,极为恐慌,唯恐敌方战船用冲角将其穿凿或击沉;他们作好了应战准备,投石与箭矢已然射出。此时狂风骤起,势头比先前更加猛烈。运输船出乎意料地再次以大帆迎风,毫无畏惧地破浪疾驶;敌船则在激浪、狂风与波谷起伏的险海中饱受折磨而掉队。庞培舰队在俘获了恺撒漂入沼泽的两艘船后,勉强被抛掷在无港湾的岩石险滩上;安东尼则率其余船只在名为宁斐昂之地顺利靠岸。

语法注3 条
  1. 2958ὡς στρατιώτῃ πρέπον ἔργον εἰργασμένον, οὐ στρατηγῷ

    由 ὡς 引导的表主观理由的分词结构。εἰργασμένον 是异态动词 ἐργάζομαι 的完成时分词阳性单数宾格形式(具有主动意义),与前文的宾格宾语 Καίσαρα 一致,并以中性宾格短语 στρατιώτῃ πρέπον ἔργον 为宾语,意为“以为他做出了适于士兵而非统帅的举动”。

  2. 2958τὸν βουλόμενον αὐτῶν ἐπὶ τὰς ναῦς ἕπεσθαι τῷ Ποστουμίῳ καὶ καταίρειν ἀναχθέντας ἐς χωρίον, ἐς ὅ τι ὁ ἄνεμος ἐκφέρῃ, μηδὲν τῶν νεῶν φειδομένους

    传达信件内容的不定式间接命令结构(ἕπεσθαι, καταίρειν)。不定式的逻辑主语起初由单数宾格分词 τὸν βουλόμενον(愿从者)引入,随后却接以复数宾格分词 ἀναχθέντας(起航之后)与 φειδομένους(不加爱惜),体现了由单数集合概念转向复数的依据语义的一致(synesis)。

  3. 2959Ποστούμιον δὲ διαπλεύσαντος

    属格绝对独立结构中的格位混淆(或文本传抄讹误)。分词 διαπλεύσαντος 虽为阳性单数属格,逻辑主语 Ποστούμιον 却呈现为宾格形式;在句法上应作为正规的属格独立结构 Ποστουμίου διαπλεύσαντος 理解。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2957-2959