- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2960-2962
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒与庞培围绕堡垒与筑垒封锁展开激烈攻防,百夫长斯凯瓦等人虽奋勇杀敌,恺撒主力仍遭遇惨败并溃逃入营,但庞培的迟疑与误判使其错失彻底击溃恺撒的良机。
καὶ τῷ Καίσαρι σύμπας ὁ στρατὸς ἤδη παρῆν, παρῆν δὲ καὶ Πομπηίῳ. καὶ ἀντεστρατοπέδευον ἀλλήλοις ἐπὶ λόφων ἐν φρουρίοις πολλοῖς, πεῖραί τε ἦσαν περὶ ἕκαστον φρούριον πυκναὶ περιταφρευόντων καὶ περιτειχιζόντων ἀλλήλους καὶ γιγνομένων ὁμοῦ καὶ ποιούντων ἐν ἀπόροις.1 ἐν δὲ ταῖσδε ταῖς πείραις περί τι φρούριον ἡττωμένου τοῦ Καίσαρος στρατοῦ λοχαγός, ᾧ Σκεῦας ὄνομα ἦν, πολλὰ καὶ λαμπρὰ δρῶν ἐς τὸν ὀφθαλμὸν ἐτρώθη βέλει καὶ προπηδήσας κατέσεισεν ὡς εἰπεῖν τι βουλόμενος. σιωπῆς δʼ αὐτῷ γενομένης, Πομπηίου λοχαγὸν ἐπὶ ἀνδρίᾳ γνώριμον ἐκάλει· “σῷζε τὸν ὅμοιον σεαυτῷ, σῷζε τὸν φίλον καὶ πέμπε μοι τοὺς χειραγωγήσοντας, ἐπεὶ τέτρωμαι.” προσδραμόντων δʼ ὡς αὐτομολοῦντι δύο ἀνδρῶν, τὸν μὲν ἔφθασε κτείνας,2 τοῦ δὲ τὸν ὦμον ἀπέκοψε. καὶ ὁ μὲν τάδε ἔπρασσεν ἀπογιγνώσκων ἑαυτοῦ καὶ τοῦ φρουρίου. τοῖς δʼ ἄλλοις αἰδὼς ἐπὶ τῷ συμβεβηκότι καὶ ὁρμὴ προσέπιπτε, καὶ τὸ φρούριον περιεσώθη, πολλὰ καὶ τοῦ φρουράρχου Μινουκίου παθόντος, ᾧ γέ φασι τὴν μὲν ἀσπίδα ἑκατὸν καὶ εἴκοσιν ἀναδέξασθαι βέλη, τὸ δὲ σῶμα ἓξ τραύματα καὶ τὸν ὀφθαλμὸν ὁμοίως ἐκκοπῆναι. τούτους μὲν δὴ Καῖσαρ ἀριστείοις πολλοῖς ἐτίμησεν, αὐτὸς δʼ, ἐκ Δυρραχίου τινὸς αὐτῷ πρασσομένης προδοσίας, ἧκε μέν, ὡς συνέκειτο, νυκτὸς σὺν ὀλίγοις ἐπὶ πύλας καὶ ἱερὸν Ἀρτέμιδος τοῦ δʼ αὐτοῦ χειμῶνος ἄλλην στρατιὰν ἐκ Συρίας ἦγε Πομπηίῳ Σκιπίων ὁ κηδεστής· καὶ αὐτῷ Γάιος Καλουίσιος περὶ Μακεδονίαν συμβαλὼν ἡττᾶτο, καὶ τέλος ἓν αὐτοῦ κατεκόπη χωρὶς ὀκτακοσίων ἀνδρῶν.
此时恺撒的全军已然到齐,庞培的军队也同样齐聚。双方各自在丘陵上筑起诸多堡垒互相对峙;围绕每一座堡垒,双方不断尝试相互挖掘壕沟、构筑围墙,交锋混战,陷于窘境。在围绕某座堡垒展开的这类攻防中,恺撒的军队陷于劣势,一名名叫斯凯瓦的百夫长在立下赫赫战功后,一只眼睛被箭射中;他向前跃出,挥手示意,仿佛想要说些什么。待众人安静下来,他便呼唤庞培军中一位以英勇著称的百夫长:“救救与你同样的人吧,救救你的朋友,派人来搀扶我,因为我已经负伤。”有两人以为他要投降而奔向他,他先发制人斩杀了其中一人,又削下了另一人的肩膀。他因自知性命不保、堡垒难守,绝望之下才行此举。然而其余士兵见此情景,既感羞愧又生斗志,堡垒因而得以保全;守备长官米努基乌斯亦遭受重创,据说他的盾牌承受了一百二十支箭矢,身体负伤六处,同样也被射瞎了一只眼睛。恺撒以诸多战功勋赏嘉奖了这些人。此时,因迪拉基乌姆城内有人策应背叛,恺撒依照约定,乘夜率少数随从赶往城门和阿耳忒弥斯神庙。同一年冬季,庞培的岳父西庇阿从叙利亚率领另一支军队赶来;盖乌斯·卡尔维西乌斯在马其顿附近与之交锋却遭惨败,其麾下一个军团除八百人外皆被全歼。
Καίσαρι μὲν δὴ οὐδὲν ἦν ἐκ θαλάσσης διὰ Πομπήιον ναυκρατοῦντα· ἐλίμαινεν οὖν ὁ στρατὸς αὐτῷ καὶ τὴν πόαν ἠρτοποίουν, αὐτόμολοί τε Πομπηίῳ τοιούσδε ἄρτους προσήνεγκαν ὡς εὐφρανοῦντες ἰδόντα. ὁ δὲ οὐχ ἥσθη, ἀλλʼ εἶπεν, “οἵοις θηρίοις μαχόμεθα.” ὁ μὲν δὴ Καῖσαρ ὑπʼ ἀνάγκης τὸν στρατὸν ἅπαντα συνῆγεν ὡς καὶ ἄκοντα Πομπήιον βιασόμενος ἐς μάχην· ὁ δὲ αὐτοῦ τὰ πολλὰ τῶν φρουρίων ἐκ τοῦδε κεκενωμένα προσλαβὼν ἡσύχαζε. καὶ τῷδε μάλιστα ἀνιαθεὶς ὁ Καίσαρ ἐπετόλμησεν ἔργῳ δυσχερεῖ τε καὶ παραλόγῳ, πάντα Πομπήιου τὰ στρατόπεδα ἑνὶ τείχει περιλαβὼν ἐκ θαλάσσης ἐς θάλασσαν ἀποτειχίσαι, ὡς μεγάλην, εἰ καὶ διαμάρτοι, δόξαν οἰσόμενος ἐπὶ τῷ τολμήματι· στάδιοι γὰρ ἦσαν διακόσιοι καὶ χίλιοι. καὶ ὁ μὲν ἐνεχείρει τοσῷδε ἔργῳ, Πομπήιος δʼ αὐτὸν ἀνταπετάφρευε καὶ ἀντῳκοδόμει· καὶ μάταια τὰ ἔργα ἀλλήλοις ἐποίουν. γίγνεται δʼ αὐτοῖς ἀγὼν εἷς μέγας ἐν ᾧ Πομπήιος τρέπεταί τε τοὺς Καίσαρος πάνυ λαμπρῶς καὶ ἐς τὸ στρατόπεδον ἐδίωκε φεύγοντας σημεῖά τε πολλὰ εἷλεν αὐτῶν, καὶ τὸν αἰετόν, ὃ δὴ κυριώτατόν ἐστι Ῥωμαίοις, μόλις ἔφθασεν ὁ φέρων ὑπὲρ τὸ χαράκωμα τοῖς ἔνδον ῥῖψαι.
恺撒因庞培掌控海权而无法从海路获取任何给养;他的军队因而忍饥挨饿,以草做饼充饥。叛逃者将这种面饼呈给庞培,本欲使其开怀,庞培见后却毫无喜色,反而叹道:“我们面对的究竟是怎样的一群野兽!”恺撒迫于无奈,将全军集结起来,企图强迫不愿交战的庞培决战;庞培却乘机占领了恺撒因此而腾空的多数堡垒,按兵不动。恺撒为此深感焦躁,遂铤而走险,决意采取一项艰难而异乎寻常的举措:用一道长墙将庞培的所有营地悉数包围,从海的一端封锁至另一端,心想纵使失败,亦可因这一壮举而博得巨大声誉;因为全长竟达一千二百斯塔迪翁。当恺撒着手进行如此浩大的工程时,庞培亦相应挖掘壕沟、修筑堡垒相对抗,双方的工事遂彼此抵消。随后双方爆发了一场大战,庞培在此役中大获全胜,将恺撒的部众击溃,一路追杀至其营寨,并夺取了大量军旗;至于罗马军中至为重要的鹰旗,旗手在被追及前勉强将其抛越胸墙给里面的守军。
γενομένης δὲ τῆς τροπῆς λαμπρᾶς ὁ Καῖσαρ ἑτέρωθεν ἦγεν ἄλλον στρατόν, οὕτω δή τι καὶ τοῦτον περίφοβον, ὡς Πομπηίου μακρόθεν ἐπιφανέντος μήτε στῆναι περὶ τὰς πύλας ὄντας ἤδη μήτε ἐσελθεῖν ἐν κόσμῳ μήτε πεισθῆναι τοῖς προστάγμασιν, ἀλλὰ φεύγειν ἕκαστον, ὅπῃ τύχοιεν, ἀμεταστρεπτὶ χωρὶς αἰδοῦς καὶ παραγγέλματος καὶ λογισμοῦ. Καίσαρος δʼ αὐτοὺς περιθέοντός τε καὶ σὺν ὀνείδει μακρὰν ἔτι τὸν Πομπήιον ὄντα ἐπιδεικνύοντος, καὶ ἐφορῶντος τὰ σημεῖα ἀπερρίπτουν καὶ ἔφευγον, οἱ δὲ μόλις ὑπʼ αἰδοῦς κατέκυπτον ἐς τὴν γῆν ἄπρακτοι· τοσοῦτος αὐτοῖς τάραχος ἐνεπεπτώκει. εἷς δὲ καὶ στρέψας τὸ σημεῖον ἀνέτεινε τὸν οὐρίαχον ἐς τὸν αὐτοκράτορα. καὶ τόνδε μὲν οἱ Καίσαρος ὑπασπισταὶ κατέκοπτον, οἱ δʼ ἐσελθόντες οὐδʼ ἐπὶ τὰς φυλακὰς ἀπήντων, ἀλλὰ μεθειμένα πάντα ἦν καὶ τὸ χαράκωμα ἀφύλακτον, ὥστε αὐτὸ δοκεῖ συνεσπεσὼν ἂν τότε ὁ Πομπήιος ἑλεῖν κατὰ κράτος καὶ τὸν πόλεμον ἑνὶ τῷδε ἔργῳ πάντα ἐξεργάσασθαι, εἰ μὴ3 Λαβιηνὸς αὐτόν, θεοῦ παράγοντος, ἐπὶ τοὺς φεύγοντας ἔπειθε τραπῆναι· καὶ αὐτὸς ἅμα ὤκνησεν, ἢ τὴν ἀφυλαξίαν τοῦ χαρακώματος ὡς ἐνέδραν ὑφορώμενος ἢ ὡς ἤδη κεκριμένου τοῦ πολέμου καταφρονήσας. ἐπὶ δὲ τοὺς ἔξω τραπεὶς ἑτέρους τε ἔκτεινε πολλοὺς καὶ σημεῖα τῆς ἡμέρας ἐκείνης ἔλαβεν ἐν ταῖς δύο μάχαις ὀκτὼ καὶ εἴκοσιν καὶ δεύτερον τόνδε καιρὸν ἐντελοῦς ἔργου μεθῆκεν. ὃ καὶ τὸν Καίσαρά φασιν εἰπεῖν, ὅτι σήμερον ἂν ὁ πόλεμος ἐξείργαστο τοῖς πολεμίοις, εἰ τὸν νικᾶν ἐπιστάμενον εἶχον.
这一惨烈溃败发生后,恺撒从别处率来另一支军队,但此军亦惊骇至极,以致庞培方从远处现身,他们虽已抵近营门,却既不坚守,亦不整队入营,更不听从号令,而是各自奔逃,不论方向,毫无羞耻、号令与理智,头也不回地狂奔。尽管恺撒在他们周围奔走疾呼,严加斥责,指明庞培尚在远处,士兵们却在他眼皮底下丢弃军旗四散奔逃,另一些人则因羞愧而垂头丧气、呆立于地;混乱已彻底笼罩了他们。甚至有一名士兵翻转军旗,将其尖尾对准了最高统帅。此人当即被恺撒的卫士斩杀,但进入营寨者甚至不肯前去守卫岗哨,防务尽废,营垒门户大开。因此人们认为,若非拉比埃努斯受神明迷惑劝说庞培转向追击溃兵,且庞培自己亦心存疑惧——或是怀疑营寨空虚内有伏兵,或是认为大局已定而轻敌懈怠——那么庞培当时顺势杀入,本可一举攻陷营垒,以此一役终结整场战争。然而他却转向营外的溃兵,杀敌甚众,在当日两场战斗中缴获了二十八面军旗,却第二次错失了彻底全胜的良机。据说恺撒亦曾为此感叹道:倘若敌军中有人懂得如何取胜,今日之战敌军早已终结整场战争了。
- 2960καὶ ποιούντων ἐν ἀπόροις
属格独立结构的一部分。分词 ποιούντων 与介词短语 ἐν ἀπόροις 连用,作不及物或习惯用法,意为“陷入绝境/使局势陷于窘境”,与前面的 γιγνομένων ὁμοῦ(兵刃相接)并列,描绘攻守双方因工事绞杀而陷入胶着困境的态势。
- 2960τὸν μὲν ἔφθασε κτείνας
动词 φθάνω 搭配补充副词性分词 κτείνας 的经典习惯句型,表示“抢先/在对方反应过来之前先行将其斩杀”。
- 2962ὥστε αὐτὸ δοκεῖ συνεσπεσὼν ἂν τότε ὁ Πομπήιος ἑλεῖν κατὰ κράτος καὶ τὸν πόλεμον ἑνὶ τῷδε ἔργῳ πάντα ἐξεργάσασθαι, εἰ μὴ
在由 ὥστε 引导的结果从句中,动词 δοκεῖ 采取了人称句式(主格加不定式结构,以 ὁ Πομπήιος 为主格主语),统辖带 ἄν 的不定式 ἑλεῖν 和 ἐξεργάσασθαι。不定式加 ἄν 构成过去反事实条件句的主句(归结分句),其条件分句即随后的 εἰ μὴ ... ἔπειθε / ὤκνησεν,意即“若非……当时庞培势必已一举攻破营垒并彻底终结整场战争”。
