- 底本
- Appianus. Appiani Historia romana, Volume 2. Mendelssohn, Ludwig, editor. Leipzig: Teubner, 1881.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0551.tlg017.humanitext-grc2:2854-2856
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
恺撒强行于冬季渡海并顺利接管奥利库姆和阿波罗尼亚,随后与庞培展开争夺补给枢纽狄拉基乌姆的急行军竞赛;庞培抢先一步抵挡并与恺撒隔阿洛罗斯河对峙,恺撒因后援迟滞遂决意亲自潜回对岸接引全军。
ἀναβοήσαντος δὲ σὺν ὁρμῇ τοῦ στρατοῦ παντὸς ἄγειν σφᾶς, εὐθὺς ἐπὶ τὴν θάλασσαν ἦγεν ἀπὸ τοῦ βήματος, πέντε πεζῶν τέλη καὶ ἱππέας λογάδας ἑξακοσίους. καὶ ἐπʼ ἀγκυρῶν ἀπεσάλευε κλυδωνίου διαταράσσοντος. χειμέριοι δʼ ἦσαν τροπαί, καὶ τὸ πνεῦμα ἄκοντα καὶ ἀσχάλλοντα κατεκώλυε, μέχρι καὶ τὴν πρώτην τοῦ ἔτους ἡμέραν ἐν Βρεντεσίῳ διατρῖψαι. καὶ δύο τελῶν ἄλλων ἐπελθόντων, ὁ δὲ καὶ τάδε προσλαβὼν ἀνήγετο χειμῶνος ἐπὶ ὁλκάδων· αἳ γὰρ ἦσαν αὐτῷ νῆες ὀλίγαι μακραί, Σαρδὼ καὶ Σικελίαν ἐφρούρουν. ὑπὸ δὲ χειμώνων ἐς τὰ Κεραύνια ὅρη περιαχθεὶς τὰ μὲν πλοῖα εὐθὺς ἐς Βρεντέσιον ἐπὶ τὴν ἄλλην στρατιὰν περιέπεμπεν, αὐτὸς δʼ ᾔει νυκτὸς ἐπὶ πόλιν Ὤρικον διὰ τραχείας ἀτραποῦ καὶ στενῆς, ἐς μέρη πολλὰ διασπώμενος ὑπὸ τῆς δυσχωρίας, ὡς εὐεπιχείρητος ἄν, εἴ τις ᾔσθετο, γενέσθαι.1 περὶ δὲ τὴν ἕω μόλις αὐτῷ συνῄει τὸ πλῆθος, καὶ ὁ φρούραρχος ὁ τῆς Ὠρίκου, τῶν ἔνδον αὐτῷ προειπόντων οὐ κωλύσειν ἐπιόντα Ῥωμαίων ὕπατον,2 τάς τε κλεῖς παρέδωκε τῷ Καίσαρι καὶ παρʼ αὐτῷ κατέμεινε τιμῆς ἀξιούμενος. Λουκρήτιος δὲ καὶ Μινούκιος ἐπὶ θάτερα τῆς Ὠρίκου ναυσὶν ὀκτωκαίδεκα μακραῖς Πομπηίῳ σῖτον ἐν πλοίοις φυλάσσοντες τά τε πλοῖα κατέδυσαν, ἵνα μὴ ὁ Καῖσαρ αὐτὰ λάβοι, καὶ ἐς Δυρράχιον διέφυγον. ἀπὸ δὲ τῆς Ὠρίκου Καῖσαρ ἐς Ἀπολλωνίαν ἠπείγετο· καὶ τῶν Ἀπολλωνιατῶν αὐτὸν δεχομένων, Σταβέριος ὁ φρούραρχος ἐξέλιπε τὴν πόλιν.
当全军群情激昂地齐声高呼请他率领出击时,恺撒便立即从讲台上率军奔赴海滨——计有五个步兵军团和六百名精选骑兵。当时波浪汹涌,全军只得抛锚待命。时值冬至,风势违背他的意愿,阻拦着焦灼不堪的他,以致他在布伦特西翁一直逗留到新年的第一天。当又有两个军团赶到时,他便将他们一并收编,在严冬之中乘着运输船扬帆出海;因为他所拥有的为数不多的战船当时正戍守着撒丁与西西里。在暴风雨的吹打下,他们被冲至凯劳尼亚山脉附近,恺撒立即遣返舟船返回布伦特西翁去接运其余军队,自己则率众在夜色中穿过一条崎岖狭窄的小道开往奥利库姆城;因地形险恶,队伍被扯成许多断片,以致若有人察觉,极易遭到袭击。直到拂晓时分,全军才勉强在他身边重新集结。奥利库姆的卫戍长官见城内民众已预先通告不打算阻拦进驻的罗马执政官,便将城门钥匙交给了恺撒,自己留在他麾下并受到优礼。另一方面,卢克雷提乌斯与米努基乌斯在奥利库姆的另一端率十八艘战船看守为庞培准备的粮船,为防它们落入恺撒之手,他们将那些船只凿沉,自己逃往狄拉基乌姆。恺撒从奥利库姆急速赶往阿波罗尼亚;随着阿波罗尼亚人接纳了他,卫戍长官斯塔贝里乌斯弃城而逃。
καὶ ὁ Καῖσαρ ἁλίσας τὸν ἑαυτοῦ στρατὸν ἀνέμνησεν, ὅτι διὰ τὴν ταχυεργίαν τοῦ τε χειμῶνος σὺν τῇ τύχῃ περιγένοιντο καὶ θαλάσσης τοσῆσδε χωρὶς νεῶν κρατήσειαν Ὤρικόν τε καὶ Ἀπολλωνίαν ἀμαχεὶ λάβοιεν καὶ τὰ τῶν πολεμίων ἔχοιεν, καθάπερ εἶπεν, ἀγνοοῦντος ἔτι Πομπηίου. “εἰ δὲ καὶ Δυρράχιον,” ἔφη, “τὸ ταμιεῖον τῆς Πομπηίου παρασκευῆς προλάβοιμεν, ἔσται πάντα ἡμῖν, ἃ ἐκείνοις διʼ ὅλου θέρους πεπονημένοις.”3 τοσαῦτα εἰπὼν ἦγε συντόμως ἐπὶ τὸ Δυρράχιον αὐτοὺς ὁδὸν μακράν, οὔτε ἡμέρας οὔτε νυκτὸς ἀναπαύων. Πομπήιος δὲ προμαθὼν ἀντιπαρώδευεν ἐκ Μακεδονίας, σὺν ἐπείξει καὶ ὅδε πολλῇ, κόπτων τε τὴν ὕλην, ἣν παρώδευεν, ἵνα Καίσαρι δύσβατος εἴη, καὶ ποταμῶν γεφύρας διαιρῶν καὶ ἀγορὰν τὴν ἐν μέσῳ πᾶσαν ἐμπιπράς, ἐν μεγίστῳ, καθάπερ ἦν, καὶ ὅδε τιθέμενος τὴν ἑαυτοῦ παρασκευὴν διαφυλάξαι. κονιορτὸν δʼ ἢ πῦρ ἢ καπνὸν εἴ ποτε μακρόθεν ἴδοιεν αὐτῶν ἑκάτεροι, νομίζοντες εἶναι τὰ ἀλλήλων ἐφιλονίκουν ὡς ἐν ἀγῶνι δρόμου. καὶ οὔτε τροφῇ καιρὸν ἐδίδοσαν οὔτε ὕπνῳ· ἔπειξις δʼ ἦν καὶ σπουδὴ καὶ βοαὶ τῶν ἀγόντων αὐτοὺς ὑπὸ λαμπτῆρσι, καὶ θόρυβος ἐκ τοῦδε πολὺς καὶ φόβος, ὡς τῶν πολεμίων αἰεὶ πλησιαζόντων. ὑπὸ δὲ καμάτου τινὲς ἀπερρίπτουν, ἃ ἔφερον, ἢ ἐν φάραγξι διαλαθόντες ὑπελείποντο, τὴν αὐτίκα ἀνάπαυσιν τοῦ παρὰ τῶν ἐχθρῶν φόβου διαλλασσόμενοι.4
于是恺撒召集全军,提醒他们:正是凭借行动神速,他们才得以与好运相伴战胜了严冬,在没有战船护航的情况下征服了如此辽阔的海洋,未动干戈便攻取了奥利库姆与阿波罗尼亚,且正如他此前所言,在庞培尚一无所知之时夺得了敌人的物资。“如果我们再先发制人夺取庞培军需府库所在的狄拉基乌姆,”他说道,“敌军整整一个夏天辛勤筹措的一切就都将归我们所有了。”言毕,他便率领他们在通往狄拉基乌姆的漫长路途上疾进,不分昼夜一刻也不休整。然而庞培预先获悉了消息,也以极快的行军速度从马其顿平行并进,砍倒沿途经过的林木以阻塞恺撒的前路,拆毁河流上的桥梁,焚毁中途的一切粮草,正如实情所示,庞培将保全自己的军备视为头等大事。双方若在远方望见尘土、火光或浓烟,皆以为是对方的踪迹,便如赛跑一般争先恐后。他们不给进食与睡眠留出丝毫时间;火把之下尽是带队者的催促、奔逐与呼喊,由此引发极大的混乱与恐慌,仿佛敌人时刻都在逼近。因疲惫不堪,有些人扔掉了随身负荷之物,或隐蔽在沟壑中掉队脱身,宁可用敌人的威胁换取当下的喘息。
τοιαῦτα δὲ ἑκατέρων κακοπαθούντων προύλαβεν ὅμως ὁ Πομπήιος τὸ Δυρράχιον καὶ παρʼ αὐτὸ ἐστρατοπέδευσεν. ναῦς τε ἐπιπέμψας Ὤρικον αὖθις εἷλε καὶ τὴν θάλασσαν ἀκριβεστέραις φρουραῖς ἐφύλασσεν. ὁ δὲ Καῖσαρ τοῦ Πομπηίου τὸν Ἄλωρα ποταμὸν ἐν μέσῳ θέμενος ἐστρατοπέδευσε. καὶ τὸν ποταμὸν διαβαίνοντες ἱππομάχουν ἀλλήλοις ἀνὰ μέρη, ἀθρόοις δὲ τοῖς στρατοῖς οὐ συνεπλέκοντο, Πομπήιος μὲν ἔτι γυμνάζων τοὺς νεοστρατεύτους, ὁ δὲ Καῖσαρ τοὺς ἐκ Βρεντεσίου περιμένων. νομίσας δʼ ἔαρος μὲν αὐτοὺς ἐπὶ ὁλκάδων διαπλέοντας οὐ λήσειν τὰς τοῦ Πομπηίου τριήρεις θαμινὰ ἐς φυλακὴν ἀναπλεούσας, χειμῶνος δʼ εἰ παραβάλλοιντο, ναυλοχούντων ἐς νήσους τῶν πολεμίων, λαθεῖν ἂν αὐτοὺς ἴσως ἢ καὶ βιάσασθαι μεγέθει τε νεῶν καὶ πνεύματι, μετεπέμπετο κατὰ σπουδήν. οὐκ ἀναγομένων δʼ ἐκείνων αὐτὸς ἔκρινεν ἐπὶ τὴν στρατιὰν διαπλεῦσαι λαθών, ὡς οὔ τινος αὐτὴν ἄλλου ῥᾳδίως ἐπαξομένου.5 καὶ τὸ βούλευμα ἐπικρύψας ἔπεμπε τρεῖς θεράποντας ἐπὶ τὸν ποταμὸν ἀπὸ δυώδεκα σταδίων ὄντα, οἳ κελήτιον ὀξὺ καὶ κυβερνήτην τὸν ἄριστον ὡς δή τινι πεμπομένῳ πρὸς Καίσαρος ἔμελλον ἑτοιμάσειν.
尽管双方皆饱受如此艰辛,庞培还是抢先抵达狄拉基乌姆并在城旁安营扎寨。他派遣船只重新夺回奥利库姆,并以更为严密的巡逻扼守海面。恺撒则在与庞培隔着阿洛罗斯河之处扎下营盘。双方渡河零星进行骑兵交战,但并未以全军投入决战;因为庞培仍在操练新兵,而恺撒则在等候布伦特西翁的援军。恺撒料定,若在春季乘运输船渡海,援军断难瞒过频繁出航巡查的庞培三列桨座战船;但若在敌舰停泊于海岛港湾的严冬冒险出航,他们或许能隐秘潜行,或者凭借船体之巨与顺风强行突破,于是他紧急派人传令调兵。然而由于对方迟迟未行起航,他遂认定除了自己无人能轻易将那支军队带过来,便决意亲自暗中渡海去接运大军。恺撒隐匿了自己的意图,派遣三名仆役前往十二斯塔德之外的河畔,命他们备好一艘快艇与最优秀的舵手,对外声称是为恺撒所派遣的某人差遣所用。
- 2854ὡς εὐεπιχείρητος ἄν, εἴ τις ᾔσθετο, γενέσθαι
连词 ὡς 表结果,其后接 ἄν 与不定式 γενέσθαι,并与虚拟过去条件从句 εἴ τις ᾔσθετο(“若有人察觉”)搭配,构成非真实条件的后承结构,相当于 ὡς εὐεπιχείρητος ἂν ἐγένετο,生动突出了行军队伍因地势割裂而极易遭袭的危急态势。
- 2854τῶν ἔνδον αὐτῷ προειπόντων οὐ κωλύσειν ἐπιόντα Ῥωμαίων ὕπατον
在独立属格结构 τῶν ἔνδον... προειπόντων 之中,与格代词 αὐτῷ(指代守军指挥官)附属于分词 προειπόντων。在将来不定式 κωλύσειν 之前保留了否定词 οὐ,这是直接引语中否定陈述在间接引语中未作替换的规则体现。
- 2855ἃ ἐκείνοις διʼ ὅλου θέρους πεπονημένοις
以关系代词 ἃ 为主语,需补出系动词 ἐστίν。表所有的与格代词 ἐκείνοις(与主句的 ἡμῖν 对应)受同格的完成时中动分词 πεπονημένοις(意为“辛勤操劳”)修饰(“整整一个夏天辛勤操劳的他们所拥有之物”)。
- 2855τὴν αὐτίκα ἀνάπαυσιν τοῦ παρὰ τῶν ἐχθρῶν φόβου διαλλασσόμενοι
中动语态动词 διαλλάττομαι 支配所换得之物的宾格(τὴν αὐτίκα ἀνάπαυσιν)以及表示交换的属格(τοῦ παρὰ τῶν ἐχθρῶν φόβου),意为“以敌方所带来的恐惧(与危险)为代价换取当下的喘息”。
- 2856ὡς οὔ τινος αὐτὴν ἄλλου ῥᾳδίως ἐπαξομένου
由 ὡς 引导的独立属格结构,表示主观动机与判定。将来分词 ἐπαξομένου 以 οὔ τινος... ἄλλου(包含否定词 οὐ)为逻辑主语,以 αὐτήν(代指留在后方的部队)为直接宾语,阐明了恺撒坚信“除自己之外无人能轻易将大军带过海峡”的主观考量。
